Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 8 im Vat. gr. 244 (ff. 170r–170av). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 8.

|f. 170r Ἀρχὴ τῶν μίξεων
Anal. Pr. I 8, 29b 29–35

〈Ἐπεὶ δ' ἕτερον – ἐνδεχομένων〉

Διδάσκων περὶ τοῦ ἁπλῶς συλλογισμοῦ ἐλάμβανε προτάσεις οὔτε ἀναγκαίας, οὔτε ὑπαρχούσας, οὔτε ἐνδεχομένας, ἀλλὰ ἀπροσδιορίστους καὶ συνελογίζετο. ἐπὶ δὲ τῆς παρούσης πραγματείας διδάσκει εἰ ποταπὸν συμπέρασμα συνάγεται ἐξ ἀνάγκαίων προτάσεων, ὅτι ἀναγκαῖον, καὶ ἐκ τῶν ὑπαρχουσῶν ὑπάρχον, καὶ ἐκ τῶν ἐνδεχομένων ἐνδεχόμενον. εἶτα ποιεῖ μίξιν ἀναγκαίων προτάσεων καὶ ἐνδεχομένων, καὶ ἀναγκαίων καὶ ὑπαρχουσῶν, καὶ θεωρεῖ ποταπὸν συμπέρασμα συνάγεται ἐκ τῆς μίξεως αὐτῶν, ὅθεν καὶ μίξεις ἐκλήθησαν. ἀναγκαῖόν ἐστιν ὃ ὑπάρχει τινὶ ἀεὶ ὡσαύτως, ὡς τὸ λογικόν, τὸ ζῷον, τὸ ἀναπνεῖν ἀεὶ ὑπάρχει τῷ ἀνθρώπῳ. ὑπάρχον δέ ἐστι τὸ θεωρούμενον μὲν ἔν τινι, οὐκ ἀεὶ δέ, ἀλλὰ δυνάμενον καὶ ἀπογενέσθαι· οἷον τὸ καθῆσθαι ὑπάρχει τῷ ἀνθρώπῳ τῷ καθημένῳ, οὐκ ἀεὶ δὲ κάθηται, ἀλλ’ ἔστιν ὅτε καὶ ἵσταται· καὶ τὸ λευκὸν ὑπάρχει τῷ σώματι τοῦ ἀνθρώπου, οὐκ ἀεὶ δέ· ἢ γὰρ νόσος ἢ ἡλιοκαΐα ἠμαύρωσε τὴν λευκότητα. ἐνδεχόμενον δέ ἐστιν τὸ μὴ ὂν δυνάμενον δὲ γενέσθαι ἢ μὴ γενέσθαι· οἷον τῷ Σωκράτει οὐχ ὑπάρχει τὸ λουθῆναι δύναται καὶ μὴ λουθῆναι:–
α΄
Anal. Pr. I 8, 29b 36 – 30a2

