Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 1 im Vat. gr. 244 (ff. 141r–146r). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 1.

α΄
Anal. Pr. I 1, 24a 10

〈Πρῶτον εἰπεῖν〉

|f. 141r Ληπτέον ἔξωθεν τὸ 'δεῖ' κατ’ ἔθος ἀττικόν. πρῶτον γοῦν ἐνδέχεται εἰπεῖν τί καὶ τίνος ἐστὶν ἡ σκέψις καὶ ὁ σκοπὸς ἡμῶν διδάξαι. καὶ πρὸς μὲν τὸ περί τι εἴρηκε τὸ περὶ ἀπόδειξιν∙ τὸ δὲ περὶ ἐπιστήμης ἀποδεικτικῆς. διαφέρει δὲ ἀπόδειξις καὶ ἐπιστήμη ἀποδεικτική∙ ἐπιστήμη γάρ ἐστι ἀποδεικτικὴ αὐτὴ ἡ ἕξις τῆς ἀποδείξεως, ἡ ἐν τῇ ψυχῇ ἡμῶν ἐνοῦσα∙ ἀπόδειξις δέ ἐστιν αὐτὴ ἡ ἐνέργεια, ἡ προβαλλομένη ἀπὸ τῆς ἐνούσης ἕξεως καὶ ἐπιστήμης τῇ ψυχῇ· ὅταν γὰρ ἐνεργῶ καὶ συλλογίζωμαι ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀίδιον, ἡ ψυχὴ ἄρα ἀίδιος, τότε ἀπόδειξις λέγεται· τὴν δὲ ἕξιν τῆς ψυχῆς τῆς ἀποδείξεως ἔχει τις ἐν τῇ ψυχῇ, ὅτε οὐκ ἐνεργεῖ. εἴποι δέ τις πῶς λέγει σκοπὸν ἔχειν ἐνταῦθα διδάξαι περὶ ἀποδείξεως∙ καὶ μὲν ἐνταῦθα περὶ τοῦ ἁπλῶς συλλογισμοῦ διδάσκει, οὐ περὶ ἀποδείξεως. ἐροῦμεν οὖν ὅτι πρὸς τὸν καιριώτατον αὐτοῦ σκοπὸν ἀποβλέψας εἶπε τὸ Περὶ ἀποδείξεως∙ χάριν γὰρ αὐτῆς διδάσκει καὶ περὶ τοῦ ἁπλῶς συλλογισμοῦ, ὡς μὴ δυνατοῦ ὄντος ἄλλως διδάξαι περὶ ἀποδείξεως, εἰ μὴ πρῶτον περὶ τοῦ ἁπλῶς συλλογισμοῦ ἐδίδαξεν:–
β΄
Anal. Pr. I 1, 24a 11-12

"Εἶτα διορίσαι τί ἐστι πρότασις"

Ἀντὶ τοῦ 'εἶτα διορίσασθαι'. ζητεῖται δὲ καὶ ἐνταῦθα εἰ ὁ ὅρος ἁπλούστερός ἐστι τῆς προτάσεως∙ τὰ δὲ ἁπλᾶ προτάττονται τῶν συνθέτων∙ τίνος χάριν οὐ προέταξεν τὸν ὅρον τῆς προτάσεως; καὶ λέγομεν ὅτι τὴν πρότασιν προέταξεν ὡς γνωριμωτέραν οὖσαν ἡμῖν ἐν τῷ Περὶ ἑρμηνείας μαθοῦσι περὶ προτάσεων∙ ἀεὶ δὲ τὰ ἡμῖν γνωριμώτερα καὶ προτάττονται. ἢ καὶ οὕτως∙ τὰ ἐν τῷ ὁρισμῷ λαμβανόμενα δεῖ εἶναι ἡμῖν γνώριμα∙ ἐπεὶ γοῦν εἰς τὸν ὁρισμὸν τοῦ ὅρου καὶ τοῦ συλλογισμοῦ λαμβάνει τὴν πρότασιν, ἀναγκαῖον ἦν πρῶτον διδάξαι περὶ αὐτῆς· τὸν δὲ ὅρον προτάττει τοῦ συλλογισμοῦ ὡς ἁπλούστερον:–
γ΄
Anal. Pr. I 1, 24a 12-13

"Καὶ ποῖος τέλειος"

Τέλειοί εἰσι συλλογισμοὶ πάντες οἱ ἐν τῷ πρώτῳ σχήματι ὡς οἴκοθεν ἔχοντες τὸ ἀξιόπιστον∙ ἀτελεῖς δέ εἰσιν οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι πάντες ὡς συμπέρασμα συνάγοντες ἀναπόδεικτον καὶ ἀβέβαιον:–
δ΄
Anal. Pr. I 1, 24a16

"Πρότασις μὲν οὖν ἐστί"

Ὥσπερ ὁ ὅρος, ἡ ἁπλῆ φωνή, ἡ φάσις, τὸ ὄνομα καὶ τὸ ῥῆμα ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, |f. 141v τῇ δὲ σχέσει καὶ τῷ λόγῳ ἕτερα, οὕτως καὶ τὸ πρόβλημα, καὶ ἡ πρότασις, καὶ τὸ συμπέρασμα, καὶ ἡ ἔνστασις, καὶ ἡ ἀπόφανσις ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῇ δὲ σχέσει καὶ τῷ λόγῳ ἕτερα· ὡς τὸ 'ἡ ψυχὴ ἀθάνατος' πρόβλημα μὲν λέγεται, ὅταν τις προβάλληται τῷ προσδιαλεγομένῳ δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν· ὅταν δὲ ὡς μέρος ληφθῇ συλλογισμοῦ, λέγεται πρότασις∙ οἷον ἡ ψυχὴ ἀθάνατος, τὸ ἀθάνατον φθορᾷ οὐχ’ ὑπόκειται, ἡ ψυχὴ ἄρα φθορᾷ οὐχ’ ὑπόκειται∙ συμπέρασμα δὲ λέγεται, ὅταν συναχθῇ ἀπό τινος συλλογισμοῦ∙ οἷον ἡ ψυχὴ ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος∙ ἔνστασις δέ, ὅταν τοῦ προσδιαλεγομένου εἰπόντος τὴν ψυχὴν θνητὴν ἐνστῇς πρὸς αὐτὸν λέγων ἀθάνατον εἶναι ταύτην∙ ἀπόφανσις δέ ἐστιν, ὅταν τις αὐτὸς καθ’ αὑτὸν ἀποφαίνηται λέγων ὅτι ἡ ψυχὴ ἀθάνατος:–
ε΄
Anal. Pr. I 1, 24a 13-15

