Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 11 in Vat. gr. 244 (ff. 173r–174v). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 11.

ιδ΄
Anal. Pr. I 11, 31a 18–33

〈Ἐν δὲ τῷ τελευταίῳ – ἐξ ἀνάγκης〉

Πληρώσας τὴν μίξιν τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος ἐπί τε τοῦ πρώτου καὶ τοῦ δευτέρου σχήματος, καὶ δείξας ποταπὰ συμπεράσματα συνάγονται διὰ τῆς ἀντιστροφῆς τῆς μείζονος οὔσης ἀναγκαίας ἢ ὑπαρχούσης, μόνον δὲ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος, τὸν ἀπὸ τῆς 'πᾶς' καὶ 'οὐ πᾶς' μὴ δυνάμενος δεῖξαι διὰ τῆς ἀντιστροφῆς (διὰ τὸ τὴν 'οὐ πᾶς' μὴ ἀντιστρέφειν πρὸς ὡρισμένον τί, μήτ' αὖ δύνασθαι τὴν 'πᾶς' ἀντιστρέψαι, ἵνα μὴ γένωνται καὶ αἱ δύο προτάσεις μερικαὶ καὶ ἀσυλλόγιστον ἐντεῦθεν ἔσται τὸ σχῆμα, δείκνυσι τοῦτον διὰ τῶν ὅρων ὅτι ὑπάρχει· συνάγεται τὸ συμπέρασμα, κᾂν ἡ 'πᾶς' ἀναγκαία ληφθῇ, κᾂν ἡ 'οὐ πᾶς'), νῦν δὲ θεωρεῖ καὶ ἐπὶ τοῦ τρίτου σχήματος οἷα συμπεράσματα συνάγονται ἐκ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ ὑπάρχοντος. καὶ προσθέμενος τὸν πρῶτον τρόπον τοῦ πρώτου σχήματος, τὸν ἀπὸ τῆς 'πᾶς' καὶ 'πᾶς' διδάσκει ἀναγκαῖον συνάγεσθαι τὸ συμπέρασμα, κᾄν τε ἡ ἐλάττων πρότασις ἀναγκαία ληφθῇ, κᾄν τε ἡ μείζων· ἀντιστρέφει γὰρ ἀεὶ τὴν ὑπάρχουσαν πρότασιν καὶ εὑρίσκεται ἐντεῦθεν ἡ μείζων πρότασις ἀναγκαία· τῇ δὲ μείζονι τῶν προτάσεων παρέδωκεν ἀκολουθεῖν τὸ συμπέρασμα. ἀπορεῖται ἐνταῦθα· καὶ διατί οὐκ ἀντιστρέφει καὶ τὴν ἀναγκαίαν, ἀλλὰ μόνην τὴν ὑπάρχουσαν ἐπὶ τοῦ πρώτου τρόπου τοῦ τρίτου σχήματος; καὶ ὁ μὲν ἐξηγητὴς λέγει ὅτι ὁ φιλόσοφος παρηκολούθησε τῷ ἔθει· οὕτω γὰρ ἐκράτησε φησὶ ἔθος τοῖς παλαιοῖς γίνεσθαι· οὔ μοι δὲ δοκεῖ ἡ λύσις αὐτοῦ ἔχειν τὸ ἰσχυρόν. |f. 173v ἡμεῖς δὲ λέγομεν ὅτι εἰκότως ἀντιστρέφει τὴν ὑπάρχουσαν μόνην πρότασιν πρὸς τὴν φύσιν ἀποβλέψας τοῦ ἀναγκαίου τε καὶ τοῦ ὑπάρχοντος· τὸ μὲν γὰρ ἀναγκαῖόν ἐστι ἀμετάτρεπτον καὶ ἀμετάβλητον καὶ ἀεὶ ὑπάρχον· ἀεὶ γὰρ ὁ ἄνθρωπος λογικὸς καὶ ἀεὶ ἀναπνεῖ· τὸ δὲ ὑπάρχον τρεπτὸν καὶ ἀλλοιωτόν· οὐ γὰρ ἀεὶ ὁ Σωκράτης κάθηται ἢ περιπατεῖ, ἀλλ’ ἔστιν ὅτε καὶ ἵσταται ἢ ἡρεμεῖ. ἀλλὰ καὶ αὐτὸς ὁ φιλόσοφος εἴρηκεν 'ὃ ὑπάρχει μηδενί, τοῦτο ὑπάρχειν καὶ παντί', καὶ ἀποβλέψας πρὸς τὸ τρεπτὸν τοῦ ὑπάρχοντος τρόπου καὶ πρὸς τὸ μὴ ἀεὶ εἶναι αὐτὸν παρέδωκέ σοι τὴν ὑπάρχουσαν πρότασιν ἐπὶ τούτου τοῦ τρόπου μόνην ἀντιστρέφειν:–
ιε΄
Anal. Pr. I 11, 31b 4

"Ἔτι δὲ καὶ διὰ τῶν ὅρων ἂν εἴη φανερὸν"

