Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 14 in Vat. gr. 244 (ff. 179v–180v). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 14.

μα΄
Anal. Pr. I 14, 33a 3–4

"|f. 179v Τὸ γὰρ καθ' οὗ τὸ Β ἐνδέχεται, τὸ Α μὴ ἐνδέχεσθαι"

Ληπτέον ἀντὶ τοῦ 'τὸ Α οὐδενὶ τῷ Β ἐνδεχομένως ὑπάρχει', ὃ σημαίνει τὸ τὸ Α ἀποφάσκεσθαι ἀπὸ πάντων τῶν μορίων τοῦ Β:–
μβ΄
Anal. Pr. I 14, 33a 7–8

"Ἀντιστραφείσης δὲ τῆς ΒΓ κατὰ τὸ ἐνδέχεσθαι"

Ἀντιστροφὴν νόει τὴν μετάληψιν τῆς ἀποφατικῆς ἐνδεχομένως πρὸς τὴν καταφατικὴν ἐνδεχομένην· δέδεικται γὰρ ὅτι αἱ καταφατικαὶ ἐνδεχόμεναι πρὸς τὰς ἀποφατικὰς ἀντιστρέφουσι καὶ αἱ ἀποφατικαὶ πρὸς τὰς καταφατικάς· αἱ καθόλου πρὸς τὰς καθόλου καὶ αἱ μερικαὶ πρὸς τὰς μερικάς:–
μγ΄
Anal. Pr. I 14, 33a 29

"|f. 180r Τῇ δὲ θέσει ὁμοίως ἔχωσι"

Τουτέστιν ἵνα ἡ μείζων πρότασις καθόλου ἐστί, ἢ καταφατικὴ ἢ ἀποφατική, ἡ δὲ ἐλάττων μερικὴ ἀποφατική:–
μδ΄
Anal. Pr. I 14, 33a 37

〈Μὴ ὁμοιοσχήμονες〉

Μὴ ὁμοιοσχήμονες δέ εἰσιν αἱ προτάσεις, ὅταν ἡ μὲν ΑΒ ἐστί 'τις', ἡ δὲ ΒΓ 'οὐδείς'· ἢ ἡ ΑΒ 'οὐ πᾶς', ἡ δὲ ΒΓ 'πᾶς':–
με΄
Anal. Pr. I 14, 33a 38–39

"Οὐδὲν γὰρ κωλύει τὸ Β ὑπερτείνειν τοῦ Α"