"Μετὰ δὲ ταῦτα τί τὸ ἐν ὅλῳ εἶναι ἢ μὴ εἶναι τόδε τῷδε∙ καὶ τί λέγομεν τὸ κατὰ παντὸς ἢ μηδενὸς κατηγορεῖσθαι"

Πᾶσα πρότασις, οἷον ὁ ἄνθρωπος ζῷόν ἐστι, δύο σχέσεις ἔχει· μίαν μὲν ἀπὸ τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον, ἑτέραν δὲ ἀπὸ τοῦ ὑποκειμένου πρὸς τὸν κατηγορούμενον. καὶ εἰ μὲν θεωρήσεις τὴν σχέσιν τοῦ ὑποκειμένου πρὸς τὸν κατηγορούμενον, εἴποις τὸν ἄνθρωπον ἐν ὅλῳ εἶναι τῷ ζῴῳ∙ τὸ γὰρ ζῷον ὅλον τί ἐστι, μέρη δὲ αὐτοῦ ὁ ἄνθρωπος, ὁ ἵππος, ὁ βοῦς καὶ τὰ λοιπὰ∙ ἐὰν δὲ θεωρήσῃς τὴν σχέσιν τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον, εἴποις τὸ ζῷον κατὰ παντὸς εἶναι τοῦ ἀνθρώπου, ἢγουν κατὰ πάντων τῶν μερῶν τοῦ ἀνθρώπου κατηγορεῖσθαι∙ μέρη δὲ τοῦ ἀνθρώπου ὁ Σωκράτης, καὶ ὁ Πλάτων, καὶ οἱ κατὰ μέρος ἄνθρωποι. καὶ πάλιν τὸ μὴ εἶναι τόδε τῷδε ἐν ὅλῳ λέγεις, εἰ μὲν σχέσιν λαμβάνεις ὑποκειμένου πρὸς κατηγορούμενον∙ οἷον ὁ ἄνθρωπος ἐν ὅλῳ οὐκ ἔστι τῷ λίθῳ∙ οὐ γὰρ ὁ λίθος περιέχει τὸν ἄνθρωπον, ἵνα ὅλον εἴπῃς αὐτόν· εἰ δὲ θεωρήσεις σχέσιν κατηγορουμένου πρὸς ὑποκείμενον, εἴποις τὸν λίθον κατ’ οὐδενὸς ἀνθρώπου λέγεσθαι, ἤγουν ἀπὸ πάντων τῶν μερῶν τοῦ ἀνθρώπου ἀπαγορευόμενον· καὶ κατὰ τὴν ὑπόσχεσιν ὁριζόμενος τὴν πρότασιν πρῶτον φησὶν εἶναι ταύτην λόγον καταφατικὸν ἢ ἀποφατικὸν τινὸς κατά τινος. τινὰ τῶν βιβλίων ἔχουσι καὶ 'τινὸς ἀπό τινος', τινὰ δὲ οὐκ ἔχουσι τοῦτο προσκείμενον∙ καὶ ζητεῖται πῶς εἰπῶν τὴν πρότασιν καταφατικὴν ἢ ἀποφατικὴν τινὸς κατά τινος εἶπε καὶ οὐ προσέθετο καὶ τὸ 'τινὸς ἀπό τινος', ἵνα δηλώσῃ τὴν ἀπόφασιν· καὶ λέγομεν ὅτι διὰ τοῦ 'τινὸς κατά τινος' καὶ τὴν κατάφασιν ἐδήλωσε καὶ τὴν ἀπόφασιν· πᾶσα γὰρ κατάφασις καὶ ἀπόφασις ἐξ ὑποκειμένου καὶ κατηγορουμένου σύγκειται∙ διὰ μὲν γὰρ τοῦ 'τινὸς' ἐδήλωσε τὸν κατηγορούμενον, διὰ δὲ τοῦ 'κατά τινος' ἐδήλωσε τὸν ὑποκείμενον. ἔλαβε δὲ τὸ 'λόγος' ἀντὶ τοῦ γένους· |f. 142r ἰστέον δὲ μηδὲ ὁρισμὸν εἶναι τὸν ἀποδοθέντα, ἀλλ’ ὑπογραφήν· ἐν γὰρ τοῖς ὁρισμοῖς ὁ διαζευκτικὸς σύνδεσμος οὐ κεῖται:–
στ΄
Anal. Pr. I 1, 24a 17

"Οὗτος δὲ ἢ καθόλου ἢ ἐν μέρει"

Οὗτος δὲ ὁ λόγος ὁ καταφατικὸς ἢ ὁ ἀποφατικός, ἢ καθόλου ἐστίν, ὅταν ἔχῃ τὸν καθόλου προσδιορισμὸν προσκείμενον, ἢ τὸ 'πᾶς' ἢ τὸ 'οὐδείς'· οἷον πᾶς ἄνθρωπος ζῷόν ἐστιν ἢ οὐδεὶς ἄνθρωπος λίθος ἐστίν∙ ἢ ἐν μέρει, ἤγουν μερικός∙ μερικὸς δὲ καταφατικὸς λόγος ἐστὶν ἢ ἀποφατικός, ὅταν ἔχῃ τοὺς μερικοὺς προσδιορισμοὺς προσκειμένους, ἤγουν τὸ 'τὶς' ἢ τὸ 'οὐ πᾶς'∙ οἷον τὶς ἄνθρωπος λευκός ἐστι∙ οὐ πᾶς ἄνθρωπος λευκός ἐστι:–
ζ΄
Anal. Pr. I 1, 24a17

〈Ἢ ἀδιόριστος〉

Ἀδιόριστος πρότασις ἐστίν, ὅταν οὐ πρόσκειται ταύτῃ ἢ τὸ 'πᾶς', ἢ τὸ 'οὐδείς', ἢ τὸ 'τίς', ἢ τὸ 'οὐ πᾶς'∙ οἷον ἄνθρωπος λευκός ἐστίν ἢ ὁ ἄνθρωπος λευκὸς οὐκ ἔστιν:–
η΄
Anal. Pr. I 1, 24a 22–23

