Περὶ τοῦ προκειμένου λόγου πολλὰ ἠπόρησαν οἱ παλαιοὶ τοῦ γνῶναι περὶ τίνος ὁ σκοπός ἐστι τῷ Ἀριστοτέλει ἐνταῦθα, ὅθεν ἄλλοι ἄλλα εἰρήκασιν. Πρόκλος μὲν γάρ φησι περὶ τῆς ὕλης τοῦ συλλογισμοῦ διαλαβεῖν τὸν Ἀριστοτέλην ἐνταῦθα, ἐπεὶ γὰρ τὸ εἶδος τοῦ συλλογισμοῦ ἐστι τὸ συμπέρασμα, ὕλη δὲ αὐτοῦ εἰσιν αἱ προτάσεις· τὸ μὲν γὰρ οὗ ἕνεκα, αἱ δὲ ἕνεκά του· ἐδίδαξε δὲ ἡμᾶς περὶ τοῦ συμπεράσματος ἐν τῷ πρώτῳ λόγῳ, ἀναγκαίως νῦν ἥκει διδάξων ἡμᾶς καὶ περὶ τῆς ὕλης· φημὶ δὲ περὶ τῆς τῶν προτάσεων πλοκῆς. ἐπιστάμενον δὲ τοῦτο ἐκ τῶν δευτέρων Ἀναλυτικῶν· ὡς γὰρ ἐκεῖ ἐν μὲν τῷ πρώτῳ λόγῳ διδάσκει περὶ τοῦ εἴδους τοῦ συλλογισμοῦ, ἐν δὲ τῷ δευτέρῳ περὶ τῆς ὕλης, οὕτω καὶ νῦν ἐποιήσατο. ὁ δὲ Ἀλέξανδρός φησι ὅτι τὰ λείποντα τῷ καθόλου συλλογισμῷ ἥκει νῦν ἀναπληρώσων. Μαρῖνος δὲ πάντων ἀληθέστατα λέγων φησὶ ὅτι νῦν τὰς ἀρχὰς τῆς σοφιστικῆς καὶ τῆς διαλεκτικῆς παραδίδωσιν· ὡς γὰρ τὸ πρῶτον ἔχει πρὸς τὴν ἀποδεικτικὴν, οὕτως καὶ τοῦτο πρὸς τὴν διαλεκτικὴν καὶ σοφιστικήν· τὸ γὰρ πρῶτον ὡς ἀληθῆ καὶ ἀναγκαῖα συνάγον σύμφωνόν ἐστι ἀποδείξει, τὸ δὲ νῦν προκείμενον διαλεκτικῇ ἁρμόζει θεωρία· καὶ γὰρ διδάσκει τί συνάγεται ἐκ ψευδῶν προτάσεων :-