Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 9 im Vat. gr. 244 (ff. 170av–171v). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 9.

Ἀρχὴ μίξεως ἀναγκαίου καὶ ὑπάρχοντος
στ΄
Anal. Pr. I 9, 30a 15–23

〈Συμβαίνει – τούτων〉

Διδάξας περὶ τῶν τρόπων (ὅτι ἕτεροί εἰσιν ἀλλήλων καί, ὡς οἱ ἀναγκαῖοι συλλογισμοὶ καὶ οἱ ὑπάρχοντες ἕτεροι ἀλλήλων εἰσίν, ὡσαύτως δὲ καὶ οἱ ἐνδεχόμενοι καὶ ἕτερα τὰ τούτων συμπεράσματα) νῦν μίγνυσιν ὑπάρχοντα τρόπον καὶ ἀναγκαῖον, καὶ θεωρεῖ ποταπὰ συμπεράσματα συνάγονται ἐκ τῆς μίξεως τούτων, ἐπί τε τῶν καθόλου καταφατικῶν καὶ ἀποφατικῶν συλλογισμῶν καὶ ἐπὶ τῶν κατὰ μέρος, παραδιδοὺς καὶ κανόνα, ὅτι τῇ μείζονι τῶν προτάσεων ἕπεται τὸ συμπέρασμα· εἰ μὲν γὰρ ἡ μείζων ἐστὶ ἀναγκαία, καὶ τὸ συμπέρασμα ἀναγκαῖον ἔσται· εἰ δὲ ὑπάρχουσα, ὑπάρχον. εἶπε δὲ τὸ 'συμβαίνει δέ ποτε' τοῦτο ἀποδεικνύων, ὅτι οὐκ ἐκ τῆς μίξεως τῆς ἀναγκαίας προτάσεως καὶ τῆς ὑπαρχούσης ἀεὶ συμπέρασμα συνάγεται ἀναγκαῖον, ἀλλὰ ποτέ· ὅταν δηλονότι ἡ μείζων ἐστὶ ἀναγκαία. καὶ τούτους μὲν τοὺς δύο συλλογισμούς, τοὺς ἐκ τῆς μείζονος καθόλου καταφατικῆς ἀναγκαίας ἢ καθόλου ἀποφατικῆς ἀναγκαίας, τῆς δὲ ἐλάττονος καθόλου καταφατικῆς ὑπαρχούσης, συνισταμένους βεβαιοῖ ἀπὸ τοῦ λαβεῖν τὸν ὅρον τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός· ἐπεὶ γὰρ ἡ μείζων ἐστὶ ἀναγκαία, τὸ δὲ ἀναγκαῖον ἀεὶ ἐστὶ καὶ μὴ δυνάμενον χωρίζεσθαι τοῦ ὑποκειμένου· ὁ λέγων τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης εὐθὺς ἐν τῇ περιοχῇ τοῦ παντὸς ἐξ ἀνάγκης συμπεριέλαβε καὶ τὸ Γ, ὥσπερ πάλιν καὶ ὁ εἰπὼν τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης εὐθὺς οὐ μόνον τὸ Α τοῦ Β ἀπαλλοτρίωσεν, ἀλλὰ καὶ τοῦ Γ μέρους ὄντος τοῦ Β:–
ζ΄
Anal. Pr. I 9, 30 a23–37

