Editorische Vorbemerkung

Transkription aus Marc. gr. 333 (Autograph des Bessarion).

|1r Τίς ὁ σκοπὸς ἐν ἐκάστῃ τῶν περὶ οὐρανοῦ βίβλων τῷ Ἀριστοτέλῃ.

1

Τοῦ αου

| Ἐν τῷ πρώτῳ, πρῶτα μὲν βούλεται δεῖξαι τὸ οὐράνιον σῶμα, διάφορον εἶναι παρὰ τὰ λοιπὰ τέσσαρα στοιχεῖα. | καὶ πέμπτον σῶμα τοῦτο καλεῖ. προλαμβάνει τοίνυν, πρὸς τὸ δεῖξαι τοῦτο, ἓξ τινὰ λήμματα· | ἓν μέν, ὅτι δύο εἰσὶν αἱ ἁπλαῖ κινήσεις, ἡ ἐπ’ εὐθείας καὶ ἡ κύκλῳ. βον ὅτι τοῦ ἁπλοῦ σώματος ἁπλῆ κίνησις. | γον ὅτι καὶ ἡ ἁπλῆ κίνησις ἀπλοῦ σώματος. δον ὅτι ἑνὸς μία κίνησις ἡ κατὰ φύσιν. εον ἓν ἑνὶ ἐναντίον. | ςον ὅτι ὁ οὐρανὸς κύκλῳ κινεῖται.
2
Cael. I 2, 269a 3–269b 17

Τούτων τοίνυν ὑποκειμένων, φησίν, ὡς ἐπεὶ δύο εἰσὶν αἱ ἁπλαὶ κινήσεις | ἡ κύκλῳ καὶ ἡ ἐπ’ εὐθείας, τῶν δὲ ἁπλῶν αἱ κινήσεις ἁπλαῖ καὶ τῶν μικτῶν μικταί, ἀνάγκη | εἶναί τι σῶμα ἁπλοῦν, ὃ πέφυκε κινεῖσθαι, τὴν ἁπλῆν ταύτην, λέγω δὴ τὴν κύκλῳ κίνησις, κατὰ φύσιν, καὶ | μὴ βίᾳ. εἰ γὰρ μὴ ἔσται κατὰ φύσιν ἀλλὰ βίᾳ, ἔσονται δύο ἑνὶ ἐναντία. εἰ γὰρ ὑποθείημεν πῦρ εἶναι τὸ | φερόμενον κύκλῳ παρὰ φύσιν, ἔχει δὲ τοῦτο καὶ ἄλλην κίνησιν παρὰ φύσιν τὴν κάτω, ἡ γὰρ κατὰ φύσιν | αὐτῷ, ἄνω ἐστίν, ἔσονται λοιπὸν δύο ἡ κάτω καὶ κύκλῳ, ἑνί, τῇ ἄνω, ἐναντία. ἀλλ’ ἀδύνατον· ἓν γὰρ ἑνὶ | ἐναντίον ὑπόκειται. εἰ δ’ ἕτερόν τι σῶμα ἐστὶ τὸ κύκλῳ φερόμενον, παρὰ φύσιν, ἔσται τις ἄλλη κίνησις αὐτοῦ | κατὰ φύσιν· ἀλλ’ οὐκ ἐνδέχεται, εἰ μὲν γὰρ ἡ ἄνω, πῦρ ἔσται ἢ ἀήρ. εἰ δὲ ἡ κάτω, γῆ ἢ ὕδωρ. ἀλλὰ μὴν | καὶ πρώτην ἀναγκαῖον εἶναι τὴν κύκλῳ φορὰν τῶν ἐπ’ εὐθείας, ὡς τελείαν, ἀτελῶν· ὁ μὲν γὰρ κύκλος, τέλειος, | εὐθεία δὲ γραμμὴ οὐδεμία τίς. εἰ οὖν ἡ ἐπ’ εὐθείας κίνησις, τῶν ἁπλῶν σωμάτων, τῶν τεσσάρων δηλαδὴ στοιχείων ἐστί, | πολλῶ μᾶλλον ἡ κύκλῳ ἥτις ἐστὶ καὶ πρώτης τελειοτέρα, ὀφείλει εἶναι πρώτου καὶ ἁπλοῦ σώματος. | φαίνεται τοίνυν ὅτι ἁπλῆ τις ἐστὶν ἡ τοῦ οὐρανίου σώματος οὐσία καὶ ἄλλη τις παρὰ τὰς ἐνταῦθα συστήσας | θειοτέρα καὶ προτέρα τούτων ἁπάντων. ἐπεὶ δὲ καὶ μία κίνησις ἑνὸς κατὰ φύσιν, εἰ μὴ ἔστι τῷ οὐρανῷ ἡ κύκλῳ | κίνησις κατὰ φύσιν, ἔσται καὶ αὐτῷ ἄλλη τίς ἡ κατὰ φύσιν, καὶ ποία ἐστὶν αὕτη, οὐχ εὑρίσκεται. ὥστε καὶ πρώτη κίνησις αὕτη, | καὶ κατὰ φύσιν, καὶ ἁπλοῦ σώματος.
3
Cael. I 2, 269b 18–I 3, 270b 4

