Editorische Vorbemerkung

Transkription des Prooemiums des Kommentars von Leon Magentinos zu Anal. Pr. I im Kodex Vat. gr. 244 (ff. 139r–140v). Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie die Orthographie und Akzentuierung des Textes normalisiert; Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Ἐξήγησις τοῦ Μαγεντηνοῦ σύντομος εἰς τὰ Tρία σχήματα τοῦ Ἀριστοτέλους

Prooemium

Σκοπὸς τῷ Ἀριστοτέλει ἐν τοῖς Tρισὶ σχήμασι διδάξαι περὶ τῆς συνθέσεως τοῦ ἁπλῶς συλλογισμοῦ, ἤγουν πῶς δεῖ συντιθέναι τὰς προτάσεις καὶ ποιεῖν συλλογισμόν, καὶ ποδαπὸν συμπέρασμα συνάγεται ἐκ τῆς συνθέσεως τῶν τοιῶνδε προτάσεων. ἵνα δὲ τὸν λόγον σαφηνίσωμεν, μνησθῶμεν καὶ ὀλίγων τινῶν συλλογισμῶν· ἐκ τῆς συνθέσεως τῶν δύο καθόλου καταφατικῶν γενήσεται συλλογισμὸς συνάγων συμπέρασμα τὸ 'παντί'· οἷον τὸ A παντὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α ἄρα παντὶ τῷ Γ· ἐκ δὲ τῆς συνθέσεως τῆς καθόλου ἀποφατικῆς καὶ τῆς καθόλου καταφατικῆς μείζονος οὔσης τῆς καθόλου ἀποφατικῆς γενήσεται συλλογισμὸς συνάγων συμπέρασμα τὸ 'οὐδενί'· οἷον τὸ Α οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ, τὸ Α ἄρα οὐδενὶ τῷ Γ∙ εἰ δὲ ἡ μείζων ληφθῇ καθόλου καταφατική, ἡ δὲ ἐλάττων καθόλου ἀποφατική, συλλογισμὸς οὐ γίνεται∙ ὡσαύτως καὶ εἰ δύο καθόλου ἀποφατικὰς συνθήσεις, συλλογισμὸν οὐ ποιήσεις:–
Xρησιμεύει δὲ ἡ παροῦσα πραγματεία, εἰς τὴν ἀπόδειξιν, διότι καὶ χάριν τῆς ἀποδείξεως γέγονεν∙ ὁ γὰρ σκοπὸς τοῦ Ἀριστοτέλους ἐν τῷ Ὀργάνῳ περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ ἦν διδάξαι∙ ἐπεὶ δὲ ὁ ἀποδεικτικὸς συλλογισμὸς ἐπιστημονικὸς συλλογισμός ἐστιν, ἀδύνατον ἦν διδάξαι περὶ αὐτοῦ, εἰ μὴ πρότερον ἐδίδαξε περὶ τοῦ καθόλου συλλογισμοῦ, καὶ πῶς ὅλως ὁ συλλογισμὸς γίνεται, καὶ ἐκ συνθέσεως πόσων προτάσεων, καὶ ποίων. περὶ οὗ καθόλου συλλογισμοῦ διδάσκει ἐν τοῖς τρισὶ σχήμασι καὶ ὅτι ἐκ δύο προτάσεων πᾶς συλλογισμὸς γίνεται τὸ ἐλάχιστον∙ ἐκ δύο καθόλου καταφατικῶν ἐν πρώτῳ σχήματι∙ ἢ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος:–