"|f. 142v, v.7 Διαφέρει δὲ ἡ διαλεκτικὴ πρότασις τῆς ἀποδεικτικῆς"

Προανακρουσάμενος ἐξ ἀρχῆς σκοπὸν ἔχειν εἰπεῖν περὶ τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ, οὗ χάριν καὶ ἀναγκαῖον ἔκρινε πρῶτον περὶ τοῦ ἁπλῶς συλλογισμοῦ διαλαβέσθαι καὶ δι’ ὑπογραφῆς παραστήσας τί ἐστιν ἡ συλλογιστικὴ καὶ καθόλου πρότασις, νῦν καὶ φιλοτιμούμενος τοὺς ἀκροατὰς τῆς παρούσης αὐτοῦ πραγματείας μικρὰν τινὰ διαφορὰν παραδίδωσιν ἀποδεικτικῆς καὶ διαλεκτικῆς προτάσεως∙ τελεώτερον περὶ αὐτῶν μέλλει διαλαβεῖν ἔν τε τῇ ἀποδεικτικῇ καὶ διαλεκτικῇ πραγματεία. καὶ πρῶτον μὲν λέγει διαφορὰν εἶναι αὐτῶν ἐξ αὐτῆς ὁρμώμενος τῆς φύσεως τῆς ἀποδεικτικῆς καὶ διαλεκτικῆς προτάσεως τὸ τὴν μὲν ἀποδεικτικὴν πρότασιν εἶναι ἀληθῇ, τὴν δὲ διαλεκτικὴν ἔνδοξον, τουτέστι δοκοῦσαν τῷ προσδιαλεγομένῳ∙ ἑτέραν δὲ διαφορὰν ἀποδίδωσι τὸ τὴν μὲν ἀποδεικτικὴν πρότασιν μὴ ἐρωτᾶσθαι, τὴν δὲ διαλεκτικὴν ἐρωτᾶσθαι∙ ἡ δὲ αἰτία, δι’ ἣν ὁ μὲν ἐρωτᾷ, ὁ δὲ ἀποδεικνύων οὐκ ἐρωτᾷ, αὕτη ἐστίν∙ ὁ μὲν ἀποδεικνύων οὐ πρὸς τὸν ἐκτὸς λόγον τὸν ἐν διαλέξει θεωρούμενον συλλογίζεται, ἀλλὰ πρὸς τὸν ἐν τῇ ψυχῇ, ὅθεν καὶ φροντίζων εὑρεῖν τὴν ἀλήθειαν οἷον εὑρήσει μόριον τῆς ἀντιφάσεως ἀληθεῦον εἴτε τὴν κατάφασιν εἴτε τὴν ἀπόφασιν· τοῦτο καὶ λαμβάνει πρὸς τὴν ἀπόδειξιν∙ κἂν μὴ δοκῇ ἀληθὲς τοῖς ἀκροαταῖς, εἴγε τέως καὶ πάρεισιν, ὁ τοιοῦτος καὶ τὸν ἥλιον μείζονα τῆς γῆς εἶναι λήψεται τὸ ἀληθέστατον τούτων καὶ παρὰ πάντων ὁμολογούμενον∙ κἂν τοῖς ἀκροαταῖς ποδιαῖος εἶναι δοκῇ, ὁ δὲ διαλεκτικός, ἐπειδὴ πρὸς τὸν ἐκτὸς λόγον καὶ τὸν προσδιαλεγόμενον συλλογίζεται δόξης ἐρῶν, οὐ καταβάλλειν σπεύδων τὸν προσδιαλεγόμενον καὶ εἰς ἀντίφασιν αὐτὸν περιαγαγεῖν σπουδάζων καὶ ὁμολογῆσαι τὰ ἐναντία καὶ ἀντικείμενα, οἷς εἴρηκεν, ἐρωτᾷ τὴν ἀντίφασιν καὶ τὸ συγχωρηθὲν αὐτῆς μέρος τῷ προσδιαλεγομένῳ λαμβάνει, καὶ διὰ τοῦ ὁμολογηθέντος παρ’ αὐτοῦ περιάγει τὸν προσδιαλεγόμενον ὁμολογῆσαι τὰ ἀντικείμενα, οἷς εἴρηκεν· εἰ γὰρ μὴ ἐλάμβανε τὰ συγχωρηθέντα τῷ προσδιαλεγομένῳ, ἀλλ’ ἃς αὐτὸς ἠβούλητο προτάσεις, εἶχεν ἂν ἄδειαν ὁ προσδιαλεγόμενος περιαχθεὶς εἰς τὸ ὁμολογῆσαι τὰ ἐναντία, οἷς εἴρηκε, λέγειν μὴ συναχθῆναι τὴν ἀντίφασιν, ἐξ οὗ αὐτὸς ὁ προσδιαλεγόμενος τέθεικεν, ἀλλ’ ἐξ ὧν προτάσεων |f. 143r ἔλαβεν ὁ διαλεκτικὸς ἐρωτῶν. ἀλλὰ φέρε καὶ διὰ παραδείγματος φωτίσωμεν τὸ λεγόμενον· εἰ μὲν ὁ προσδιαλεγόμενος τὴν ψυχὴν ὁμολογήσει εἶναι ἀθάνατον, ἐπιχειρήσει οὕτως ὁ διαλεκτικός∙ ἆρά γε ἡ ψυχὴ ἔνυλον εἶδος; τί δὲ τὸ ἔνυλον εἶδος οὐ φθαρτόν; τὸ δὲ φθαρτὸν θνητόν, ἡ ψυχὴ ἄρα θνητή· εἰ δὲ ὁμολογήσει μὴ ἀθάνατον εἶναι ταύτην, ἐπιχειρήσει οὕτως∙ ἡ ψυχὴ αὐτοκίνητον, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀίδιον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατον:–
θ΄
Anal. Pr. I 1, 24a 23–24