Μετὰ δὲ ταῦτα φησὶν ὡς οὐκ ἀνάγκη πᾶν σῶμα ἢ βάρος ἔχειν ἢ κου- | φότητα. κοῦφον μὲν γάρ ἐστιν ὡς ἐν βραχεῖ διορίσαι. τὴν γὰρ τελεωτέραν περὶ τούτων σκέψιν ἐν τῷ τετάρτῳ | ταμιεύεται, κοῦφον οὖν ἐστι τὰ ἀπὸ τοῦ μέσου· βαρὺ δὲ τὸ ἐπὶ τοῦ μέσου. βαρύτατον δὲ τὸ πᾶσιν ὑφιστάμενον | τοῖς κὰτω φερομένοις· κουφότατον δὲ τὸ πᾶσιν ἐπιπολάζον. πᾶν οὖν τὸ φερόμενον ἢ κάτω ἢ ἄνω, ἢ κου- | φότητα ἔχει ἢ βάρος. ὁ δ’ οὐρανὸς οὐδεμίαν τούτων τῶν κινήσεων φέρεται. περὶ γὰρ τὸ μέσον κινεῖται. ἑκάστου δὲ μία κίνησις | ἡ κατὰ φύσιν. καὶ διατοῦτο οὔτε βάρος εἰκὸς αὐτὸν ἔχειν, οὔτε κουφότητα. ἔστιν οὖν φησὶν ὁ οὐρανός, | ἀγέννητος καὶ ἄφθαρτος, καὶ ἀναυξὴς καὶ ἀναλλοίωτος. τότε γὰρ γινόμενον, ἐξ ἐναντίου καὶ ὑπο- | κειμένου τινὸς γίνεται· καὶ τὸ φθειρόμεονον αὖθις, ὑποκειμένου τινός, ὑπὸ ἐναντίου φθείρεται εἰς ἐναντίον, τῷ δὲ οὐρανῷ οὐδέν ἐστιν | ἐναντίον. διότι οὐδὲ τῇ κινήσει αὐτοῦ ἔστι τι ἐναντίον.
4
Cael. I 4, 270b 32–271a 33