|f. 139v Ὥσπερ καὶ ἀδύνατόν ἐστιν εὖ μαθεῖν τινα εὖ ἀναγινώσκειν πρὸ τοῦ ἁπλῶς ὅλως μαθεῖν ἀναγινώσκειν, ἐντεῦθεν καὶ ἡ τάξις τῆς ἀναγνώσεως δήλη γέγονεν∙ εἰ γὰρ ἡ παροῦσα πραγματεία διδάσκει περὶ τοῦ ἁπλῶς καὶ καθόλου συλλογισμοῦ, ἤγουν πῶς δεῖ συντιθέναι τὰς προτάσεις καὶ ποιεῖν συλλογισμόν, χρησιμεύει δὲ εἰς τὴν ἀπόδειξιν, ἀνάγκη ἄρα τὸ χρησιμεῦον εἴς τι πρὸ ἐκείνου διδάσκεσθαι:–
Ῥητέον δὲ πρῶτον τί ἐστιν ἀνάλυσις, εἶθ’ οὕτως εἴπωμεν καὶ περὶ τῆς ἐπιγραφῆς· ἀνάλυσίς ἐστιν ἀναδρομή τις ἐκ τοῦ συνθέτου εἰς τὰ ἁπλᾶ, ἐξ ὧν συνετέθη∙ τὰ γὰρ φυσικὰ σώματα σύνθετα ὄντα ἀναλύων τις ἀναδράμῃ εἰς τὰ τέσσαρα στοιχεῖα, ἐξ ὧν συνετέθησαν· ὥσπερ τὸν συλλογισμὸν μέλλων τὶς ἀναλῦσαι σύνθετον ὄντα ἀναδραμεῖται εἰς τὸ εὑρεῖν τὰς προτάσεις, ἐξ ὧν συνετέθη καὶ γέγονεν ὁ συλλογισμός. ζητεῖται οὖν εἰ ἐν τοῖς τρισὶ σχήμασι περὶ τῆς συνθέσεως τοῦ καθόλου συλλογισμοῦ διδάσκει, πῶς οὐκ ἐπέγραψε τὰ Τρία σχήματα Περὶ συνθέσεως, ἀλλὰ Ἀναλυτικά. καὶ λέγομεν ὅτι ἐν τῷ βιβλίῳ, ἐν ᾧ διδάσκει περὶ τῆς συλλογιστικῆς μεθόδου, ἤγουν πῶς δεῖ συλλογίζεσθαι, τρία τμήματα τετάχαται∙ καὶ ἐν μὲν τῷ πρώτῳ τμήματι, ἤγουν ἐν τοῖς Τρισὶ σχήμασι, διδάσκει πόσαι προτάσεις συνερχόμεναι ποιοῦσι συλλογισμόν, καὶ ἐκ τίνων προτάσεων συνάγεται συμπέρασμα τὸ 'παντί', καὶ ἐκ τίνων αὖθις τὸ 'οὐδενί', καὶ περὶ τῶν ἐφεξῆς∙ ἐν δὲ τῷ δευτέρῳ τμήματι διδάσκει περὶ εὐπορίας προτάσεων, ἤγουν παραδίδωσί σοι μέθοδον, δι’ ἧς εὑρίσκων τὰς προτάσεις συντιθεὶς ταῦτας καὶ συλλογίζῃ∙ ἐν δὲ τῷ τρίτῳ τμήματι διδάσκει περὶ ἀναλύσεως συλλογισμῶν, ἤγουν πῶς εὑρὼν συλλογισμοὺς ἐν τῷ ἀναγινώσκειν τὰ τῶν σοφῶν συγγράμματα ἰσχύεις ἀναλύειν καὶ εὑρίσκειν τὰς προτάσεις, ἐξ ὧν συνετέθησάν τε καὶ ἐγεγόνησαν οἱ συλλογισμοί· καὶ ἐντεῦθεν ἔχεις εἰδέναι εἴτε ἐν πρώτῳ σχήματι συνελογίσθησαν, εἴτε ἐν δευτέρῳ, εἴτε ἐν τρίτῳ. τὸ γὰρ ἀναλύειν δυσχερέστερόν ἐστι τοῦ συντιθέναι καὶ ἀνδρὸς σοφοῦ καὶ ἐπιστήμονος ἔργον∙ ὁρῶμεν γὰρ καὶ τοὺς βαναύσους συντιθέντας λόγους καὶ κοινολογουμένους μετά τινων, ἀδυνατοῦντας δὲ ἀναλῦσαι τοῦτους εἰς λέξεις, καὶ ταύτας εἰς συλλαβάς, καὶ τὰς συλλαβὰς εἰς στοιχεῖα∙ καί τινας δὲ ὁρῶμεν ἀτέχνως συλλογιζομένους, |f. 140r ἀναλῦσαι δὲ τὸν συλλογισμὸν εἰς προτάσεις καὶ ὅρους ἀδυνατοῦσιν:–
