τὸ περὶ ἑρμηνείας ἡ παροῦσα πραγματεία ἐπιγέγραπται· διότι ἀποφανντικὸν λόγον διαλαμβάνει· ὁ δὲ ἀποφαντικὸς λόγος ἑρμηνεία καὶ καλεῖται καὶ διότι μόνος αὐτὸς ἑρμηνεύει καὶ παρίστησι τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος· ἢ ὅτι καὶ τὰ νοήματα τὰ ψυχικὰ μόνος αὐτὸς ὁ ἀποφαντικὸς παριστᾶ λόγος:-
σημείωσαι τὸν σκοπὸν· ἔστιν οὖν ἡ πρόθεσις τῆς προκειμένης ὡς συνελόντι φάναι ἐκ τῆς πρώτης συνθέσεως τῶν ἁπλῶν φωνῶν· τῆς κατὰ τὸ κατηγορικὸν εἶδος τοῦ ἀποφαντικοῦ λόγου γινομένης· τοῦτο τοίνυν τὸ ἀποφαντικὸν εἶδος τοῦ λόγου ἑρμηνείαν ἀξιοῖ ὁ ἀριστοτέλης ὡς ἑρμηνεῦον τὴν γνῶσιν τῆς ψυχῆς:-