Τοῦτο δὲ νῦν λαβὼν ὁμολογούμενον, ὕστερον διὰ πολλῶν δείκνυσι | μηδεμίαν κίνησιν εἶναι ἐναντία τῇ κύκλῳ. εἰ οὖν μηδεμίαν ἔχει ἐναντίωσιν, καλῶς εἴρηται ὅτι ἀγέννητον | καὶ ἄφθαρτον. ἀναυξὲς δέ, διότι τέλειον τέ ἐστι. καὶ ἅμα ἐπεὶ τὰ αὐξανόμενα ὑπὸ συγγενοῦς | αὔξονται, τούτῳ δὲ οὐκ ἔστι συγγενὲς ἐξ οὗ αὐξηθήσεται, ἁπλοῦν γάρ ἐστιν, ἀναυξὲς εἴη ἄν, ἀναλλοί- | ωτον δέ, ἐπεὶ οὔτε αὔξεται οὔτε μειοῦται· τὸ γὰρ αὐξανόμενον καὶ μειούμενον ἀλλοιοῦται· φανερὸν οὖν ὅτι | καὶ αδύνατον, πλείω τῶν λεγομένων ἁπλῶν εἶναι σωμάτων, δηλαδὴ τούτων ε´. ἐπεὶ γὰρ τοῦ ἁπλοῦ | σώματος ἡ κίνησις ἁπλῆ, ἁπλαῖ δὲ κινήσεις δύο· ἡ κύκλῳ, καὶ ἡ ἐπ’ εὐθείας, καὶ ταύτης τὰ δύο μόρια | ἡ ἀπὸ τοῦ μέσου καὶ ἐπὶ τὸ μέσον, ἐκατέραν μὲν τῶν ἐπ’ εὐθείας, τὰ δύο ἔλαχον ἁπλᾶ σώματα. τὴν δὲ | κύκλῳ τὸ οὐράνιον. καὶ πλείω τούτων οὐκ εἰσίν, εἶτα ἀποδείξας ὡς οὐκ ἔστι τῇ κύκλῳ φορᾷ ἐναντία, διά τε ἄλλων καὶ διὰ τὸ τὴν μὲν ἐναντίαν φορὰν εἶναι ἐκ τοῦ ἐναντίου εἰς τὸ ἐναντίον, τὴν δὲ κύκλῳ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό,
5
Cael. I 5, 271b 2–273a 6

| ζητεῖ μεταταῦτα, πότερον ἐστί τι σῶμα ἄπειρον ὥς τινες ᾠήθησαν | ἢ οὔ. πρῶτον οὖν αὐτὸ ἐπὶ τοῦ οὐρανοῦ θεωρεῖ, καὶ δείκνυσιν ὡς οὐκ ἔστιν ἄπειρον. εἰ γάρ ἐστιν ἄπειρον, δεί- | κνυσι διὰ πολλῶν, ὡς οὐκ ἔστι κινηθῆναι· τὸ γὰρ ἄπειρον ὡς ἐν τῇ Φυσικῇ ἀπέδειξεν, ἀδύνατον κινηθῆναι,|1v | ἢ διεξελθεῖν αὐτὸ τινά· τὸν δὲ οὐρανὸν ὁρῶμεν κινούμενον, ὥστε οὐκ ἄπειρον· ἔτι δὲ τὸ αὐτὸ τοῦτο καὶ διὰ | γραμμικῶν σχημάτων δεικνύς, διὰ πάντων συνάγει, ὡς οὐκ ἔστιν ἄπειρον τὸ οὐράνιον σῶμα, ἀλλὰ | πεπερασμένον. ἀλλὰ μὴν οὐδὲ τῶν λοιπῶν στοιχείων οὐδὲν ἔστιν ἄπειρον, ἐπεὶ γὰρ τὸ ἄνω καὶ κάτω καὶ μέσον | ὡρισμένα καὶ πεπερασμένα εἰσί, καὶ τὰ ἐν αὐτοῖς σώματα πάντως πεπέρασται, εἰ γὰρ ἔστι τὰ σώματα ἄπειρα, | ἔσται καὶ τὰ βάρη αὐτῶν ἄπειρα, ὅτι δὲ τοῦτο ἀδύνατον, διὰ πολλῶν δείκυνται.
6
Cael. I 8, 276a 18–I 9, 279b 3