Δείξας διὰ τῆς ἀντιστροφῆς τὸν δεύτερον τρόπον τοῦ τρίτου σχήματος, τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς ὑπαρχούσης προτάσεως, τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ἀναγκαίας, ὅτι τὸ 'οὐ παντὶ' ὑπαρχόντως συνάγει συμπέρασμα, δείκνυσι τὸν αὐτὸν καὶ διὰ τῶν ὅρων· καὶ λέγει ὅτι ἐνδέχεται καὶ ἐγχωρεῖ τὸ ἀγαθὸν μηδενὶ ἵππῳ ὑπάρχειν, τὸ δὲ ζῷον ἐξ ἀνάγκης ὑπάρχειν παντὶ ἵππῳ:–
ιστ΄
Anal. Pr. I 11, 31b 7–8

""

|f. 174r Tὸ δὲ 'ἀλλ’ οὐκ ἀνάγκη ζῷόν τι μὴ εἶναι ἀγαθόν' ληπτέον 'ἀλλ’ οὐ πᾶν ζῷον ἐξ ἀνάγκης ἔσται ἀγαθόν', ὅπερ ἰσοδυναμεῖ τῷ 'τὸ ἀγαθὸν οὐ παντὶ ζῴῳ ὑπαρχόντως', ὅπερ ἐστὶν τὸ συμπέρασμα· πῶς γὰρ τὸ ἀγαθὸν ἔσται οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης, εἴ γε ἐνδέχεται πᾶν ζῷον εἶναι ἀγαθόν; ἕκαστον γὰρ τῶν ζῴων φυσικόν τι ἔχει ἀγαθόν· εἰ δὲ μὴ τοῦτο δυνατόν, ἤγουν εἰ δὲ μὴ ἐγχωρεῖ πᾶν ζῷον εἶναι ἀγαθὸν διὰ τὸ τινὰ αὐτῶν εἶναι ἰοβόλα καὶ βλαπτικά (ὡς ὁ σκορπίος, ἡ ἀσπίς, ὁ βασιλίσκος καί τινα τοιαύτα), τοὺς μὲν ὅρους τούτους, οὓς ἐλάβομεν, ἐατέον ὡς ἀμφιβολίαν τινὰ ἔχοντας, λάβε δὲ τὸ A ἐγρήγορσιν ἢ τὸ καθεύδειν· πάντα γὰρ τὰ ζῷα τούτων δεκτικά εἰσιν:–
ιζ΄
Anal. Pr. I 11, 31b 15

"Ἀπόδειξις δὲ ἡ αὐτὴ ἣ καὶ πρότερον·"

ἤγουν ἀποδείξεις τὰ συμπεράσματα τῶν μερικῶν συλλογισμῶν ἢ διὰ τῆς ἀντιστροφῆς, ἢ διὰ τῶν ὅρων, ἢ καὶ δι’ ἀμφοτέρων:–
ιη΄
Anal. Pr. I 11, 31b 37–38

"Ὅταν δὲ τὸ καταφατικὸν ἀναγκαῖον τεθῇ, κᾄν τε καθόλου ἦ κᾄν τε ἐν μέρει"

|f. 174v Καὶ καθόλου μέν ἐστιν τὸ καταφατικὸν ἀναγκαῖον ὡς ἐπὶ τοῦ 'τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως καὶ τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης'· τὸ δὲ μερικὸν καταφατικόν ἐστιν ἀναγκαίον ὡς ἐπὶ τοῦ 'τὸ Α οὐδενὶ τῷ Γ ὑπαρχόντως καὶ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης'· τὸ δὲ στερητικὸν κατὰ μέρος, ἤγουν ἡ 'οὐ πᾶς', ἐστὶν ἀναγκαία ὡς ἐπὶ τοῦ 'τὸ A οὐ παντὶ τῷ Γ ἐξ ἀνάγκης καὶ τὸ Β παντὶ τῷ Γ ὑπαρχόντως'. οὗτοι οἱ ἐκτεθέντες τρεῖς συλλογισμοὶ συνάγουσι συμπέρασμα ὑπάρχον καὶ ἐπὶ τούτων οὖν τῶν τριῶν συλλογισμῶν ἐροῦμεν πάντα τὰ ἄλλα εἶναι καὶ ἐντούτοις τὰ αὐτά, ἃ καὶ ἐπὶ τῶν πρότερον, ἤγουν τῶν ἄλλων συλλογισμῶν, ἐλέγομεν εἶναι· ὡς γὰρ ἐκείνους τοὺς προδηλωθέντας συλλογισμοὺς ἢ διὰ τῆς ἀντιστροφῆς ἐδεικνύομεν ἢ διὰ τῶν ὅρων ἢ δι' ἀμφοτέρων, οὕτω καὶ ἐπὶ τῶν τριῶν τούτων συλλογισμῶν τοὺς μὲν δύο, τοὺς ἀπὸ τῆς 'οὐ πᾶς' καὶ 'πᾶς' τὴν σύστασιν ἔχοντας, δεικνύομεν διὰ ὅρων μόνων· διὰ γὰρ τῆς ἀντιστροφῆς ἀδύνατον δεῖξαι τούτους διὰ τὸ τὴν 'οὐ πᾶς' μὴ ἀντιστρέφειν ὡρισμένως καὶ διὰ τὸ τὴν 'πᾶς' ἀντιστρέφειν πρὸς τὴν 'τίς'· τὸν δὲ ἀπὸ τῆς 'οὐδεὶς' καὶ 'τὶς' συλλογισμόν ἐστιν καὶ διὰ ὅρων δεῖξαι καὶ δι' ἀντιστροφῆς:–