Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 10 im Vat. gr. 244 (ff. 171v–173r). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 10.

ι΄
Anal. Pr. I 10, 30b 9–13

〈Ἔστω γὰρ – τὸ Α ἐστίν〉

Ἔστω γὰρ δὴ πρῶτον στερητικὴ ἀναγκαία καὶ τὸ Α ἐνδεχέσθω, ἤγουν ἐγχωρείτω, μηδενὶ τῷ Β ὑπάρχειν ἐξ ἀνάγκης, τὸ δὲ Α ὑπαρχέτω παντὶ τῷ Γ ὑπαρχόντως, συναχθήσεται συμπέρασμα, ὅτι τὸ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης. εἰ γοῦν ἀντιστρέψεις τὴν ΑΒ καὶ εἴπῃς τὸ Β οὐδενὶ τῷ Α ἐξ ἀνάγκης, τὸ Α παντὶ τῷ Γ ὑπαρχόντως, γίνεται ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος καὶ τὸ συμπέρασμα ἀκολουθήσει τῇ μείζονι τῶν προτάσεων καὶ ἔσται ἀναγκαῖον:–
ια΄
Anal. Pr. I 10, 30b 24–25

"Ἔτι δ’ εἰ τὸ συμπέρασμά ἐστιν ἀναγκαῖον"

|f. 172r Τοιοῦτόν ἐστιν ὃ λέγει· εἰ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, ἔστι δὲ τὸ Α καὶ οὐδενὶ τῷ Γ ὑπαρχόντως, συμπέρασμα ἔσται ὅτι τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως. ὁ αὐτὸς δὲ συλλογισμός ἐστιν τῷ προῤῥηθέντι καὶ βεβαιοῖ καὶ τοῦτον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· ἐγὼ μὲν οὖν λέγω ὅτι τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως συνάγεται· εἰ δέ τις λέγει 'τὸ ''οὐδενὶ'' ἀνάγκη συνάγεσθαι ἔστω'· καὶ εἰ τὸ B κατὰ σὲ οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης ἐστίν, ἔσται καὶ τὸ Γ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης· πρὸς ἑαυτὴν γὰρ ἡ 'οὐδεὶς' ἀντιστρέφει. ἀντίστρεψον καὶ τὴν πᾶς, καὶ εἰπὲ τὸ B τινὶ τῷ A ἐξ ἀνάγκης, καὶ συνάξεις τὸ Γ οὐ παντὶ τῷ Α ἐξ ἀνάγκης· καὶ αὕτη μὲν ἡ εἰς ἀδύνατον ἀπαγωγή. πρὸς δὲ τὸ γενέσθαι ἐκδηλότερον τὸ ἀδύνατον ἀντίστρεψον καὶ τὴν ΑΓ καὶ εἰπέ, |f. 172v εἰ τὸ Α οὐδενὶ τῷ Γ ὑπαρχόντως, ἔσται καὶ τὸ Γ οὐδενὶ τῷ Α ὑπαρχόντως· ὃ δὲ οὐδενὶ ὑπάρχει, τοῦτο καὶ παντὶ ἔσται, ὡς ἔμαθες· ἔστιν οὖν τὸ Γ παντὶ τῷ Α ὑπαρχόντως. ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς συνήχθη τὸ Γ καὶ οὐ παντὶ τῷ Α ἐξ ἀνάγκης· καὶ ἐπεὶ ἀδύνατόν τι παρηκολούθησε τὸ εἶναι τὸ Γ καὶ παντὶ τῷ Α ὑπαρχόντως καὶ οὐ παντὶ ἐξ ἀνάγκης ἐκ τοῦ ὑποθεῖναι σὲ τὸ Β οὐδενὶ τῷ Γ ὑπάρχειν ἐξ ἀνάγκης, λοιπὸν ψευδής ἐστιν ἡ σὴ ὑπόθεσις καὶ ἀδύνατος· τῇ γὰρ ἀδυνάτῳ ὑποθέσει καὶ ἀδύνατόν τι ἐπακολουθεῖ· ἀληθὲς ἄρα ὅτι τὸ Β οὐδενὶ τῷ Γ ὑπαρχόντως. ἐγὼ μὲν λέγω ὅτι τὸ Β ἐστὶν οὐδενὶ τῷ Γ ὑπαρχόντως· εἰ δὲ τὸ συμπέρασμά ἐστιν ἀναγκαῖον κατὰ σὲ καὶ ἔστι τὸ Β οὐδενὶ τῷ Γ ἐξ ἀνάγκης, συμβαίνει τὸ Γ τινὶ τῷ Α μὲν ὑπάρχειν ἐξ ἀνάγκης, ἤγουν συναχθήσεται συμπέρασμα ὅτι τὸ Γ οὐ παντὶ τῷ Α ἐξ ἀνάγκης:–
ιβ΄
Anal. Pr. 10, 30b 28