Ἔτι ὅτι οὐδὲ ἄπειρα σώ- | ματα οἶόν τε εἶναι· οὐδὲ οὐρανούς, πλείους τοῦ ἑνός· πολλοῖς γὰρ ἀτόποις περιπεσεῖται ὁ ταῦτα ὑποτιθέμενος. | τίθησιν οὖν πρῶτον τὰς πίστεις τοῦ μὴ ἐνδέχεσθαι ἄλλως ἔχειν. εἶτα τοὺς τῶν ἐναντίων λόγους σκεψάμενος, καὶ διαλυ- | σάμενος αὐτούς, ἀποφαίνεται δεικνὺς διὰ πάντων, ἕνα καὶ μόνον εἶναι τὸν οὐρανόν. διὰ | τὸ ἐξ ἅπαντος αὐτὸν τοῦ φυσικοῦ καὶ τοῦ αἰσθητοῦ συνεστάναι σώματος. καὶ πᾶσαν τὴν ὕλην περιει- | ληφέναι· ὅτι δὲ ἐξ ἅπαντος τοῦ φυσικοῦ συνέστηκε σώματος, δείκνυσι μετὰ τοῦτο, τριχῶς γὰρ φησὶ τοῦ | οὐρανοῦ λεγομένου. πρῶτον μὲν τοῦ φυσικοῦ σώματος τοῦ ἐν τῇ ἐσχάτῃ περιφορᾷ, δεύτερον τοῦ συνεχοῦς | σώματος ἐν ᾧ σελήνη καὶ ἥλιος. καὶ τρίτον τοῦ περιεχομένου σώματος ὑπὸ τῆς ἐσχάτης περιφορᾶς, ἤτοι | τοῦ ὅλου καὶ τοῦδε τοῦ παντός, τοῦτο τὸ ὅλον τὸ ὑπὸ τῆς ἐσχάτης περιφορᾶς περιεχόμενον, ἐξ ἅπαντος | ἀνάγκη συνεστάναι τοῦ φυσικοῦ καὶ τοῦ αἰσθητοῦ σώματος· ἐπεὶ μηδέν ἐστι σῶμα οὐδὲ ἐνδέχεται | γενέσθαι ἔξω τοῦ οὐρανοῦ. ὥστε φησίν, οὔτε νῦν εἰσι πλείους οὐρανοὺς, οὔτε ἐγένοντο. οὔτε ἐν- | δέχεται γενέσθαι πλείους. ἀλλὰ εἷς καὶ μόνος καὶ τέλειος οὕτος οὐρανὸς ἐστίν.
7
Cael. I 10, 279b 4–280a 23

Ἐπεὶ δὲ Πλάτων μὲν | γεννητὸν αὐτὸν ἐδόξαζεν, ἀΐδιον δὲ ἐσόμενον. οἱ δέ, ποτὲ μὲν γεννᾶσθαι ποτὲ δὲ φθείρεσθαι. καὶ | τοῦτο ἀεὶ διατελεῖν οὕτως, Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος καὶ ὁ Ἐφέσιος Ἡράκειτος ὑπῆρχον | οὗτοι, καὶ τούτους ἐλέγχει· πειρώμενος ἀγέννητον αὐτὸν ἀποδεῖξαι καὶ ἄφθαρτον, καὶ πρῶτον | τὸν Πλάτωνα, ἀδύνατον εἶναι λέγων τὸ γεγονὸς ἀΐδιον εἶναι. ἀνάγκη δὲ πᾶσα ἀρξάμενον καὶ φθαρῆναι. | τῷ αὐτῷ δὲ λόγῳ καὶ ἡ Ἐμπεδοκλέους καὶ Ἡρακλείτου διασείται δόξα· καὶ γὰρ οὗτοι ποτὲ μὲν διακρίνεσθαι | τὸν κόσμον τῷ νείκει λέγοντες εἰς τὰ ἐξ ὧν συγκείται ποτὲ δ’ αὖ συγκρίνεσθαι τῇ φιλίᾳ, ἀϊδιότητα | φαίνονται τοῦ κόσμου τιθέμενοι. τὰ γὰρ στοιχεῖα συνιόντα πάλιν, οὐχὶ τὴν τυχοῦσαν, ἀλλὰ τὴν αὐτὴν τάξιν | ποιοῦσιν· ὥστε καὶ οὗτοι ἀΐδιον μὲν αὐτὸν κατασκευάζουσιν, μεταβάλλοντα δὲ μόνον τὴν μορφήν· | ὥσπερ εἴ τις ἐκ παιδὸς ἄνδρα γινόμενον καὶ ἐξ ἀνδρὸς παῖδα, ὁτὲ μὲν φθείρεσθαι, ὁτὲ | δὲ εἶναι οἴοιτο· ἀρκεῖ τοίνυν καὶ πρὸς αὐτούς, ἡ πρὸς Πλάτωνα ἀντίρρησις, καὶ οὐδὲν δεῖ προσθεῖναι.
8
Cael. I 11, 280b 1–281a 27