〈Εἰ δὲ τὸ μὲν ΑΒ – προτάσεως〉

Ὅταν δὲ ἡ μείζων ἐστὶ ὑπάρχουσα, ἡ δὲ ἐλάττων ἀναγκαία, ἐπεὶ ἡ φύσις τοῦ ὑπάρχοντος δύναται καὶ μὴ εἶναι, λοιπὸν ὁ λέγων 'τὸ Α παντὶ τῷ Β' ὑπαρχόντως δύναται τὸ Α χωρίσαι τοῦ Β καὶ εἰπεῖν 'καὶ οὐδενὶ τῷ Β'· καὶ εἰπὼν 'τὸ A οὐδενὶ τῷ B' δύναται εἰπεῖν 'καὶ παντί'· καὶ διὰ τὸ πεφυκέναι τὸ A χωρίζεσθαι τοῦ B, τούτου χάριν οὐκ ἐδυνήθη ἀπὸ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενὸς δεῖξαι τὸ συμπέρασμα, ἀλλ’ ἐχρήσατο |f. 171r τῇ εἰς ἀδύνατον ἀπαγωγῇ· εἰ δὲ τὸ μὲν AB, ἤγουν ἡ AB πρότασις, οὐκ ἔστιν ἀναγκαία, ἀλλ’ ὑπάρχουσα, ἡ δὲ ΒΓ ἐστὶν ἀναγκαία, οὐκ ἔσται τὸ συμπέρασμα ἀναγκαῖον, ἀλλ’ ὑπάρχον· εἰ γάρ ἐστι, ἤγουν εἰ δὲ λέγει τις ἀναγκαῖον συναχθῆναι συμπέρασμα τῆς μείζονος οὔσης ὑπαρχούσης, συμβαίνει τὸ Α καὶ τινὶ τῷ Β ὑπάρχειν ἐξ ἀνάγκης καὶ οὐδενὶ τῷ Β ὑπάρχειν ὑπαρχόντως· ἔκειτο γὰρ τὸ Α τῷ Β παντὶ ὑπαρχόντως· καὶ ἐπεὶ τὸ ὑπάρχον δύναται χωρίζεσθαι τοῦ ὑποκειμένου, δύνασαι καὶ τὸ Α χωρίσαι τοῦ Β καὶ εἰπεῖν τὸ Α μηδενὶ τῷ Β ὑπάρχειν ὑπαρχόντως· τὸ δὲ τὸ παντὶ ὑπαρχόντως λαβεῖν ἀντὶ τοῦ οὐδενὶ ψεῦδος μέν ἐστι, ἀλλ’ οὐκ ἀδύνατον· τί γὰρ ἀδύνατόν ἐστι τὸ τὸν Σωκράτην καθήμενον ὄντα, καθ’ οὗ κατηγορεῖται, καὶ τὸ καθῆσθαι ὑπαρχόντως εἰπεῖν ὅτι ἵσταται, καθ’ ὃν καιρὸν κάθηται· ψεύδεται μὲν γὰρ ὁ εἰπὼν ἵστασθαι αὐτόν, πλὴν οὐκ ἀδυνατεῖ ὁ Σωκράτης καὶ στῆναι· ὥστε τὸ μὲν ψεῦδος οὐκ ἔστιν ἀδύνατον γενέσθαι, τὸ δὲ ἀδύνατον καὶ ψεῦδός ἐστι· τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τὸ Α ἄρα παντὶ τῷ Γ ὑπαρχόντως. εἰ δέ τις εἴπῃ μὴ τὸ παντὶ ὑπαρχόντως συνάγεσθαι, ἀλλὰ τὸ παντὶ ἐξ ἀνάγκης ἔστω· καὶ εἰπὲ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης κατὰ σέ, τὸ δὲ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης, καὶ γίνεται ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος συνάγων ὅτι τὸ Α τινὶ τῷ Β ὑπάρχει ἐξ ἀνάγκης. ἔκειτο δὲ καὶ τὸ Α παντὶ τῷ Β ὑπαρχόντως, ᾧτινι τῷ Β τὸ Α ἐγχωρεῖ καὶ μηδενὶ ὑπάρχειν, συνήχθη γοῦν ἀδύνατόν τι, ὅτι τὸ Α ὑπάρχει καὶ τινὶ τῷ Β ἐξ ἀνάγκης καὶ οὐδενὶ τῷ Β ὑπαρχόντως· τὸ δὲ ἀδύνατον τοῦτο συνήχθη ἀπὸ τῆς σῆς ὑποθέσεως, ἀληθεύει ἄρα, ὅτι τὸ Α παντὶ τῷ Γ ὑπάρχει ὑπαρχόντως. δύναται καὶ διὰ τοῦ πρώτου τρόπου τοῦ τρίτου σχήματος δειχθῆναι οὕτως· τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης κατὰ σέ, τὸ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, καὶ τῷ Α ἄρα τινὶ τῷ Β ἐξ ἀνάγκης, ἀλλ’ ἦν καὶ οὐδενὶ ὑπαρχόντως· τὸ γὰρ 'παντὶ' μετελήφθη εἰς τὸ 'οὐδενί', ἵνα καθαρώτερον δειχθῇ τὸ ἀδύνατον:–
η΄
Anal. Pr. I 9, 30a 37 – b2

〈Ἔστω – ἀπόδειξις〉

|f. 171v Εἰ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ὑπαρχόντως, συμπέρασμα ἔσται ὅτι τὸ Α τινὶ τῷ Γ ἐξ ἀνάγκης· τὸ γὰρ Γ μέρος τὶ τοῦ Β ἐστίν, ἀλλ’ οὐχὶ ὅλον τὸ Γ, ἀλλὰ τὶ μέρος τῷ Γ· καὶ διὰ τοῦτο καὶ τὸ Α οὐ κατὰ παντὸς τοῦ Γ κατηγορεῖται ἐξ ἀνάγκης, ἀλλά τινος, ἤγουν κατὰ τοῦ μέρους τοῦ Γ, τοῦ περιεχομένου ὑπὸ τοῦ Β· οἷον, εἰ τὸ Γ λάβῃς λευκόν, μέρος αὐτοῦ ἔσται ὁ κύκνος:–
θ΄
Anal. Pr. I 9, 30b 4

〈Οὐδὲν γὰρ ἀδύνατον συμπίπτει〉

Οὐδὲν γὰρ ἀδύνατον συμβαίνει, ἐὰν ὑπάρχον τὸ συμπέρασμα συναχθῇ τῆς μείζονος, τῆς καθόλου οὔσης, ὑπαρχούσης, τῆς δὲ ἐλάττονος, τῆς μερικῆς, ἀναγκαίας:–