Ἐπὶ – μὴ ὑπάρχειν

Οἱ συλλογισμοὶ οἱ ἐξ ἀναγκαίων δύο προτάσεων περαινόμενοι καὶ οἱ ἐκ δύο ὑπαρχουσῶν προτάσεων συναγόμενοι ὁμοίως ἔχουσιν· ὡς γὰρ τιθεμένων τῶν ὅρων, ἤγουν τῶν προτάσεων τῶν ὑπαρχουσῶν, γίνεται ὁ συλλογισμὸς καὶ αὖθις οὐ γίνεται, οὕτω καὶ ἀναγκαίων οὐσῶν τῶν προτάσεων γίνονται οἱ συλλογισμοὶ καὶ αὖθις οὐ γίνονται. σημείωσαι δὲ ὅτι ἐν τῷ εἰπεῖν 'ἐξ ἀνάγκης ὑπάρχειν' ἐδήλωσε τοὺς καταφατικοὺς συλλογισμοὺς καὶ ἐν τῷ εἰπεῖν 'μὴ ὑπάρχειν' ἐδήλωσε τοὺς ἀποφατικούς· ὡς γοῦν, εἰ ληφθῶσι δύο καθόλου καταφατικαὶ ὑπάρχουσαι ἢ ἡ μείζων καθόλου ἀποφατική, ἡ δὲ ἐλάττων καθόλου καταφατική, ἐπὶ τοῦ πρώτου σχήματος γίνεται συλλογισμός, οὐ γίνεται δὲ πάλιν, εἰ ληφθῶσιν αἱ δύο ἀποφατικαὶ ἢ ἡ μείζων καταφατική, ἡ δὲ ἐλάττων ἀποφατική, ἢ αἱ δύο μερικαί, οὕτω καὶ ἐπὶ τῶν συλλογισμῶν τῶν ἐκ δύο προτάσεων ἀναγκαίων γενήσεται συλλογισμὸς ἢ οὐ γενήσεται, ἐὰν ληφθῶσιν αἱ προτάσεις, ὡς εἴπομεν. ἐπὶ δὲ τοῦ δευτέρου σχήματος, ὡς ἔμαθες, ἐὰν αἱ δύο προτάσεις ὦσιν ὁμοιοσχήμονες, συλλογισμὸς οὐ γενήσεται, ἐὰν δὲ ὧσιν ἀνομοιοσχήμονες, οἷον 'πᾶς' καὶ 'οὐδείς', συλλελογισμένον ἐστὶν τὸ σχῆμα· προσέθηκε δὲ τὸ 'σχεδόν', ἵνα δείξῃ κατά τι διαφέρουσιν· εἰ γὰρ καὶ κατὰ πάντα τὰ ἄλλα ἐπίσης ἔχουσιν οἱ συλλογισμοὶ τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος, ἀλλ’ οὖν διαφέρουσιν, ὅτι ἐπὶ μὲν τῶν ὑπαρχόντων συλλογισμῶν ὑπάρχον συνάγεται τὸ συμπέρασμα, ἐπὶ δὲ τῶν ἀναγκαίων ἀναγκαῖον. ἔτι διαφέρουσιν οἱ συλλογισμοὶ τοῦ ἀναγκαίου |f. 170v καὶ ὑπάρχοντος κατὰ τὸν τέταρτον τρόπον τοῦ δευτέρου σχήματος καὶ κατὰ τὸν πέμπτον τοῦ τρίτου, ὡς καὶ προϊὼν ὁ λόγος δείξει:–
β΄
Anal. Pr. I 8, 29b 39 –30a3

〈Πλὴν διοίσει – ἀποδώσομεν〉

Πλὴν διοίσουσι καὶ διαφέρουσιν οἵ τε ἀναγκαῖοι συλλογισμοὶ καὶ οἱ ὑπάρχοντες ἐν τῷ προσκεῖσθαι τοῖς ὅροις καὶ ταῖς προτάσεσι τοῦ ἀναγκαίου συλλογισμοῦ τὸ ἐξ ἀνάγκης ὑπάρχειν· ἐν τούτῳ ἐδήλωσε τὰς καταφατικάς, ἐν δὲ τῷ μὴ ὑπάρχειν ἐδήλωσεν τὰς ἀποφατικάς. καὶ τὸ καθόλου στερητικόν, ἤγουν 'οὐδείς', πρὸς ἐαυτὴν ἀντιστρέφει καὶ ἐπὶ τοῦ ὑπάρχοντος καὶ ἐπὶ τοῦ ἀναγκαίου. καὶ τὸ ἐν ὅλῳ καὶ τὸ κατὰ παντὸς, ἐπίσης ἐν ἀμφοτέροις θεωρεῖται, ἤγουν τῷ ὑπάρχοντι καὶ τῷ ἀναγκαίῳ· ἐν ὅλῳ μὲν γάρ, ὅταν ἀπὸ τοῦ ἐλάττονος ὅρου ἀναδράμῃς εἰς τὸν μείζονα ἐν τῷ συλλογίζεσθαι· οἷον πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία, ὁ ἄνθρωπος ἄρα οὐσία· κατὰ παντὸς δέ, ὅταν συλλογιζόμενος ἄρξῃ ἀπὸ τοῦ μείζονος καὶ κατίῃς εἰς τὸν ἐλάττονα· οἷον ἡ οὐσία παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἡ οὐσία ἄρα παντὶ ἀνθρώπῳ. εἰ δέ τις εἴπῃ πῶς μνημονεύσας τῆς 'οὐδεὶς' οὐκ ἐμνημόνευσε καὶ τῆς 'πᾶς'· καὶ γὰρ καὶ ἡ 'πᾶς' εἰς τὴν 'τὶς' ἀντιστρέφει καὶ ἐπὶ τοῦ ὑπάρχοντος καὶ ἐπὶ τοῦ ἀναγκαίου· ἐροῦμεν ὁτι ἡ 'πᾶς' καὶ ἐπὶ τῶν τριῶν, τοῦ τε ὑπάρχοντος, τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, εἰς τὴν 'τὶς' ἀντιστρέφει· καὶ τούτου χάριν ταύτης οὐκ ἐμνημόνευσε, τῆς δὲ 'οὐδεὶς' ἐμνήσθη, διότι αὕτη ἐπὶ μὲν τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου πρὸς ἑαυτὴν ἀντιστρέφει, ἐπὶ δὲ τοῦ ἐνδεχομένου εἰς τὴν 'τὶς', ὡς ἐμάθετε:–
γ΄
Anal. Pr. I 8, 30a 3–12