| Ἐπεὶ δ’ αὐτὸς ἀγέννητον αὐτὸν καὶ ἄφθαρτον προτίθεται δεῖξαι, προδιαλαμβάνει πρῶτον περὶ ἀγεννήτου | καὶ γεννητοῦ καὶ φθαρτοῦ καὶ ἀφθάρτου κατὰ πόσους τρόπους λέγονται, καὶ πρῶτον περὶ ἀγεννήτου. ὅτι τριχῶς | ἓνα μὲν γὰρ τρόπον ἀγέννητον λέγεται, ἑὰν ᾗ τί νῦν πρότερον μὴ ὂν ἄνευ γενέσεως καὶ μεταβολῆς, καθάπερ ἔνιοι | τὸ ἅπτεσθαι καὶ κινεῖσθαι καὶ τὸ ὁρᾶν λέγουσι· ἄλλον δέ, τὸ ἐνδεχόμενον μὲν γίνεσθαι ἢ γενέσθαι. μήπω δὲ ὄν, | οἷον ἡ μήπω γενομένη οἰκία. καὶ τρίτον, τὸ ὅλως ἀδύνατον γενέσθαι, ὥστε ὁτὲ μὲν εἶναι, ὁτὲ δὲ μή· ὅπερ | καὶ κυρίως ἀγέννητον· : τοσαυταχῶς δὲ καὶ τὸ γεννητόν· ἕνα μὲν γὰρ τρόπον γεννητὸν λέγεται, εἰ μὴ ὂν πρότερον, ὕστερον ἐστίν. | εἴτε γενόμενον εἴτε ἄνευ τοῦ γίνεσθαι, ὁτὲ μὲν μὴ ὄν, πάλιν δὲ ὄν· οἷον ὡς ἐπὶ παραδείγματος τῆς ἁφῆς. | ἁρμόζει γὰρ κανταῦθα. ἄλλως γεννητόν, τὸ δυνατὸν γενέσθαι, κἂν μήπω γέγονε. καὶ τρίτον, οὗ ἡ γένεσις ἐκ τοῦ | μὴ ὄντος εἰς τὸ ὂν εἴτε ἤδη ὄντος, διὰ τοῦ γίνεσθαι δὲ ὄντος, εἴτε καὶ μήπω ὄντος, ἀλλ’ ἐνδεχομένου. | καὶ περὶ τοῦ φθαρτοῦ δὲ καὶ ἀφθάρτου ὡσαύτως. εἴτε γὰρ πρότερόν τι μὴ ὄν, ὕστερον | μὴ ἔστιν ἢ ἐνδέχεται μὴ εἶναι, κἄντε διὰ χρονικῆς παρατάσεως φθείρηται καὶ μεταβάλλῃ, κἄντε | μὴ οὔτως, ἀλλὰ ἀθρόον ὡς ἡ ἁφή, δηλονότι καὶ τὸ ὁρᾶν, τοῦτο φθαρτὸν εἶναι λέγομεν. ἔστι δ’ ὅτε|2r | καὶ τὸ διὰ τοῦ φθείρεσθαι ἐνδεχόμενον μὴ εἶναι, φθαρτὸν εἶναι φαμέν. καὶ ἕτι ἄλλως τὸ ῥαδίως φθείρομενον. | ὃ εἴποι τις ἂν, εὔφθαρτον. ἄφθαρτον δὲ λέγεται, πρῶτον μέν, τὸ ἄνευ φθορᾶς ὁτὲ μὲν ὅν, ὁτὲ δὲ | μὴ ὄν, οἷον