Int. 01, 16a 01

Πρῶτον δεῖ θέσθαι τί ὄνομα καὶ τί ῥῆμα

ὁρίσασθαι
καὶ ὁρίσασθαι
ὑποκείμενον
τὸ ὑποκείμενον
τὸ κατηγορούμενον
ἤτοι τὸν ὁρισμὸν τοῦ ὀνόματος καὶ τὸν τοῦ ῥήματος.
πρῶτοι εἰσὶ οἱ ὁρισμοὶ
κατὰ τάξιν
τῇ τάξει
ὁ ἀποφαντικὸς λόγος διαιρεῖ τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν
ὅτι ι΄ μέρη προτάσεων εἰσί.
τὸ ὄνομα ε΄ σημαῖνον παρὰ Ἀριστοτέλει· καὶ τὸ ῥῆμα, πᾶσαν λέξιν, τὴν εὐθείαν, τὰς πλαγίας, τὸ ἀόριστον καὶ πᾶν τὸ ὑποκείμενον.
προ τὸ ὄνομα καὶ ἀτελέστερον τοῦ ῥήματος καθὸ τὸ μὲν ὑπόκειται καὶ δὲ κατηγορεῖται καὶ μεταδίδωσι.
ἁπλῆ φωνή, καὶ ὄνομα, καὶ ῥῆμα, καὶ φάσις, καὶ ὅρος τῲ μὲν ὑποκειμένῳ ταὐτά ἐστι, τῇ δὲ σχέσει διαφέρουσι μόνον ὡς πρὸς τὰ πράγματα, ταῦτα γὰρ δεύτερα τῶν νοημάτων, ὧν πραγμάτων πρῶται αἱ φωναί.
Int. 01, 16a 01–02

ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος

ἅτινα μέρη προτάσεως εἰσὶ
ὡς ἀνύπαρκτος πρότασις
ὡς ἀνύπαρκτος πρόφασις
ἄνθρωπος οὐκ ἔστι
ὡς ὑπάρξεως αἰτία
ἄνθρωπος ἔστι
γένος αὐτῶν
γένος
καὶ καθολικώτερος ἀποφανσεως
ὡς καθολικώτερος ἀποφάνσεως
εἰσὶ
Int. 01, 16a 03

ἔστι μὲν οὖν τὰ ἐν τῇ φωνῇ

τὰ ὀνόματα καὶ τὰ ῥήματα ἤγουν οἱ λόγοι
τὰ ὀνόματα καὶ τὰ ῥήματα
τὰ ὀνόματα τὰ ῥήματα αἱ φωναί
τὰ ἐνάρθρως καὶ σημαντικῶς ἐκφωνούμενα ὀνόματα καὶ ῥήματα
Int. 01, 16a 03–04

τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα

διανοημάτων
νοημάτων
τῶν νοημάτων
ἤτοι τῶν νοημάτων
ἐξαγγελτικὰ σημεῖα
γνωρίσματα
καὶ εἰσκασίαι ἀμυδραί
Int. 01, 16a 04

καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ

τὰ γράμματα
ἤγουν τὰ γράμματα
ὀνόματα καὶ ῥήματα δηλαδή
σύμβολα
ἤτοι οἱ τύποι τῶν στοιχείων
τῶν ὀνομάτων καὶ τῶν ῥημάτων λόγων δηλονότι
τῶν ὀνομάτων καὶ ῥημάτων
ἤγουν τῶν ὀνομάτων καὶ ῥημάτων
τῶν σημαντικῶν ὀνομάτων τε καὶ ῥημάτων
Int. 01, 16a 05

καὶ ὥσπερ οὐδὲ γράμματα πᾶσι τὰ αὐτά

ἑτέρως γὰρ γράφουσι οἱ ῥωμαῖοι καὶ ἑτέρως οἱ ἰταλοί
ὅτι θέσει εἰσὶ τὰ μὴ φύσει ὄντα τὰ πᾶσι τὰ αὐτὰ εἰσί
ἔθνεσι
Int. 01, 16a 05–06

οὐδὲ φωναὶ αἱ αὐταί

διαφέρουσι γὰρ τὰ ἔθνη κατὰ τὴν φωνήν
εἴτε γᾶρ γράφουσι οἱ ῥωμαῖοι καὶ εἴτε οἱ βάρβαροι καὶ διὰ τοῦτο θέσει εἰσὶ καὶ οὐ φύσει τὰ γράμματα, τὰ γὰρ φύσει ὄντα πᾶσι τὰ αὐτά ἐστι.
Int. 01, 16a 06

ὧν μέντοι

νοημάτων
Int. 01, 16a 06

ταῦτα σημεῖα πρώτως

ἀμέσως
προσεχῶς
τὰ ἐν τῇ φωνῇ
ἤγουν οἱ λόγοι
τὰ ὀνόματα καὶ τὰ ῥήματα ἤγουν οἱ λόγοι
τὰ ὀνόματα καὶ τὰ ῥήματα
σημαντικὰ
Int. 01, 16a 06–07