〈Ἐν μὲν – τινός〉

Ἐν μὲν οὖν τοῖς ἄλλοις τρόποις τοῦ τε δευτέρου καὶ τοῦ τρίτου σχήματος ὡς ἐπὶ τοῦ ὑπάρχοντος δεικνύεται τὸ συμπέρασμα δι’ ἀντιστροφῆς, οὕτω δείκνυται καὶ ἐπὶ τοῦ ἀναγκαίου· ἐν δὲ τῷ μέσῳ σχήματι, ἤγουν τῷ δευτέρῳ, ὅταν ἡ μὲν μείζων πρότασις ᾖ καθόλου καταφατική, ἡ δὲ ἐλάττων μερικὴ στερητική, ὡς ἐπὶ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος· καὶ πάλιν ἐν τῷ τρίτῳ σχήματι, ὅταν ἡ μὲν ἐλάττων ᾖ καθόλου καταφατική, ἡ δὲ μείζων μερικὴ στερητική, ὡς ἐπὶ τοῦ πέμπτου τρόπου τοῦ τρίτου σχήματος, οὐ γίνεται ἡ ἀπόδειξις τοῦ συμπεράσματος. ὡσαύτως ἐπὶ τοῦ ὑπάρχοντος συλλογισμοῦ καὶ ἐπὶ τοῦ ἀναγκαίου, ἀλλ’ ἐπὶ μὲν τοῦ ὑπάρχοντος δείκνυται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἐπὶ δὲ τοῦ ἀναγκαίου διὰ τῆς ἐκθέσεως· διὰ δὲ τῆς ἀντιστροφῆς οὐκ ἔστι δυνατὸν ταῦτα δεικνῦναι· εἰ γὰρ ἡ 'πᾶς' ἀντιστρέφει πρὸς τὴν 'τίς', γίνονται αἱ δύο μερικαί· ἡ 'οὐ πᾶς' πάλιν οὐ δύναται ἀντιστραφῆναι διὰ τὸ ἀόριστον ταύτης· ἐπὶ δὲ τοῦ ἀναγκαίου συλλογισμοῦ διὰ τοῦ ἀδυνάτου οὐ δείκνυται, ἀλλὰ διὰ τῆς ἐκθέσεως· ἔκθου γὰρ καὶ λάβε ἐπὶ μὲν τοῦ δευτέρου σχήματος τοῦ λευκοῦ τὴν χιόνα, |f. 170ra ᾗτινι τῇ χιόνι ἑκάτερον, οὔτε τὸ ζῷον ὑπάρχει οὔτε ὁ ἄνθρωπος· καὶ ποίησον τὴν χιόνα ἐλάττονα ὅρον ἐπὶ τοῦ δευτέρου τρόπου τοῦ δευτέρου σχήματος καὶ εἰπὲ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, τὸ ζῷον οὐδεμιᾷ χιόνι ἐξ ἀνάγκης, καὶ ὁ ἄνθρωπος ἄρα οὐδεμιᾷ χιόνι ἐξ ἀνάγκης· εἰ γοῦν ἐπὶ τῆς χιόνος, ἥτις ἦν μέρος τοῦ λευκοῦ, συνήχθη συμπέρασμα ἀναγκαῖον διὰ τοῦ δευτέρου τρόπου τοῦ δευτέρου σχήματος, ἀνάγκη λοιπὸν συναχθῆναι ἀναγκαῖον συμπέρασμα καὶ ἐπὶ τοῦ ὅλου, ἤγουν τοῦ λευκοῦ, τοῦ κειμένου ἐλάττονος ὅρου ἐν τῷ τετάρτῳ τρόπῳ τοῦ δευτέρου σχήματος. ὡσαύτως καὶ ἐπὶ τοῦ πέμπτου τρόπου τοῦ τρίτου σχήματος ἐπὶ τοῦ ἀναγκαίου συλλογισμοῦ οὐ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δειχθήσεται τὸ συμπέρασμα, ἀλλὰ διὰ τῆς