Int. 10, 19b 05

"Ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσα"

Τὸ ἐπεὶ δέ ἐστί τι κατά τινος οὕτως συντακτέον· ἐπεὶ δὲ ἡ κατάφασίς ἐστι σημαίνουσά τι κατά τινος ὑποκειμένου, τοῦτο δὲ τὸ ὑποκείμενον ἢ „ψρισμένον ἐστὶν ἢ ἀόριστον, ἔσται πᾶσα κατάφασις καὶ ἀπόφασις ἢ ἐξ ὀνόματος καὶ ῥήματος ἢ ἐξ ἀορίστου ὀνόματος καὶ ῥήματος, εἶτα συμβιβάσαι τὰ ἀναμεταξύ.
Πληρώσας τὰ περὶ τοῦ ἐνδεχομένου θεωρήματα καὶ μέλλων πέρας ἐπιθεῖναι τῷ δευτέρῳ τμήματι, ἐπεὶ ἀπηριθμήθησαν αἱ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεις οὖσαι ρμδ΄, ἐνέκειτο δὲ εἷς τῶν τοιούτων καὶ ἀόριστος ὑποκείμενος, ἀνεξέτασος δὲ ἦν ὁ περὶ τούτου λόγος, νῦν ὥσπερ καὶ περὶ αὐτοῦ ἀναμνησθεὶς ὁ Ἀριστοτέλης ἅμα μὲν ἐκτίθεται καὶ αὐτὸν ἅμα δὲ καὶ ἀπορίαν τινά, ὅτι εἰ πρότασις ἡ ἓν καθ' ἑνὸς θέλουσα σημαίνειν καταφατικὴ οὖσα ἢ ἓν ἀφ' ἑνὸς ἀποφατικὴ τυγχάνουσα, πῶς οὖν δυνατὸν εἰπεὶν ἐξ ἀορίστου ὑποκειμένου τρόπου, ὥστε, ὡς εἴρηται, πολλὰ σημαίνει τὸ ἀόριστον καὶ οὐχ ἕν; λυσις· ὅτι δυνατὸν καὶ ἐξ ἀορίστου πρότασιν εἶναι καὶ ἓν καθ' ἑνὸς σημαίνειν, οἷον οὐκ ἄνθρωπος περιπατεῖ, ἐὰν τὰ παρὰ τὸν ἄνθρωπον ὡς ἓν λάβωμεν.
Int. 10, 19b 06

"Τοῦτο δέ ἐστιν ἢ ὄνομα ἢ τὸ ἀνώνυμον"

Ὅπως μὴ ὁμώνυμον ἀλλὰ μιᾶς φύσεως σημαντικὸν τὸ ἐν τῇ καταφάσει κατηγορούμενον καὶ ὑποκείμενον.
Int. 10, 19b 14

Ἐκ τῶν κειμένων

Ἤγουν τῶν μετὰ τῶν ὀνομάτων συγκειμένων ἢ ἐκ τῶν ὁρισθέντων προτάσεων, ὅτε περὶ ῥήματος ἐλέγετο κατὰ τὴν ἐν τῇ προτάσει τάξιν καὶ θέσιν. τὸ ἔστι καὶ ὄνομα ὀνομάζει καὶ ῥῆμα, ὄνομα μὲν καθὸ σημαίνει τι σημαντικὸν ἐνεργείας ἢ πάθους, ῥῆμα δὲ ὡς προσσημαίνει χρόνον.
Int. 10, 19b 09

"Ἓν γάρ πως σημαίνει τὸ ἀόριστον ὄνομα"

Τῆς λέξεως ἡ ἀκολουθία, εἰ καὶ μεταξὺ τὴν διδασκαλίαν παρεμβάλλει τοῦ ἀνωνύμου ὑποκειμένου, ἠνάγκασται διὰ μικροῦ ποιήσασθαι τὴν ἀπόδειξιν. ἔχει δὲ οὕτως· ἐπεὶ δέ ἐστί τι κατά τινος ἡ κατάφασις σημαίνουσα, τοῦτο δέ ἐστι τὸ ὄνομα ἢ τὸ ἀνώνυμον, ἔσται πᾶσα κατάφασις ἢ ἐξ ὀνόματος καὶ ῥήματος ἢ εξ ἀορίστου ὀνόματος καὶ ῥήματος. οὐκ ἀπεικότως δὲ τὸ πως ἔθηκεν, ἀλλ' ὑπὲρ τοῦ ἐνδείξασθαι ὅτι οὐ μίαν μόνην φύσιν σημαίνει καθὰ τὸ ὡρισμένον.