An. III 10, 433b 22–25

〈οἷον ὁ γιγγλυμός – μεγέθει δ' ἀχώριστα〉

Δεῖ, φησίν, εἶναί τι τοιοῦτον ἐν τῷ ζῴῳ δι' οὗ ἡ ὄρεξις κινεῖ τὸ ζῷον, οἷον ἐν θύραις καὶ κιβωτίοις ὁ γιγγλυμὸς δι' οὗ κινοῦνται. γιγγλυμὸς δέ ἐστι δύο σωμάτων σύνθεσις καὶ ἁρμογή κατὰ τὰ πέρατα, ἐχόντων τοῦ μὲν κυρτότητα τοῦ δὲ κοιλότητα, καὶ [[ἐμβιβα]]ζομένης τῆς κοιλότητος ἐν τῇ κυρτότητι, τοῦ μὲν τὴν κοιλότητα ἔχοντος ἀκινήτου μένοντος, κινουμένου δὲ περὶ αὐτὸ τοῦ τὴν κυρτότητα ἔχοντος· τοῦτο γάρ ἐστι τὸ περιαγόμενον. τοιοῦτόν τί φησιν καὶ ἐν τοῖς ζῴοις τὸ δι' οὗ κινεῖ ἡ ὄρεξις τὸ ζῷον, ὃ καὶ αὐτὸ μεταξὺ κινούμενον δεῖ εἶναι καὶ ἀκίνητον, μᾶλλον δὲ ἐκ κινοῦντος συγκινεῖσθαι καὶ κινουμένου. τοιοῦτον δέ ἐστι τὸ ψυχικὸν πνεῦμα (διὰ τούτου γὰρ κινεῖ τὸ ζῷον ἡ ὄρεξις), ὅπερ ἀρχή πως ἐστι καὶ τελευτή, ὥσπερ καὶ ὁ γιγγλυμός. τέλος μέν ἐστι τοῦ ἀκινήτου, λέγω δὴ τοῦ περὶ ἡ κοίλη ἐπιφάνεια, ἀρχὴ δὲ τοῦ κινουμένου, λέγω δὴ τοῦ περὶ ὃ ἡ κυρτή. οὕτω δὴ καὶ τὸ ψυχικὸν πνεῦμα· τέλος μὲν γάρ ἐστι τῆς ψυχικῆς ἐλλάμψεως. καθὸ μὲν γὰρ τὰς ψυχικὰς ἐλλάμψεις δέχεται, εἴη ἂν τελευτή· ἐν αὐτῷ γὰρ ἀποτελευτῶσιν αἱ τῆς ψυχῆς ἐλλάμψεις καὶ ζωαί, ὧν ἄνευ οὐκ ἄν ποτε κινη(θείη) τὸ σῶμα. καθὸ δὲ μέσον ὂν ψυχῆς τε καὶ τοῦ παχέος σώματος αὐτῶν(?) κινεῖ τὸ σῶ(μα) τῆς ἐν αὐτῷ ὑπαρχούσης παρὰ τῆς ψυχῆς ζωῆς ἐνδιδοῦν τῷ σώ(ματι), ἀρχὴ ἄν εἴη. οὕτω δὲ καὶ ἓν καὶ οὐχ ἕν, ὥσπερ καὶ ὁ γιγγλυμός· ἓν μὲν γὰρ ἡ κυρτὴ καὶ ἡ κοίλη τῷ ὑποκειμένῳ (ἐφαρμόζουσι γάρ), οὐχ ἓν δὲ τῇ σχέσει. οὕτω καὶ πνεῦμα ὡς μὲν ἐζωωμένον ἕν τι ἐστί, ἄλλο δέ τι ἐστὶν αὐτῷ τὸ ἐζωῶσθαι καὶ ἄλλο τὸ πνεῦμα εἶναι. τὸ αὐτὸ δὲ καὶ κινούμενον καὶ ἀκίνητον· ᾗ μὲν γὰρ μετέχει τῆς ψυχικῆς ἐλλάμψεως ἀσωμάτου οὔσης, ταύτῃ ἀκίνητον, ᾗ δὲ σῶμα ὂν ὑπὸ τῆς ἐν αὐτῷ ζῶης κινεῖται, ταύτῃ κινούμενον· ὥστε τὸ αὐτὸ κατά τι μὲν κινούμενον κατά τι δὲ ἀκίνητον. τὸ αὐτὸ δέ ἐστι πάντα τὰ ὀργανικῶς κινοῦντα· πάντως γὰρ περί τι μένον κινοῦσι. ὥσπερ καὶ ἡ τῆς σφαίρας κίνησις περὶ τὸ κέντρον μὲν περιάγεται καὶ τὸ πηδάλιον κινοῦν τὸ πλοῖον περί τι μένον κινεῖ, τὸ ἐφ' ᾧ περιάγεται, καὶ οἱ πόδες ὀργανικῶς τὸ σῶμα κινοῦντες πᾶν, οὕτω κινοῦσι· θατέρου γὰρ μένοντος θατέρου δὲ κινουμένου συμβαίνει τὸ σῶμα κινεῖσθαι· διὸ καὶ ἀμοιβαῖαι ἕτερα παρ' ἑτέραν ἡ στάσις ἐν τῇ πορείᾳ γίνεται, καὶ ἕκαστον δὲ τῶν μορίων τοῦ σώματος περὶ τὸ κοῖλον τοῦ ... κινεῖται, καὶ ὅσα δι' ὀργάνων, καθάπερ εἶπον, κινεῖται καὶ μὴ ὑπό τινος ῥύμης τῆς ἐξ ἀρχῆς ὑπὸ τοῦ κινηθέντος ἐνδιδομένης ἢ ῥοπῆς φυσικῆς, ὥσπερ ἐπὶ τῶν κυλιομένων ἢ τῆς καταφερομένης βώλου, πάντως διά(?) τινος τοῦ μὲν μένοντος τοῦ δὲ κινουμένου ποιεῖται τὴν κίνησιν. τοιοῦτον οὖν ἐστι, φησί, καὶ ἐν τῷ ζῴῳ τὸ πνεῦμα, δι' οὗ ἡ ὀρεκτικὴ τῆς ψυχῆς δύναμις κινεῖ τὸ ζῷον. ὅτι δὲ τοῦτό ἐστι τὸ δι' οὗ καὶ αἱ κινήσεις αἱ τοπικαὶ καὶ αἱ αἰσθητικαὶ χορηγοῦνται τῷ σώματι, σαφὲς ἐκ τῶν συμβαινόντων περὶ τὸν ἐγκέφαλον· ἐκ τούτου γὰρ τοῦ πνεύματος τοῦ ψυχικοῦ προϊόντος ἐπὶ τὸ λοιπὸν σῶμα διά τε τῶν αἰσθητικῶν καὶ κινητικῶν νεύρων, ἐπειδ' ἂν μεταξὺ νεῦρον ἐκφραχθῇ ὡς μηκέτι λοιπὸν χορηγεῖσθαι δι' αὐτοῦ τὴν αἰσθητικὴν ἢ κινητικὴν τῷ σώματι δύναμιν, τὰ μὲν ἀνωτέρω τοῦ ἐμφραχθέντος τόπου μόρια, ἀφθόνως καὶ αἰσθήσεως και κινήσεως ἀπολαύει, τὰ δὲ κάτω οἶσπερ ἐξ ἐκείνου αἴσθησις καὶ κίνησις ἐχορηγεῖτο, ἄμοιρα γίνεται τούτων. καλῶς οὖν εἴρηται ὅτι τὸ ψυχικὸν πνεῦμά ἐστι τὸ δι' οὗ ἡ ψυχὴ οὐ μόνον τὰς κινητικὰς ἀλλὰ καὶ τὰς αἰσθητικὰς ἐνεργείας χορηγεῖ τῷ σώματι:-
An. III 10, 433b 07–08