〈Ἡ μὲν ἀποδεικτικὴ λῆψις θατέρου μορίου τῆς ἀντιφάσεώς ἐστίν〉

Ἀποδεικτικὴ πρότασις ἐστι λῆψις θατέρου μορίου τῆς ἀντιφάσεως∙ ἡ γὰρ ἀντίφασις δύο μόρια ἔχει, τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν∙ μάχη γάρ ἐστι καταφάσεως καὶ ἀποφάσεως, καὶ ὁ ἀποδεικνύων τὸ ἀληθὲς μόριον ταύτης λαμβάνει· οὐ γὰρ ἐρωτᾷ, ἵνα λάβῃ τὴν συγχωρηθεῖσαν πρότασιν παρὰ τοῦ προσδιαλεγομένου, ἀλλὰ καθ’ ἑαυτὸν συλλογιζόμενος καὶ σπουδάζων εὑρεῖν τὸ ἀληθὲς τὴν ἀληθῆ λαμβάνει πρότασιν:–
ι΄
Anal. Pr. I 1, 24a 25–26

〈Οὐδὲν διοίσει πρὸς τὸ γενέσθαι τὸν ἑκατέρου συλλογισμόν〉

Εἰ δὲ καὶ διαφέρει ἡ ἀποδεικτικὴ τῆς διαλεκτικῆς προτάσεως τῷ τὴν μὲν εἶναι ἀληθῆ, τὴν δὲ ἔνδοξον, ἤγουν δοκοῦσαν τῷ προσδιαλεγομένῳ, καὶ τῷ τὴν μὲν ἐρωτᾶσθαι, τὴν δὲ |f. 143v λαμβάνεσθαι, ἀλλ’ οὖν πρὸς τὸ γενέσθαι τὸν συλλογισμὸν ἑκατέρου, ἤγουν ἀλλὰ πρὸς τὸ γενέσθαι τὸν ἀποδεικτικὸν συλλογισμὸν καὶ κατὰ τὸν διαλεκτικόν, οὐδὲν διοίσουσιν, ἤγουν οὐδὲν διαφέρουσιν∙ οὔτε γὰρ ὁ ἀποδεικνύων δύναται συλλογίζεσθαι ἄνευ προτάσεων οὔτε ὁ ἐρωτῶν, ἤγουν ὁ διαλεκτικός, ἀλλὰ καὶ ἀμφότεροι ἢ τὰς δύο προτάσεις λαμβάνουσι καταφατικὰς συλλογιζόμενοι ἢ τὴν μίαν τὴν μείζονα ἀποφατικήν, τὴν δὲ ἐλάττονα καταφατικὴν∙ καὶ διὰ μὲν τοῦ 'τὶ κατά τινος' ἐδήλωσεν τὴν καταφατικήν, διὰ δὲ τοῦ ἢ μὴ ὑπάρχειν ἐδήλωσεν τὴν ἀποφατικήν:–
ια΄
Anal. Pr. I 1, 24a 28–29

〈Ὥστε ἔσται – κατά τινος〉

Καὶ συλλογιστικὴ μὲν πρότασίς ἐστι ἁπλῶς κατάφασις ἢ ἀπόφασίς τινος κατά τινος ἢ τινὸς ἀπό τινος∙ τινὰ δὲ τῶν βιβλίων τὸ 'τινὸς ἀπό τινος' οὐκ ἔχουσι· διὰ τὸ ἀρκεῖν τὸ 'τινὸς κατά τινος' δηλῶται καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν ὡς φθάσαντες ἐδιδάξαμεν:–
ιβ΄
Anal. Pr. I 1, 24a 29-30

"Τὸν εἰρημένον τρόπον"

Ἢγουν ἡ δὲ κατάφασις καὶ ἡ ἀπόφασις ἢ καθόλου εἰσίν, ἢ μερικαί, ἢ ἀδιόριστοι:–
ιγ΄
Anal. Pr. I 1, 24a 30 – b 31

〈Ἀποδεικτική δέ, ἐὰν ἀληθὴς ᾖ καὶ διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων εἰλημμένη〉

Ἀποδεικτικὴ δὲ πρότασίς ἐστιν ἡ ἀληθὴς καὶ λαμβανομένη διὰ τῶν ἐξ ἀρχῆς ὑποθέσεων· ἐξ ἀρχῆς δὲ ὑποθέσεις νόει τὰς κοινὰς ἐννοίας· κοιναὶ δὲ ἔννοιαί εἰσιν αἱ περὶ πάντων ὁμολογούμεναι, καὶ τῶν σοφῶν καὶ τῶν μὴ σοφῶν∙ οἷον τὸ 'ἐπὶ παντὸς ἡ κατάφασις ἢ ἡ ἀπόφασις' καὶ τὸ 'ἐὰν ἀπὸ τῶν ἴσων ἶσα ἀφέλῃς, τὰ καταλειπόμενα ἶσά εἰσιν'· αἱ δὲ κοιναὶ ἔννοιαι κρείττους καὶ τιμιώτεραι ἀποδείξεών εἰσι, καθὸ αἱ μὲν οἴκοθεν ἔχουσι τὸ ἀξιόπιστον, αἱ δὲ ἀποδείξεις τὸ πιστὸν ἔχουσιν ἐκ τῶν κοινῶν ἐννοιῶν. ἢ ἐξ ἀρχῆς ὑποθέσεις νοητέον τὰς προτάσεις τὰς λαμβανομένας ἐκ τῶν ἀρχῶν μιᾶς ἑκάστης ἐπιστήμης∙ ἑκάστη γὰρ ἐπιστήμη οἰκείας ἀρχὰς ἔχει∙ ἡ μὲν γραμματικὴ τὰ κδ΄ γράμματα, ἃ καὶ διαιρεῖ εἰς φωνήεντα καὶ εἰς σύμφωνα, καὶ εἰς ἡμίφωνα καὶ ἄφωνα∙ ἡ δὲ γεωμετρία ἀρχὴν ἔχει τὸ σημεῖον, τὴν γραμμήν, τὴν ἐπιφάνειαν∙ ἡ δὲ ἀριθμητικὴ τὴν μονάδα. ὥστε ἡ ἀποδεικτικὴ οὐκ ἀληθὴς μόνον ὀφείλει εἶναι (τοῦτο γὰρ ἔχει καὶ ἡ διαλεκτική), ἀλλὰ καὶ κοινὴ ἔννοια ἢ καὶ ἐκ τῶν ἀρχῶν μιᾶς ἑκάστης ἐπιστήμης λαμβανομένη:–
ιδ΄
Anal. Pr. I 1, 24b1–3