Εἰ γοῦν τὸ ἀναλύειν ἐπιστήμονος ἔργον ἐστὶ μόνου, τιμιώτερον ἄρα ἐστὶ τῆς συνθέσεως, καὶ ἐκ τοῦ τιμιωτέρου μέρους την ἐπιγραφὴν ἐποιήσατο καὶ Πρότερα μὲν ἀναλυτικὰ ταύτας τὰς τρεῖς πραγματείας ὠνόμασεν, ἤγουν τὰ Τρία σχήματα, τὸ Περὶ εὐπορίας προτάσεων καὶ τὸ Περὶ ἀναλύσεως συλλογισμῶν, ὡς χρησιμευούσας πρὸς τὴν ἀπόδειξιν καὶ διὰ τοῦτο πρὸ τῆς ἀποδείξεως διδασκομένας. ζητεῖται δὲ δι’ ἣν αἰτίαν τὰ Tρία σχήματα πρῶτα τῶν Προτέρων εἴρηκεν, τὴν δὲ ἀπόδειξιν Ὕστερα ἀναλυτικὰ ὠνόμασε. καὶ λέγομεν ὅτι τὰ γένη πρότερα τῇ φύσει εἰσὶ τῶν εἰδῶν, ὡς τὸ ζῷον πρῶτόν ἐστι τοῦ ἀνθρώπου καὶ τοῦ ἵππου καὶ τῶν λοιπῶν, τὰ δὲ εἴδη ὕστερα τοῦ γένους εἰσίν∙ ἐπεὶ οὖν ἐν τοῖς Τρισὶ σχήμασι περὶ τοῦ ἁπλῶς καὶ καθόλου συλλογισμοῦ διδάσκει, ὅστις ὡς γένος διαιρεῖται εἰς εἴδη, τὴν ἀποδεικτικήν φημι, τὴν διαλεκτικὴν καὶ τὴν σοφιστικήν, εἰκότως τὰ μὲν Τρία σχήματα πρῶτα εἴρηκεν ὡς περὶ τοῦ γένους διδάσκοντα, ἤγουν τοῦ καθόλου συλλογισμοῦ· τὸν δὲ ἀποδεικτικὸν καὶ τὸν διαλεκτικὸν καὶ τὸν σοφιστικὸν Ὕστερα ἀναλυτικά:–
Ὅτι δὲ ἡ πραγματεία αὕτη γνησία ἐστὶ τῷ Ἀριστοτέλη δῆλον· ἐν γὰρ ταῖς παλαιαῖς βιβλιοθήκαις τεσσαράκοντα βιβλία Ἀναλυτικὰ εὕρηνται∙ ἀπὸ δὲ τῶν τεσσαράκοντα οἱ σοφοὶ ταῦτα καὶ μόνα, ἤγουν τὰ Τρία σχήματα, τὸ Περὶ εὐπορίας προτάσεων, τὸ Περὶ ἀναλύσεως συλλογισμῶν, καὶ τὴν Ἀποδεικτικήν, ἃ καὶ Ἀναλυτικὰ ἐπιγέγραπται, ἔκριναν εἶναι τοῦ Ἀριστοτέλους∙ μέμνηται δὲ καὶ τούτων ἐν ταῖς ἄλλαις αὐτοῦ πραγματείαις:–
Τεσσάρων δὲ ὄντων τῶν διδασκαλικῶν τρόπων χρᾶται μόνοις τοῖς δυσί, τῷ δὲ διαιρετικῷ καὶ τῷ ὁριστικῷ· διαιρεῖ γὰρ τὰς προτάσεις εἰς τε τὰς καθόλου καὶ εἰς τὰς μερικάς∙ καὶ τοὺς συλλογισμοὺς εἰς τοὺς καθόλου καὶ τοὺς μερικούς∙ καὶ ὁρίζεται τί ἐστι πρότασις καὶ τί ὅρος καὶ τί συλλογισμός:–
Διαιρεῖται δὲ εἰς τρία κεφάλαια, ἤγουν τμήματα, καὶ πρὸ μὲν τῆς διδασκαλίας αὐτοῦ διδάσκει περὶ προτάσεων, ὅρων, ἀντιστροφῶν, ἅτινα συμβάλλονται εἰς τὴν διδασκαλίαν αὐτοῦ· |f. 140v εἶτα χωρεῖ καὶ εἰς τὴν διδασκαλίαν αὐτὴν καὶ διδάσκει περὶ τῶν συλλογισμῶν, καὶ μετὰ ταῦτα ἀνάγει πάντας τοὺς συλλογισμοὺς εἰς τοὺς δύο τρόπους τῶν συλλογισμῶν τοῦ πρώτου σχήματος· τόν τε πρῶτον καὶ τὸν δεύτερον:–
Ἀνάγεται δὲ ὑπὸ τὸ λογικὸν μέρος τῆς φιλοσοφίας ἡ πραγματεία αὕτη:–