ἤγουν εἰ ἡ μείζων πρότασίς ἐστι μερική, ἀνάγκη καὶ τὸ Β ὑπερτείνειν καὶ ἐπὶ πλέον εἶναι καὶ καθολικώτερον τοῦ Α καὶ μὴ κατηγορεῖσθαι ἐπ' ἴσων, ἤγουν οὕτως ἐχουσῶν τῶν προτάσεων, οὐδὲ κἂν εὑρεθήσεται τὸ Β ἐξισάζον τῷ Α, ἐπεὶ καὶ ἐπὶ τῶν ἐξισαζόντων ὅρων καθόλου ἡ κατηγορία γίνεται· οἷον ὁ ἄνθρωπος καὶ τὸ γελαστικὸν ἐξισάζουσι καὶ διὰ τοῦτο κατὰ παντὸς τὸ γελαστικὸν τοῦ ἀνθρώπου λέγεται. εἴπης δὲ καὶ τὸ ἐνύπνιον ὁρᾶν παντὶ καθεύδοντι ἐνδέχεσθαι ὑπάρχειν· ἐξισάζουσι γὰρ καὶ οὗτοι οἱ ὅροι· ληπτέον δὲ ὅρους, ὅταν ἡ μείζων ᾖ μερική, τὸ μὲν Α ζῷον, τὸ δὲ Β λευκόν, τὸ δὲ Γ ἄνθρωπον· τὸ γoῦν λευκὸν καθολικώτερόν ἐστι τοῦ ζῴου (τὸ μὲν γὰρ ζῷον ἐπὶ μόνων τῶν ἐμψύχων λέγεται, τὸ δὲ λευκὸν καὶ ἐπὶ τῶν ἀψύχων)· εἰλήφθω δὲ τὸ Γ, ἐν ᾧ Γ, τοῦ Β ὑπερτείνει καὶ καθολικώτερόν ἐστι τοῦ Α τὸ Β· ὁ γὰρ ἄνθρωπος εἰ καὶ περιέχεται ὑπὸ τοῦ ζῴου καθὸ καὶ πάντα τὰ ἔμψυχα, ἀλλ' οὖν τὸ λευκὸν οὐ μόνον περιέχει τὸν ἄνθρωπον καὶ τὰ ἔμψυχα πάντα, ἀλλὰ καὶ τὰ ἄψυχα· τούτῳ γὰρ τῷ Γ οὔτε παντὶ ὑπάρξει τὸ Α, οὔτε οὐδενί, οὔτε τινί, οὔτε οὐ παντί· ἴδιον γὰρ τῶν ἀσυλλογίστων συζυγιῶν τὸ καὶ 'παντὶ' συνάγειν καὶ τὸ 'οὐδενί'· ὥστε ὁ συνάγων τὸ 'παντὶ' ἀναιρεῖ καὶ τὸ 'οὐδεὶς' καὶ τὸ 'οὐ πᾶς'· ἐμπεριέχεται γὰρ ἡ 'οὐ πᾶς' ὑπὸ τῆς 'οὐδείς', ὥσπερ καὶ ἡ 'τὶς' ὑπὸ τῆς 'πᾶς'· καὶ ὁ συνάγων τὸ 'οὐδενὶ' ἀναιρεῖ καὶ τὸ 'παντὶ' καὶ τὸ 'τινί'· καὶ ἐπεὶ ἀναιροῦσιν ἄλληλα τὰ συμπεράσματα, λοιπὸν οὐδὲν συμπέρασμα συνάγεται. οὕτως οὖν ἐχουσῶν τῶν προτάσεων, οὔτε τὸ 'παντὶ ἐνδέχεται' συνάγεται συμπέρασμα, οὔτε τὸ 'οὐδενί', οὔτε τὸ 'τινί', οὔτε τὸ 'μὴ παντί'· |f. 180v εἰ γὰρ συνήγετο τὸ 'παντὶ ἐνδέχεται', συνήγετο ἂν καὶ τὸ 'οὐδενί'· καὶ εἰ τὸ 'τινὶ' συνήγετο, συνήγετο καὶ τὸ 'οὐ παντί', διότι, ὡς δέδεικται, αἱ ἐνδεχόμεναι προτάσεις ἀντιστρέφουσι πρὸς ἀλλήλας· οὐ συνάγεται δὲ τὸ ἐνδεχόμενον, ἀλλὰ ἀναγκαῖον συμπέρασμα, διὰ τὸ τὸ B κατὰ πλειόνων κατηγορεῖσθαι παρὸ τὸ A, ἤγουν διὰ τὸ τὸ B καθολικώτερον εἶναι τοῦ A:–
μστ΄
Anal. Pr. I 14, 33b 21–24

〈Δεῖ – τοιοῦτον〉

Δεῖ δὲ τὸ ἐνδεχόμενον λαμβάνειν μήτε ἐν τοῖς ἀναγκαίοις, ἐπεὶ τὸ ἐνδεχόμενον σημαίνει καὶ τὸ ἀναγκαῖον καὶ ὑπάρχον. μὴ λάμβανε τὸ ἐνδεχόμενον ἐν ταῖς προτάσεσι τὸ σημαῖνον, τὸ ἀναγκαῖον ἢ τὸ ὑπάρχον, ἀλλὰ τὸ κατὰ τὸν ὡρισμένον διορισμόν, ἤγουν τὸ κυρίως ἐνδεχόμενον· λανθάνει γὰρ πολλάκις καὶ λαμβάνομεν τὸ ἀναγκαῖον ἢ τὸ ὑπάρχον ἀντὶ τοῦ ἐνδεχομένου· οἷον εἴ τις εἴποι 'τὸ λευκὸν ἐνδέχεται ὑπάρχειν τῷ Σκύθῃ', τὸ δὲ 'ἐνδέχεται' ἐνταῦθα ἐπὶ τοῦ ὑπάρχοντος λαμβάνεται· ἢ τὸ ζῷον, εἴποι, ἐνδέχεται ὑπάρχειν τῷ ἀνθρώπῳ· ἐνταῦθα γὰρ τὸ ἀναγκαῖον σημαίνει τὸ 'ἐνδέχεται':–