Anal. Pr. II 01, 53a 40–53b 3

"ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σχημάτων: ἕως τοῦ ἢ καὶ ἐπὶ τούτων"

ὡσαύτως φησὶν ὡς ἐπὶ τοῦ δευτέρου καὶ τρίτου σχήματος τῶν μερικῶν συλλογισμῶν συμβαίνει. καὶ ἐπὶ τούτων γὰρ οὐκ ἔστι συλλογίσασθαι τὸν μείζονα ἄκρον τοῖς οὖσιν ὑπὸ τῶ ἐλάττονι. μερικὴ γὰρ ἡ μείζων γίνεται ἐν πρώτω σχήματι. τοῦ μέντοι μείζονός ἐστι συλλογισμὸς καὶ τοῖς ὑπὸ τὸ μέσον οὖσιν. ὅταν γὰρ ἦ ἡ μείζων πρότασις καθόλου μὲν ἀποφατικὴ, ἐν τῶ δευτέρω καὶ τρίτω. καὶ ἐν μὲν δευτέρω ἀντιστρεφομένη. ἐν δὲ τρίτω οὔ. ὅταν δὲ ἦ καθόλου καταφατικὴ, ἐν τρίτω καὶ μόνον ποιεῖ συλλογισμὸν καὶ τοῖς ὑπὸ τὸ μέσον οὖσι. πλήν φησιν οὐ διὰ τὸ συλλογισμὸν τὸν συνάγοντα τὸν μείζονα ἄκρον ὑπάρχον ἢ μὴ ὑπάρχον τοῖς οὖσι ὑπὸ τῶ ἐλάττονι ἢ καὶ ἐν τοῖς καθόλου ἐν δευτέρω καὶ τρίτω σχήματι συλλογισμοῖς ἀναποδείκτως ὁ μείζων ὅρος ὑπάρχων ἢ μὴ ὑπάρχων τοῖς ὑπὸ τὸ μέσον ἐλαμβάνετο. καὶ οὐ διὰ συλλογισμοῦ. τοῖς μέντοι ὑπὸ τοῦ ἐλάττονος διὰ συλλογισμοῦ. ὥστε δῆλον ἐκ τούτου ὅτι ἢ οὐδ' ἐπὶ τοῦ καθόλου συλλογισμοῦ ἔστι συλλογίζασθαι τὸν μείζονα ἄκρον τοῖς ὑπὸ τὸ μέσον. ὡς ἐδείξαμεν καὶ ἐπὶ τοῦ μερικοῦ. ἢ εἰ ἐπ' ἐκείνων ἐστὶν, ἀνάγκη καὶ ἐπὶ τούτων ὁμοίως ἔχειν:—