"Tὸ δέ γε B τινὶ τῷ A ἀνάγκη ὑπάρχειν"

Τὸ δὲ 'εἴπερ' ἀντὶ τοῦ ἐπεί. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἐπεὶ τὸ ᾱ παντὶ τῷ -β ἐξ ἀνάγκης ὑπῆρχεν· ἀντιστραφήσεται καὶ τὸ -β τινὶ τῷ ᾱ ὑπάρχειν ἐξ ἀνάγκης· οὐδὲν δὲ κωλύει ἀντιστρέψαι καὶ τὴν ᾱ-γ καὶ εἰπεῖν· εἰ τὸ ᾱ οὐδενὶ τῷ -γ ὑπαρχόντως, ἔσται καὶ τὸ -γ οὐδενὶ τῷ ᾱ ὑπαρχόντως· καὶ ληφθῆναι καὶ τὸ ᾱ τοιοῦτον· καθ’ οὗ τὸ -γ κατὰ παντὸς κατηγορηθήσεται· ἔμαθες γὰρ ὅτι εἰ τὸ -γ οὐδενὶ ὑπάρχει τῷ ᾱ ὑπαρχόντως, ἔσται καὶ παντί:–
ιγ΄
Anal. Pr. 10, 30b 31–40

〈Ἔτι κἂν ὅρους – ἀναγκαῖον〉

Ἔτι καὶ διὰ τῶν ὅρων δειχθήσεται ὅτι τὸ συμπέρασμα οὐ συνάγεται ἀναγκαῖον ἁπλῶς, ἤγουν κυρίως· τὸ γὰρ ἀναγκαῖον διττόν ἐστιν· τὸ μέν, τὸ κυρίως ἀναγκαῖον, ὅπερ ἀπολύτως καὶ χωρὶς προσδιορισμοῦ λέγεται, οἷον εἴ τις εἴπῃ τὸν οὐρανὸν ἀναγκαίως κινεῖσθαι ἢ τὸν ἥλιον· τὸ δὲ λέγεται ἀναγκαῖον ἐξ ὑποθέσεως, ὅπερ οὐδὲ κυρίως ἀναγκαῖόν ἐστιν, ἀλλ’ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι, ὅπερ καὶ μετὰ προσδιορισμοῦ λέγεται· οἷον εἴ τις εἴπῃ τὸν Σωκράτην καθήμενον ἀναγκαῖον καθῆσθαι ἔστ’ ἂν κάθηται. ὥστε τούτων τῶν ὅρων, ἤγουν ζῴου, ἀνθρώπου καὶ λευκοῦ, ἔστ’ ἂν τὸ ζῷον, τὸ περιέχον τὸν ἄνθρωπον, ὑπόκειται τοῦ λευκοῦ ἀποφασκόμενον, καὶ ὁ ἄνθρωπος ἄρα, τὸ μέρος τοῦ ζῴου, οὐδενὶ τῷ λευκῷ ὑπάρξει, ἀλλ’ οὐ κυρίως ἐξ ἀνάγκης· πῶς γαρ ἔσται ἐξ ἀνάγκης κυρίως ὁ ἄνθρωπος ἀποφασκόμενος τοῦ λευκοῦ, εἴ γε ἐνδέχεται τὸν ἄνθρωπον ποτὲ γενέσθαι καὶ λευκόν; οὐ μέντοι γε ἔνι δυνατὸν τὸν ἄνθρωπον γενέσθαι λευκόν, ἔστ’ ἂν τὸ ζῷον |f. 173r τοῦ λευκοῦ ἀποφασκόμενον ὑπόκειται· ὥστε τούτων μὲν τῶν ὅρων ληφθέντων, ἀναγκαῖον συνάγεται τὸ συμπέρασμα, ἀλλὰ τὸ ἐξ ὑποθέσεως· οὐ μέντοι γε δὲ τὸ ἁπλῶς καὶ κυρίως ἀναγκαῖον:–