ταῦτα πᾶσι παθήματα τῆς ψυχῆς

ὅμοια
τὰ νοήματα
νοήματα ὄντα
ἐπεὶ κατὰ φύσιν εἰσὶ νοήματα
παθήματα λέγεται τὰ μετὰ φαντασίας νοήματα
πάθημα γὰρ τῆς ψυχῆς τὸ νόημα
πρὸ τῶν πραγμάτων ἐκεῖνα ὑπάρχουσι νοήματα
ὄντα
Int. 01, 16a 07

καὶ ὧν ταῦτα ὁμοιώματα

πραγμάτων
νοήματα
πραγμάτων τὰ νοήματα
πραγμάτων τὰ παθήματα τῆς ψυχῆς
τὰ νοήματα
τὰ νοήματα ἃ λέγει παθήματα τῆς ψυχῆς
ἀπεικωνίσματα. ἀπομάξεις παθηταὶ ἐκεῖνα εἰσί
εἰκόνες
Int. 01, 16a 07–08

πράγματα ἤδη ταὐτά

πᾶσι
περὶ πᾶσι τὰ αὐτὰ φύσει ὄντα
τὰ παθήματα
Int. 01, 16a 08

περὶ μὲν οὖν τούτων εἴρηται ἐν τοῖς περὶ ψυχῆς

τὸ πῶς ἐισι τὰ παθήματα νοήματα τῆς ψυχῆς
τῶν πραγμάτων καὶ νοημάτων
περὶ τὰ νοήματα παθήματα
Int. 01, 16a 09

ἄλλης γὰρ πραγματείας

τῆς φυσικῆς δηλονότι
Int. 01, 16a 10

ὅτε μὲν νόημα ἄνευ τοῦ ἀληθεύειν ἢ ψεύδεσθαι

ἁπλοῦν ὀνομαστικὸν ἢ ῥηματικόν
ἁπλοῦν
ἤτοι σωκράτης μόνον ἄνευ ῥήματος· ἤ τὸ βαδίζειν μόνον ἄνευ τοῦ ὀνόματος
Int. 01, 16a 10–11

ὁτὲ δὲ ἤδη ᾧ ἀνάγκη τούτων ὑπάρχειν θάτερον

ἐκ τούτων συγκειμένῳ νοήματι
ἤγουν ἢ τὸ ψεῦδος ἢ ἡ ἀλήθεια
νοήμα σύνθετον
Int. 01, 16a 12–13

περὶ γὰρ σύνθεσιν καὶ διαίρεσίν ἐστι τὸ ψεῦδός τε καὶ τὸ ἀληθές

μόνη ἡ σύνθετος φωνὴ σημαίνει ἀλήθειαν ἢ ψεῦδος ἡ δ' ἁπλῆ οὐδαμῶς
μόνη γὰρ ἡ σύνθετος φωνὴ σημαίνει ἀλήθειαν ἢ ψεῦδος· ἡ δὲ ἁπλῆ οὐδαμῶς
σύνθεσιν καλῶν τὴν κατάφασιν· διαίρεσιν δὲ τὴν ἀπόφασιν
κατάφασιν
ἀπόφασιν
Int. 01, 16a 12

〈σύνθεσιν καὶ διαίρεσιν〉

κατάφασιν σύνθεσιν
περὶ συνθέσεως καὶ διαιρέσεως· σύνθεσις μέν ἐστιν „ἄνθρωπος περιπατεῖ“· διαίρεσις δὲ ἄνθρωπος οὐ περιπατεῖ:-
Int. 01, 16a 13

τὰ μὲν οὖν ὀνόματα αὐτὰ

τὰ ἁπλᾶ
καθ' αὑτὰ ἀσυνθέτως λεγόμενα
Int. 01, 16a 13

καὶ τὰ ῥήματα

τὰ ἁπλᾶ
Int. 01, 16a 13–14

ἔοικε τῷ ἄνευ συνθέσεως καὶ διαιρέσεως νοήματι

τῷ ἁπλῷ νοήματι τῆς ψυχῆς ἢ ῥηματικαὶ ἢ ὀνοματικαί
σύνθεσις ὡς συνάπτουσα τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ
διαίρεσις ὡς ἀποσχίζουσα τοῦτο διὰ τοῦ οὐ ἀρνητικοῦ
καταφάσεως
ἀποφάσεως
Int. 01, 16a 14–15

οἷον τὸ ἄνθρωπος ἢ λευκόν

ὅπερ ἐστὶν ὄνομα ἁπλοῦν
ὅπερ ἐστὶ ῥῆμα ἁπλοῦν ὡς κατηγορούμενον