〈Διαλεκτικὴ – ἐνδόξου〉

Διαλεκτικὴ δὲ πρότασίς ἐστι πυνθανομένῳ μὲν καὶ ἐρωτῶντι τῷ διαλεκτικῷ ἐρώτησις ἀντιφάσεως∙ ὅταν δὲ συλλογίζηται, οὐ λαμβάνει ὃ βούλεται μόριον τῆς ἀντιφάσεως, ἀλλ’ ὃ φαίνεται δοκεῖ τῷ προσδιαλεγομένῳ∙ τὸ δὲ ἔνδοξον τοῦτο σημαίνει τὸ δοκοῦν τῷ προσδιαλεγομένῳ:–
ιε΄
Anal. Pr. I 1, 24b 14–15

〈Δι' ἀκριβείας – τὰ νῦν〉

Δι’ ἀκριβείας ἐν τοῖς ἑπομένοις καὶ ἐφεξῆς ῥηθήσεται∙ ὅταν γὰρ διδάσκωμεν περὶ ἀποδείξεως ἢ τῆς διαλεκτικῆς, τότε ἀκριβεστέρως εἴπωμέν τί ἐστιν ἡ διαλεκτικὴ πρότασις καὶ τί ἡ ἀποδεικτική∙ πρὸς δὲ τὴν παροῦσαν χρείαν, ἤγουν ὅσα δὲ |f. 144r συνεβάλλετο ἡμῖν πρὸς τὴν παροῦσαν πραγματείαν, ἱκανῶς διωρισάμεθα καὶ ἐδιδάξαμεν καὶ περὶ τῆς ἀποδεικτικῆς προτάσεως καὶ περὶ τῆς διαλεκτικῆς:–
ιστ΄
Anal. Pr. I 1, 24b 16–17

〈Ὅρον – κατηγορεῖται〉

Ὁρίζεται νῦν καὶ τὸν ὅρον, ὃν καὶ αὐτὸς ὠνοματοθέτησε καὶ ἐκάλεσεν ὅρον οὐκ ὠνομασμένον ὄντα παρὰ τοῖς πάλαι σοφοῖς· πᾶσα γὰρ πρότασις σύνθετος οὖσα ἐξ ὑποκειμένου καὶ κατηγορουμένου ἀναλύεται πάλιν εἰς τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον, καθ' οὗ κατηγορεῖται∙ ὅρον δὲ ἐκάλεσε τοῦτον διὰ τὸ τὴν ἀνάλυσιν προβαίνειν ἔστ’ ἂν εἰς τὸν ὑποκείμενον καταντήσῃ καὶ τὸν κατηγορούμενον, εἶθ’ οὕτως περιορίζεσθαι, καὶ ἵστασθαι, καὶ μὴ περαιτέρω προβαίνειν τὴν ἀνάλυσιν∙ ὁ γὰρ συλλογισμὸς ἀναλύεται εἰς προτάσεις, αἱ δὲ προτάσεις εἰς τὸν κατηγορούμενον καὶ τὸν ὑποκείμενον, καὶ περαιτέρω ἀναλυθῆναι οὐ δύναται:–
ιζ΄
Anal. Pr. I 1, 24b 17–18

〈Προστιθεμένου ἢ διαιρουμένου τοῦ εἶναι ἢ μὴ εἶναι〉

Εἰπῶν 'προστιθεμένου τοῦ εἶναι' ἐδήλωσεν τὴν κατάφασιν, διὰ δὲ τοῦ 'διαιρουμένου τοῦ μὴ εἶναι' ἐδήλωσε τὴν ἀπόφασιν· ἐπὶ γὰρ τοῦ 'ἄνθρωπος δίκαιός ἐστι' τὸ 'ἔστι' προστίθησι τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ∙ ἐπὶ δὲ τοῦ 'ἄνθρωπος δίκαιος οὐκ ἔστι', τὸ 'οὐκ ἔστι' διαιρεῖ τὸν κατηγορούμενον τοῦ ὑποκειμένου:–
Ζητεῖται δὲ πῶς φαίνεται ὁ Ἀριστοτέλης ἐνταῦθα μνημονεῦσας μόνων τῶν προτάσεων τῶν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου καὶ τρίτου προσκατηγορουμένου καὶ τῶν μετὰ τρόπου προτάσεων, τὰς δὲ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεις κατέλειψε· καὶ λέγομεν ὅτι τὸ 'ἔστι' κεῖται δυνάμει καὶ ἐν τῇ προτάσει τῇ ἐξ ὑποκειμένου καὶ κατηγορουμένου, ἤγουν τῇ 'ἄνθρωπος περιπατεῖ'· πᾶν γὰρ ῥῆμα εἰς μετοχὴν καὶ τὸ 'ἔστι' αναλύεται· ὥστε εἰπῶν προστιθεμένου τοῦ 'ἔστι' συμπεριέλαβε καὶ τὰς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου· καὶ ἐν ταύταις γὰρ δυνάμει κεῖται τὸ 'ἔστιν', ὥσπερ και τὸ 'οὔκ ἔστι' δυνάμει κεῖται ἐν τῇ ἀποφάσει· τὸ γὰρ 'ἄνθρωπος οὐ περιπατεῖ' ἀναλυθήσεται εἰς τὸ 'περιπατῶν οὐκ ἔστι', λοιπὸν ἄρα καὶ διὰ τοῦ 'διαιρουμένου τοῦ μὴ εἶναι' ἔλαβεν καὶ τὰς ἀποφάσεις τὰς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου:–
ιη΄
Anal. Pr. I 1, 24b 18–19