αἱ ἁφαί· ὅτι ἄνευ τοῦ φθείρεσθαι, πρότερον οὖσαι, νῦν οὐκ εἰσί, δεύτερον δέ, τὸ ὂν μέν. | δυνατὸν δὲ μὴ εἶναι· ὅπερ εἰ καὶ κατὰ τὸ δυνατὸν μὴ εἶναι, φθαρτὸν ἂν κληθείη μᾶλλον, ἀλλὰ κατά γε | τὸ νῦν εἶναι, ἄφθαρτον αὐτὸ καλοῦμεν· τρίτον τὸ οὐκ ἐσόμενον ποτέ, νῦν δὲ ὄν, ἀλλ’ ἀεὶ ὄν δηλονότι. | ἐπεὶ τὸ ὂν ἀεί, οὐδέποτε λεχθήσεται ἔσεσθαι. τέταρτον τὸ μὴ ῥαδίως φθειρόμενον, ὡς ὁ ἀδάμας τυχόν. | πέμπτον τὸ καὶ μάλιστα καὶ κυρίως λεγόμενον ἄφθαρτον. τὸ ὂν μέν, ἀδύνατον δὲ φθαρῆναι | οὕτος, ὥστε νῦν ὄν, ὕστερον [[δὲ]] μὴ εἶναι. ἢ ἐνδέχεσθαι μὴ εἶναι, καὶ οὐχ ὡς τὸ μήπω ἐφθαρμένον, ἐν- | δεχόμενον δὲ ὕστερον μὴ εἶναι· ἀλλὰ τὸ μηδέτοτε μηδαμῶς φθαρησόμενον δηλονότι. εἰ δὴ ταῦτα οὕτως | ἔχει, ἐπεὶ ἐν τοῖς τοῦ γεννητοῦ καὶ ἀγεννήτου καὶ τοῖς τῶν ἄλλων σημαινομένοις ἐμνήσθημεν τοῦ δυνατοῦ καὶ ἀδυνατοῦ | τότε γὰρ κυρίως ἄφθαρτον λέγομεν τὸ μὴ δυνάμενον φθαρῆναι ποτέ, καὶ ἀγέννητον αὖθις τὸ μὴ δυνάμενον | γενέσθαι οὕτως ὥστε πρότερον μὲν μὴ εἶναι· ὕστερον δὲ εἶναι, ἰστέον ὅτι τὸ δυνατὸν καὶ ἀδύνατον, | κατὰ τὴν ὑπεροχὴν λέγομεν ὡρισμένην οὖσαν· οἷον τὸ δυνατὸν βαδίσαι ἑκατὸν στάδια, | ἑκατὸν στάδια λέγομεν δύναται βαδίζειν, καὶ οὔτε πλείω οὔτε ἐλάττω· πλείω μὲν γὰρ οὐ δύναται, | ἐλάττω δέ, δύναται μέν· ἴσως δὲ καὶ μᾶλλον· εἰ γὰρ ἑκατόν, πολλῶ μᾶλλον καὶ δέκα, ἀλλ’ ὥσπερ | εἴρεται· ἡ δύναμις τῆς ὑπεροχῆς ἐστί· ὁμοίως δὲ καὶ τὸ μὴ δυνάμενον χίλια βαδίσαι στάδια, | ὐδὲ χίλια καὶ ἕν· ἐπεὶ τοίνυν ἡ δύναμις πρὸς τὸ πλεῖον ἀεὶ λέγεται.
9
Cael. I 12, 281a 28–283b 22