ἑκατέρας· ἔκθου γὰρ καὶ λάβε μέρος τοῦ ἀνθρώπου τὸν Aἰθίοπα, ἀφ’ οὗ Aἰθίοπος ἐξ ἀνάγκης ἀποφάσκεται τὸ λευκόν, καὶ θοῦ αὐτὸν μέσον ὅρον ἐπὶ τοῦ δευτέρου τρόπου τοῦ τρίτου σχήματος, καὶ εἰπὲ τὸ λευκὸν οὐδενὶ Αἰθίοπι ἐξ ἀνάγκης, τὸ ζῷον παντὶ Αἰθίοπι ἐξ ἀνάγκης, καὶ τὸ λευκὸν ἄρα οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης· εἰ γοῦν ἐπὶ τοῦ μέρους τοῦ ἀνθρώπου, ἤγουν τοῦ Αἰθίοπος, μέσου ὅρου ληφθέντος ἐπὶ τοῦ δευτέρου τρόπου τοῦ τρίτου σχήματος συνήχθη συμπέρασμα, ὅτι τὸ λευκὸν οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης, λοιπὸν ἄρα καὶ ἐπὶ τοῦ ὅλου, ἤγουν τοῦ ἀνθρώπου, οὗ μέρος ἦν ὁ Αἰθίοψ, τοῦ καὶ μέσου κειμένου ἐν τῷ πέμπτῳ τρόπῳ τοῦ τρίτου σχήματος, συναχθήσεται ὅτι τὸ λευκὸν οὐ παντὶ ζῴῳ ἐξ ἀνάγκης· τὸ γοῦν ἑκάτερον εἰ καὶ ἐπὶ τοῦ δευτέρου σχήματος παρεδειγματίσθη, ὅτι καὶ τὸ ζῷον καὶ ὁ ἄνθρωπος ἀπὸ τῆς χιόνος ἀποφάσκονται, ἀλλ’ οὖν κρεῖττόν ἐστιν ἑκάτερον νοεῖν τό τε λευκόν, τὸ ἀποφασκόμενον ἀπὸ τοῦ Αἰθίοπος, καὶ τὸ ζῷον, τὸ ἀποφασκόμενον ἀπὸ τῆς χιόνος· τὸ γὰρ ἑκάτερον ἐπὶ δύο λαμβάνεται, ὥσπερ τὸ θάτερον ἐπ' ἑνός:–
δ΄
Κατὰ τοῦτο ποιεῖν τὸν συλλογισμόν, ἤγουν κατὰ τοῦ μέρους τοῦ ἐκτεθέντος· ἔσται γὰρ καὶ ἐπὶ τούτων τῶν μερῶν, ἤγουν τῆς χιόνος καὶ τοῦ Αἰθίοπος, ἀναγκαῖον καὶ τὸ συμπέρασμα· εἰ δὲ κατὰ τοῦ ἐκτεθέντος, ἤγουν τοῦ μέρους, ἐστὶ συναγόμενον τὸ συμπέρασμα ἀναγκαίως, ἤγουν ἐξ ἀνάγκης, καὶ κατ’ ἐκείνου τοῦ ὅλου, ἤγουν τοῦ λευκοῦ, ἔσται τὸ συμπέρασμα ἀναγκαῖον πλὴν τινός, ἤγουν μερικὸν συναχθήσεται τὸ συμπέρασμα τοῦ ὅλου· τὸ γὰρ 'οὐ παντὶ' συνάγεται ἐπὶ τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος καὶ ἐπὶ τοῦ πέμπτου τοῦ τρίτου σχήματος· ἐπὶ δὲ τῶν μερῶν, ἐπὶ μὲν τῆς χιόνος καθόλου στερητικὸν συνήχθη τὸ συμπέρασμα, ἐπὶ δὲ τοῦ Aἰθίοπος μερικὸν στερητικόν, τὸ μὲν διὰ τοῦ δευτέρου τρόπου τοῦ δευτέρου σχήματος, τὸ δὲ διὰ τοῦ δευτέρου τρόπου τοῦ τρίτου σχήματος:–
ε΄
Anal. Pr. I 8, 30a 12–14