〈Συλλογισμὸς – συμβαίνει〉

Πρῶτον ὡρίσατο τὸν ὅρον ὡς ἁπλοῦν, εἶτα διδάσκει καὶ περὶ τοῦ συλλογισμοῦ συνθέτου ὄντος∙ τὰ γὰρ ἁπλᾶ τῶν συνθέτων προτάττονται, ὁ λόγος δὲ εἴληπται ἐν τῷ ὁρισμῷ τοῦ συλλογισμοῦ αντὶ γένους. 'ἐν ᾧτινι τῷ λόγῳ τεθέντων τινῶν'· οὐκ εἶπεν ἑνικῶς 'τεθέντος τινός', ἀλλὰ πληθυντικῶς 'τεθέντων τινῶν', ἵνα δείξῃ ὡς πᾶς συλλογισμὸς ἐκ δύο προτάσεων σύγκειται καὶ οὐκ ἐκ μιᾶς, καὶ ἵνα διαστείλῃ τὸν συλλογισμὸν ἀπὸ τῶν παρὰ τοῖς ῥήτορσι μονολημμάτων συλλογισμῶν. μονολήμματοι δὲ λέγονται συλλογισμοὶ διὰ τὸ λαμβάνειν ἐν αὐτοῖς μίαν πρότασιν, τὴν ἐλάττονα, καὶ εὐθὺς ἐπάγειν τὸ συμπέρασμα, τὴν δὲ μείζονα παρεᾶν∙ οἷον ὁ δεῖνα καλλωπιστής (τοῦτο ἡ έλάττων πρότασις), |f. 144v μοιχὸς ἄρα (τοῦτο τὸ συμπέρασμα)∙ ἡ δὲ μείζων πρότασις, ἡ 'πᾶς καλλωπιστὴς μοιχός', κατελήφθη· καὶ πάλιν ὁ δεῖνα νύκτωρ πλανᾶται, λῃστὴς ἄρα∙ λείπει ἡ μείζων πρότασις, ἡ 'πᾶς πλανώμενος νύκτωρ, λῃστής ἐστι'∙ καὶ πάλιν ὁ δεῖνα ἀναπνέει, ζῇ ἄρα∙ λείπει ἡ μείζων, ἡ 'πᾶς ἀναπνέων ζῇ'. κατελίμπανον δὲ οἱ ῥήτορες τὴν μείζονα πρότασιν διὰ τὸ πρὸς ὕδωρ ῥέον λέγειν ἐπὶ δικαστηρίου∙ οὐ γὰρ ἐδίδοτο ἄδεια τῷ ῥήτορι λέγειν καὶ δικαιολογεῖσθαι μέχρις οὗ καὶ ἐβούλετο, ἀλλ’ ἀρχομένου δικαιολογεῖσθαι ἤρχετο καὶ ὕδωρ ῥέειν∙ καὶ ἵνα μὴ πληρωθῇ τὸ ὕδωρ καὶ ἐντεῦθεν κωλυθῇ ἐκεῖνος τοῦ δικαιολογεῖσθαι, σπουδάζων κατελίμπανε τὴν μείζονα προτάσιν πειρώμενος πάσας τὰς δικαιολογίας αὐτοῦ ἐξειπεῖν∙ ἢ κολακεύοντες τοὺς δικαστὰς καὶ ἕλκοντες εἰς τὸ προστεθῆναι αὐτοῖς κατελίμπανον τὴν μείζονα πρότασιν ἐκχωροῦντες παρὰ τοῖς δικασταῖς ληφθῆναι ταύτην ὡς καὶ τῆς συλλογιστικῆς μεθόδου ἐπιστήμοσι:–
Τὸ δὲ 'τεθέντων' ἀντὶ τοῦ 'ὁμολογηθέντων'· ἐν γὰρ τῷ συλλογισμῷ ὁμολογούμεναι προτάσεις λαμβάνονται καὶ οὐκ ἀμφιβαλλόμεναι∙ τέθηκε γοῦν τὸ 'τεθέντων' διαστέλλων τὸν συλλογισμὸν ἀπὸ τῶν ὑποθετικῶν συλλογισμῶν∙ ἐν γὰρ τοῖς ὑποθετικοῖς συλλογισμοῖς οὐχ ὡς ὁμολογούμεναι αἱ προτάσεις, ἀλλὰ καθ’ ὑπόθεσιν λαμβάνονται∙ οἷον εἰ ὁ Θεὸς δίκαιος, ἀγαθὰ ποιεῖ∙ εἰ ἀγαθὰ ποιεῖ, ἀίδια ποιεῖ∙ εἰ ὁ Θεὸς δίκαιος, ἀίδια ἄρα ποιεῖ:–
Τὸ δὲ 'ἕτερον' τέθεικε διαστέλλων τὸν συλλογισμὸν ἀπὸ τῶν διφορουμένων συλλογισμῶν∙ διφορούμενοι δὲ συλλογισμοί εἰσιν, ἐν οἷς τὸ αὐτό ἐστι καὶ πρότασις καὶ συμπέρασμα∙ οἷον εἰ ἡμέρα ἐστίν, ἡμέρα ἐστίν, ἀλλὰ μὴν ἡμέρα ἐστίν· εἶτα ἐπάγει τὸ συμπέρασμα 'ἡμέρα ἄρα ἐστίν'∙ ἐν δὲ τῷ συλλογισμῷ τὸ συμπέρασμα ἕτερόν ἐστι τῶν κειμένων καὶ ληφθεισῶν προτάσεων∙ οἷον ἡ οὐσία παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἡ οὐσία ἄρα παντὶ ἀνθρώπῳ· ὅτι δὲ τὸ συμπέρασμα ἕτερον δεῖ εἶναι τῶν προτάσεων, δῆλον ἐκ τοῦδε∙ ἀεὶ τὸ ἕνεκά του ἕτερόν ἐστι τοῦ οὗ ἕνεκα∙ οἷον τὸ πηδάλιον ἕνεκα τοῦ πλοίου ἐστί, τὸ δὲ πλοῖον οὗ ἕνεκα τὸ πηδάλιον γέγονεν∙ ἕτερον ἄρα τὸ πηδάλιον τοῦ πλοίου ἐστί∙ καὶ αἱ προτάσεις ἕνεκα τοῦ συμπεράσματος λαμβάνονται, τὸ δὲ συμπέρασμά ἐστιν οὗ ἕνεκα αἱ προτάσεις λαμβάνονται∙ ἕτερον ἄρα τὸ συμπέρασμα τῶν προτάσεων:–
Τὸ δὲ 'τὶ' πρόσκειται, ἵνα δείξῃ ὅτι τὸ συναγόμενον συμπέρασμα ὡρισμένως ἐστίν∙ ἢ γὰρ τὸ 'παντὶ' συνάγεται μόνον, ἢ τὸ 'μηδενὶ' μόνον, ἢ τὸ 'τινί', ἢ τὸ 'μὴ παντί'∙ τὸ γὰρ 'τὶ' ὡρισμένον τὶ δηλοῖ∙ ὥστε εἰπῶν τὸ 'τὶ' ἀντιδιαστέλλει τὸν συλλογισμὸν τῷ ἀσυλλογίστῳ συλλογισμῷ∙ ἐν τούτοις γὰρ οὐδὲν ὡρισμένον συνάγεται∙ οὔτε τὸ 'οὐδενί', οὔτε τὸ παντί', οὔτε τὸ 'τινί', οὔτε τὸ 'μὴ παντί':–
Τὸ δὲ 'ἐξ ἀνάγκης' εἶπεν, ἵνα δείξῃ ὅτι τὸ συμπέρασμα ἀναγκαστικῶς συνάγεται∙ ἐπὰν γὰρ αἱ προτάσεις δοθῶσι καὶ συγχωρηθῶσιν, ἐξ ἀνάγκης ἐπακολουθεῖ καὶ τὸ τοιόνδε συναχθῆναι συμπέρασμα∙ ἐπὰν γάρ τις ὁμολογῆσῃ τὴν οὐσίαν παντὶ ζῴῳ εἶναι, τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἀναγκάζεται καὶ ἄκων δοῦναι καὶ τὸ συμπέρασμα τὸ 'ἡ οὐσία παντὶ ἀνθρώπῳ', ἅμα δὲ καὶ ἀντιδιαστέλλει τὸν †...† |f. 145r ἀπὸ τῶν παραδειγματικῶν συλλογισμῶν καὶ τῶν ἐπαγωγικῶς∙ ἐν τούτοις γὰρ οὐκ ἐξ ἀνάγκης συνάγεται τὸ συμπέρασμα. καὶ παραδειγματικὸς συλλογισμός ἐστιν, ὅταν τὸ ἶσον διὰ τοῦ ἴσου πιστοῦται, τουτέστι τὸ μερικὸν διὰ τοῦ μερικοῦ∙ οἷον ὁ Ζήνων πλεύσας ἐναυάγησε καὶ σὺ ἄρα, εἰ πλεύσειας, ναυαγήσεις∙ οὐκ ἀναγκαῖον ἐνταῦθα τὸ συμπέρασμα∙ οὐ γάρ, εἰ ὁ Ζήνων πλεύσας ἐναυάγησεν, ἀνάγκη καὶ τὸν δεῖνα πλεύσαντα ναυαγῆσαι∙ καὶ πάλιν ὁ Διόδωρος νύκτωρ πλανώμενος λῃσταῖς περιέπεσε, καὶ σὺ ἄρα νύκτωρ πλανώμενος λῃσταῖς περιπέσῃς. ἐπαγωγικὸς δὲ συλλογισμός ἐστίν, ὅταν τὸ καθόλου διὰ ἐπαγωγῆς τῶν μερικῶν δεικνύῃς∙ οἷον εἰ τὸ πᾶν ζῷον τὴν κάτω γένυν κινεῖν δείξει τὶς ἐκ τοῦ εἰπεῖν 'καὶ γὰρ καὶ ὁ ἵππος, καὶ ὁ βοῦς, καὶ ἡ ἔλαφος, καὶ ὁ λέων τὴν κάτω γένυν κινοῦσιν∙ οὐδὲ ἐπὶ τούτου τοῦ συλλογισμοῦ τὸ συμπέρασμα ἔχει τὸ ἀναγκαῖον διὰ τὸ μὴ δυνατὸν εἶναι πάντα τὰ μερικὰ ζῷα ἀπαριθμήσασθαι ἄπειρα ὄντα τῷ πλήθει∙ ἀνάγκη γάρ τινα ζῷα καταλειφθῆναι, ὧν οὐδὲ γνῶσιν ἔχει ὁ ἀπαριθμούμενος, ἃ τὴν κάτω γένυν οὐ κινοῦσι:–
Anal. Pr. I 1, 24b 20