Ὡρισμένον μέντοι γε, ὅτε | λέγομεν ἕνια δυνατὰ εἶναι καὶ μή, ἀνάγκη κἀνταῦθα χόνον τινὰ ὡρίσθαι τὸν πλεῖστον καὶ τοῦ | εἶναι καὶ τοῦ μή. λέγω δ’ ὃν δυνατὸν τὸ πρᾶγμα εἶναι, καὶ ὃν δυνατὸν μὴ εἶναι· καθ’ ὁποιανοῦν | κατηγορίαν· εἰ γὰρ μὴ ἔσται ὡρισμένος, ἄπειρον ἔσται χρόνον δυνατὸν εἶναι, καὶ μὴ | εἶναι ἄλλον ἄπειρον, ἀλλ’ ἀδύνατον· ὅπως δέ, προσεκτέον, δείκνυσι γὰρ αὐτὸ οὕτως. | φησὶν ὅτι τὸ ἀδύνατον καὶ τὸ ψεῦδος, οὐ ταυτὸν σημαίνει· ἐπιπλέον γάρ ἐστι τὸ ἀδύνατον. τὸ μὲν γὰρ | ἀδύνατον, πάντως καὶ ψεῦδος· τὸ δὲ ψεῦδος, οὐ πάντως ἀδύνατον· τῷ μὲν οὖν ψεύδει | ἀκολουθεῖ ψεῦδος. τῷ δὲ ἀδυνάτῳ, ἀδύνατον. ψεῦδος μὲν οὖν οὐκ ἀδύνατον δέ, τὸ σὲ | μὴ ἐστῶτα, φάναι ἑστάναι· τὸ δέ γε ἅμα ἑστάναι καὶ καθῆσθαι, καὶ ψεῦδος καὶ ἀδύνατον, τοῦ μὲν γὰρ | καθῆσθαι καὶ ἑστάναι, ἅμα ἔχει τὴν δύναμιν· ὅτι ὅτε ἔχει ἐκείνην, καὶ τὴν ἑτέραν· ἀλλ’ οὐχ ὥστε | ἅμα καθῆσθαι καὶ ἑστάναι· ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ. εἰ δέ τι ἄπειρον χρόνον ἔχει πλει- | όνων δύναμιν. καὶ οὐχ ὡρισμένον, οὐκ ἔστιν ἐν ἄλλῳ χρόνῳ· ἀλλὰ ἅμα εἶναι τὰ ἀντικείμενα· | ἅμα ἄρα ἔσται τὲ καὶ οὐκ ἔσται κατ’ ἐνέργειαν· ὅπερ καὶ ψεῦδος ἐστὶ καὶ ἀδύνατον. ἐκ τοῦ | πάντως καὶ τὰς ὑποθέσεις εἶναι τοιαύτας. ἅπαν ἄρα τὸ ἀεὶ ὄν, ἁπλῶς ἄφθαρτον. ὁμοίως δὲ | καὶ ἀγέννητον. οὐκ ἄρα ἐνδέχεται τὸ αὐτὸ καὶ ἕν, ἀεί τε δύνασθαι εἶναι· καὶ ἀεὶ μὴ εἶναι· ἀλλὰ μὴν οὐδὲ τὴν | ἀπόφασιν τῆς ἁπλῆς καταφάσεως, οἷον τὸ μὴ ἀεὶ εἶναι· δῆλον οὖν ὅτι τὸ ἀεὶ ὄν, οὐ φθαρτόν ἐστιν. οὐδὲ | γεννητόν. εἰ γὰρ τὸ ἀεὶ ὂν οὐκ ἐνδέχεται ποτὲ μὴ εἶναι, ἀδύνατον γεννητὸν εἶναι· τὸ μὲν οὐν γενητὸν καὶ τὸ | φθαρτὸν δείκνυσιν ἀναντιρρήτοις ἀποδείξεσιν, ἀκολουθεῖν ἀλλήλοις, ὁμοίως δὲ καὶ τὸ ἄφθαρτον καὶ ἀ- | γέννητον, οἷς ἐξ ἀνάγκης ἀκολουθεῖ καὶ τὸ ἀΐδιον. διὰ πολλῶν οὖν καὶ βιαίων ἀναγκῶν, ἄφθαρτον τὸν οὐρανὸν | καὶ ἀγέννητον ἤτοι ἀΐδιον ἀποδείξας, περαίνει τὸ αον βιβλίον : +