〈Τὸ γὰρ – σχήματι〉

Τὸ γὰρ ἐκτεθέν, ἤγουν ἡ χιὼν ἢ ὁ Αἰθίοψ, ὅπερ ἐκεῖνό τί ἐστιν, ἤγουν μέρος ἐστὶν τὸ μὲν τοῦ λευκοῦ, τὸ δὲ τοῦ ἀνθρώπου. γίνεται δὲ ἑκάτερος συλλογισμὸς διὰ τῆς ἑκατέρας ἐν τῷ οἰκεῖῳ σχήματι· ὁ μὲν συλλογισμὸς ὁ διὰ τῆς ἐκθέσεως, ἐν ᾧ ἐλήφθη ἐλάττων ὅρος ἡ χιών, γέγονεν διὰ τοῦ δευτέρου τρόπου τοῦ δευτέρου σχήματος, ὁ δὲ συλλογισμὸς ὁ διὰ τῆς ἐκθέσεως, ἐν ᾧ κεῖται μέσος ὅρος ὁ Αἰθίοψ, διὰ τοῦ δευτέρου τρόπου τοῦ τρίτου σχήματος. εἰ δέ τις εἴπῃ πῶς ἐβεβαίωσεν |f. 170va τὸ συμπέρασμα τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος καὶ τοῦ πέμπτου τοῦ τρίτου διὰ τῆς ἐκθέσεως καὶ οὐχὶ δια τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἐρεῖς πρὸς αὐτὸν ὅτι ἡ εἰς ἀδύνατον ἀπαγωγὴ γίνεται, ὅταν λάβῃς τὸ ἀντιφατικῶς ἀντικείμενον τῷ συμπεράσματι καὶ μίαν τῶν κειμένων προτάσεων καὶ συνάξεις τὸ 'παντί'· εἰ γοῦν ἔμελλες δεῖξαι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τὸ συμπέρασμα τοῦ τετάρτου τρόπου τοῦ δευτέρου σχήματος, ἔλαβες ἂν τὸ ἀντιφατικῶς ἀντικείμενον τῇ 'οὐ παντὶ' ἀνάγκῃ, ἤγουν το 'παντὶ ἐνδέχεται'· αὕτη γὰρ ἀντίκειται καὶ κατὰ τὸν τρόπον, καὶ κατὰ τὸ ποσόν, καὶ τὸ ποιὸν τῇ 'οὐ παντὶ ἀνάγκη'· καὶ συνελογίσω οὕτως· τὸ A παντὶ τῷ B ἐξ ἀνάγκης, τὸ B παντὶ τῷ Γ ἐνδεχομένως, καὶ ἐποίεις μίξιν ἀναγκαίου καὶ ἐνδεχομένως· οὕπω δὲ ἔφθασε διδάξαι ἡμᾶς οἷον συμπέρασμα συνάγεται ἐκ τῆς μίξεως τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, εἴτε ἀναγκαῖον εἴτε ἐνδεχόμενον· καὶ τούτου χάριν κεκώλυται τοῦ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεῖξαι τὸ συμπέρασμα. εἰ δὲ πάλιν ἐρεῖ καὶ ἐπὶ τοῦ ὑπάρχοντος συλλογισμοῦ πῶς χρησάμενος τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ἔδειξε τὸ συμπέρασμα, ἐρεῖς πρὸς αὐτὸν ὅτι τῷ 'οὐ παντὶ ὑπάρχοντος' οὐκ ἀντιφατικῶς μάχεται, ἡ 'παντὶ' ἐνδέχεται διὰ τὸ μὴ δὲ τὸν ἐνδεχόμενον τρόπον ἀντικεῖσθαι τῷ ὑπάρχοντι· τὸ γὰρ ὑπάρχον ἀπόβασίς ἐστιν τοῦ ἐνδεχομένου· ἐνδεχόμενον γάρ ἐστιν τὸ μὴ ὄν, πεφυκὸς δὲ γενέσθαι· οἷον τὸ λουθῆναι τὸν Σωκράτην ἐνδεχόμενόν ἐστιν καὶ μὴ ὄν· ὅταν δὲ λουθῆ, γίνεται ὑπάρχον:–