"Τῷ ταῦτα εἶναι"

Ἐπεὶ ἀσαφές ἐστι τοῦτο, ἐπαναλαμβάνει χάριν σαφηνείας∙ 'λέγω δὲ τῷ ταῦτα εἶναι ἐν τῷ συμβαίνειν τὸ συμπέρασμα διὰ ταῦτα, ἤγουν διὰ τὰς ληφθείσας προτάσεις'· ἐπεὶ δὲ ἔτι ἀσαφές ἐστι τὸ 'διὰ ταῦτα', διὰ τοῦτο λέγει 'διὰ ταῦτα δὲ λέγω τῷ ἀπὸ τῶν κειμένων προτάσεων συναχθῆναι τὸ συμπέρασμα καὶ μηδενὸς ὅρου ἔξωθεν προσδεῖσθαι∙ ὥστε γενέσθαι καὶ συναχθῆναι τὸ ἀναγκαῖον, ἤγουν τὸ συμπέρασμα'. ἐλλιπὴς δὲ συλλογισμός ἐστι καὶ δεόμενος ἔξωθεν ὅρου καὶ μὴ συνάγων τὸ συμπέρασμα ἀπὸ τῶν προτάσεων ληφθεισῶν προτάσεων οὗτος· ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, ἡ ψυχὴ ἄρα ἀθάνατος∙ ἀπὸ γοῦν τῶν κειμένων προτάσεων οὐ συνάγεται τὸ 'ἡ ψυχὴ ἀθάνατος', ἐπεὶ οὐδὲ ἐλήφθη τὸ ἀθάνατον ἐν τῷ συλλογισμῷ, ἀλλὰ συνάγεται τὸ ἡ ψυχὴ ἀεικίνητον∙ εἰ δέ γε μέλλει συναχθῆναι ὅτι ἡ ψυχὴ ἀθάνατος, δεῖ προσλαβεῖν τὸ ἀθάνατον ἐν τῷ συλλογισμῷ καὶ συλλογίσασθαι οὕτως∙ ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος:–
κ΄
Anal. Pr. I 1, 24b 22–24