〈Ὁ μὲν γὰρ νοῦς διὰ τὸ μέλλον – ἐπιθυμία διὰ τὸ ἤδη 〉

Οὐδεὶς τοῦ παρόντος ὀρέγεται· συνδιάθεσις μὲν γὰρ πρὸς τὸ παρὸν γίνεται, καὶ οἷον στοργή, ὄρεξις δὲ οὔ· ἡ γὰρ ὄρεξις δίωξίς τίς ἐστιν ἢ φυγή, οὐδεὶς δὲ τὸ παρὸν διώκει:-
An. III 10, 433b 15–16

〈Ἔστι δὲ τὸ μὲν ἀκίνητον τὸ πρακτὸν ἀγαθόν〉

Ἀκίνητον δὲ οὐχ ὡς καθ' αὑτό (ἐν γὰρ μεταβολῇ τὰ πρακτὰ καὶ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν), ἀλλ' ὡς ἐν τῷ κινεῖν τὴν ὄρεξιν οὐ κινούμενα, ἵνα κινήσῃ· τῷ γὰρ μένειν ἀγαθὰ ἤτοι φαίνεσθαι κινεῖ :-
An. III 10, 433b 16–17

〈Τὸ δὲ κινοῦν καὶ κινούμενον τὸ ὀρεκτικόν〉

Οὐ τοπικῶς κινούμενον ἀλλὰ κινοῦν μὲν τοπικῶς, κινούμενον δὲ ὡς ὑπὸ τοῦ ὀρεκτοῦ πρὸς αὐτὸ τὸ ἐνεργείᾳ ὀρέγεσθαι διεγειρόμενον. τὴν ὀρεκτικὴν ἐνέργειαν κίνησιν λέγει διὰ τὸ εἰς κίνησιν πάντως ἀποτελευτᾶν .
An. III 10, 433b 25–27

〈πάντα γὰρ ὤσει – τὴν κίνησιν〉

Πάντα ἔμψυχά τε καὶ ἄψυχα ὤσει καὶ ἕλξει κινεῖται. καὶ γὰρ τὰ κύκλῳ κινούμενα διὰ τὴν τῶν μορίων ἀλληλουχίαν τὰ μὲν ἡγούμενα ἕλκει τὰ ὄπισθεν, τὰ δὲ ἑπόμενα ὠθεῖ τὰ ἡγούμενα. οὕτω καὶ ἐπὶ τῶν κατ' εὐθεῖαν κινουμένων, οἷον ἐπὶ τῆς φερομένης ἐπὶ τὸ κάτω βώλου· τὰ μὲν γὰρ ἄνω μέρη ὑπὸ τοῦ συμφύτου μέρους ἐπὶ τὸ κάτω φερόμενα ὠθεῖ τὰ πρὸ αὐτοῦ, ἐκεῖνα δὲ πάλιν καὶ αὐτὰ ὑπὸ τῆς συμφύτου ῥοπῆς φερόμενα ἕλκει τὰ ἐπάνω. τοῦτο δὲ συμβαίνει διὰ τὸ συνεχὲς τῶν μερῶν(?) πλειόνων ὄντων:-