〈Τέλειον – ἀναγκαῖον〉

|f. 145v Διδάσκει τίς ἐστιν ὁ τέλειος συλλογισμὸς τελείους συλλογισμοὺς λέγων τοὺς ἐν τῷ πρώτῳ σχήματι, τοὺς συνάγοντας τὸ συμπέρασμα ἀπὸ τῶν εἰλημμένων προτάσεων καὶ μὴ προσδεομένους μηδενὸς ἄλλου, ἤγουν ἀντιστροφῆς τινός, πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον, ἤγουν τὸ συμπέρασμα∙ ἐν γὰρ τῷ πρώτῳ σχήματι τὸ συναγόμενον συμπέρασμα τὸ ἀξιόπιστον ἔχει καὶ βέβαιον ἐξ αὐτῶν τῶν ληφθεισῶν προτάσεων, καὶ οὐ διὰ τῆς ἀντιστροφῆς τελειοῦται καὶ βεβαιοῦται:–
κα΄
Anal. Pr. I 1, 24b 24–26

〈Ἀτελῆ – προτάσεων〉

Ἀτελεῖς συλλογισμοί εἰσιν οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοί, οἵτινες οὐκ ἀπὸ τῶν ληφθεισῶν προτάσεων συνάγουσι βέβαιόν τι συμπέρασμα, ἀλλὰ προσδέονται ἑνός, ἤγουν μιᾶς ἀντιστροφῆς, ἢ καὶ πλειόνων, ἤγουν δύο ἀντιστροφῶν, πρὸς τὸ δεῖξαι τὸ συμπέρασμα ἀναγκαῖον καὶ βέβαιον∙ ἅτινα, ἤγουν αἵτινες αἱ ἀντιστροφαί, εἰσὶ μὲν ἀναγκαῖαι καὶ ἐν τοῖς ληφθεῖσιν ὅροις ἐγκεκρυμμέναι, οὐ μέντοι γε δὲ εἴληπται, ἤτοι φανερῶς κεῖνται ἐν ταῖς ληφθείσαις προτάσεσιν∙ ἐπιστήμονος γὰρ δέονται πρὸς τὸ φανεραὶ γενέσθαι τῇ τῶν ὅρων ἐναλλαγῇ∙ χάριν γοῦν ὑποδείγματος προκείσθω ὁ συλλογισμὸς οὕτως ἐν δευτέρω σχήματι∙ τὸ ζῷον οὐδενὶ λίθῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ, ὁ λίθος ἄρα οὐδενὶ ἀνθρώπῳ· εἰ δέ τις ἐρωτήσει καὶ τὸ πόθεν δῆλον ὅτι ὁ λίθος οὐδενὶ ἀνθρώπῳ ἐστίν (ἀπὸ γὰρ τῶν ληφθεισῶν προτάσεων τὸ βέβαιον οὐκ ἔχει τὸ συμπέρασμα), δεῖ σὲ χρήσασθαι τῇ ἀντιστροφῇ καὶ εἰπεῖν οὕτως∙ εἰ τὸ ζῷον οὐδενὶ λίθῳ καὶ ὁ λίθος οὐδενὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ καὶ ὁ λίθος ἄρα οὐδενὶ ἀνθρώπῳ∙ εἰ δέ τις ἐρεῖ τί δὲ οὔκ ἀτελής ἐστίν ὁ συλλογισμὸς ὁ ἕξωθεν ὅρου προσδεόμενος πρὸς τὸ συνάξαι τὸ συμπέρασμα, ἐροῦμεν ὅτι ὁ τοιοῦτος οὐδὲ συλλογισμὸς ὅλως λέγεται:–
κβ΄
Anal. Pr. I 1, 24b 26–30

〈Τὸ δὲ ἐν ὅλῳ – ὡσαύτως〉

Tὸ δὲ 'ἐν ὅλῳ' καὶ τὸ 'κατὰ παντὸς' ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ καὶ τῇ σχέσῃ ἕτερα∙ ἔστω γὰρ πρότασις ἡ 'ἄνθρωπος ζῷόν ἐστιν'· εἰ μὲν οὖν λάβῃς τὸν ἄνθρωπον, λέγεται ἐν ὅλῳ∙ οἷον ὁ ἄνθρωπος ἐν ὅλῳ ἐστὶ τῷ ζῴῳ, τουτέστι περιέχεται ὑπὸ τοῦ ζῴου ὡς ὅλου ὄντος∙ εἰ δὲ ἀπὸ τοῦ ζῴου ἄρξῃ, ἐρεῖς τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου ὑπάρχειν∙ κατὰ παντὸς δέ ἐστίν, ὅταν οὐκ ἔστι τι μέρος τοῦ ὑποκειμένου, ἤγουν τοῦ ἀνθρώπου, καθ’ οὗ οὐ κατηγορεῖται τὸ ζῷον· μέρη δὲ τοῦ ἀνθρώπου εἰσὶν οἱ μερικοὶ ἄνθρωποι∙ ὥσαύτως καὶ τὸ μὴ ἐν ὅλῳ καὶ τὸ κατὰ μηδενὸς ταὐτὰ τῷ ὑπο |f. 146r κειμένῳ εἰσί, τῷ δὲ λόγῳ καὶ τῇ σχέσει ἕτερα ὡς ἐπὶ τῆς προτάσεως τῆς 'τὸ ζῷον οὐδενὶ λίθῳ ἐστίν'∙ εἰ μὲν οὖν ἄνεισί τις ἐκ τοῦ λίθου πρὸς τὸ ζῷον, λέγεται ὁ λίθος μὴ ἐν ὅλῳ εἶναι τῷ ζῴῳ∙ οὐ γάρ ἐστι τὸ ζῷον ὅλον περιέχον τὸν λίθον ὡς μέρος∙ εἰ δὲ ἀπὸ τοῦ ζῴου κάτεισι πρὸς τὸν λίθον, ῥηθήσεται τὸ ζῷον κατ’ οὐδενὸς ὑπάρχειν τοῦ λίθου∙ κατ’ οὐδενὸς δὲ λέγεται, διότι οὐκ ἔστι τι μέρος τοῦ λίθου, ἀφ’ οὗ οὐκ ἀπαγορεύεται τὸ ζῶον:–