Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 15 in Vat. gr. 244 (ff. 181r–186r). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 15.

|f. 181r Περὶ μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος:–
μζ΄
Anal. Pr. I 15, 33b 25–33

〈Ἐὰν – ὑπάρχειν〉

Ἀποδοὺς τὸν ὁρισμὸν τοῦ ἐνδεχομένου καὶ πῶς αἱ τοῦ ἐνδεχομένου προτάσεις ἀντιστρέφουσι καὶ πόσα σημαίνει τὸ ἐνδεχόμενον καὶ ὅτι ἐνδεχόμενον συμπέρασμα συνάγεται ἐκ δύο προτάσεων ἐνδεχομένων, ποιεῖται νῦν μίξιν ἐνδεχομένου καὶ ὑπάρχοντος, καὶ φησίν, ἐὰν ἡ μείζων ἐστὶν ἐνδεχομένη, ἡ δὲ πρὸς τὸ ἔλαττον ὑπάρχουσα, τέλειοι γίνονται συλλογισμοί· τελειοῦται γὰρ καὶ βεβαιοῦται καὶ ἀποδείκνυται τὸ συμπέρασμα ἐκ τοῦ 'κατὰ παντὸς' καὶ τοῦ 'κατ' οὐδενός', καὶ τὸ συμπέρασμά ἐστι τοῦ κατὰ τὸν εἰρημένον διορισμὸν ἐνδέχεσθαι, ἤγουν συνάγεται συμπέρασμα τὸ κυρίως ἐνδεχόμενον, οὗ καὶ τὸν ὁρισμὸν εἰρήκαμεν· ὅταν δὲ ἡ ἐλάττων πρότασίς ἐστιν ἐνδεχομένη, ἡ δὲ μείζων ὑπάρχουσα (εἰ μὲν καταφατικαί εἰσὶ καὶ ἀμφότεραι), τὸ συμπέρασμα ἐνδεχόμενον ἔσται καὶ τελειοῦται καὶ δείκνυται οὐχὶ ἀπὸ τοῦ 'κατὰ παντὸς' καὶ τοῦ 'κατὰ μηδενός', ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τῆς ἀντιστροφῆς, τουτέστι τῆς μεταλήψεως τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον. ἐπὶ δὲ τῶν στερητικῶν συλλογισμῶν, ἐὰν ἡ μείζων ᾖ καθόλου στερητικὴ ὑπάρχουσα, ἡ δὲ ἐλάττων ἐνδεχομένη, οὐ συνάγεται συμπέρασμα τοῦ κατὰ τὸν ὁρισμὸν ἐνδεχομένου, ἤγουν τοῦ κυρίως ἐνδεχομένου, ἀλλὰ ἢ τοῦ 'μηδενὶ' ἐξ ἀνάγκης ἢ τοῦ 'μὴ παντὶ' ἐξ ἀνάγκης· ὃ γὰρ λέγομεν ἐνδέχεσθαι μηδενὶ ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ παντὶ ἐξ ἀνάγκης, τοῦτο καὶ μηδενὶ ἢ μὴ παντὶ ὑπαρχόντως φαμὲν ὑπάρχειν· εἰ γὰρ τὸ βαδίζειν οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης ὑπάρχει ἢ οὐ παντὶ ἐξ ἀνάγκης, δῆλον ὅτι τὸ βαδίζειν ἔσται οὐδενὶ ὑπαρχόντως τῷ ἀνθρώπῳ ἢ οὐ παντί:–
μη΄
Anal. Pr. I 15, 33b 25 – 34a 5

〈Ἐὰν – προτάσεων〉

Ἐὰν ἡ μείζων πρότασίς ἐστιν ἐνδεχομένη ἢ καθόλου καταφατικὴ ἢ καθόλου ἀποφατική, ἡ δὲ ἐλάττων ὑπάρχουσα καταφατική, τοὺς αὐτοὺς ὅρους ληπτέον ἐν ἀμφοτέροις τοῖς συλλογισμοῖς (τὸ 'διαλέγεσθαι', τὸ 'περιπατεῖν' καὶ 'ἄνθρωπον'), διότι ὃ ἐνδέχεται παντὶ ὑπάρχειν τοῦτο καὶ μηδενὶ ὑπάρχειν ἐνδέχεται. ὅτε δὲ ἐναντίως ἔχουσιν αἱ προτάσεις καὶ ἡ μὲν μείζων ἐστὶ ὑπάρχουσα, ἡ δὲ ἐλάττων ἐνδεχομένη, ἀτελεῖς πάντες γίνονται οἱ συλλογισμοὶ καὶ τελειοῦνται οὐ διὰ τῶν ἐξ ἀρχῆς ληφθεισῶν προτάσεων, ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ τῆς ἀντιστροφῆς, τουτέστι τῆς μεταλήψεως τοῦ ἐνδεχομένου εἰς τὸ ὑπάρχον. μέλλων δὲ δεικνύειν τοὺς συλλογισμοὺς τοὺς ἐκ τῆς μείζονος ὑπαρχούσης |f. 181v τῆς δὲ ἐλάττονος ἐνδεχομένης χρᾶται τῇ τε εἰς ἀδύνατον ἀπαγωγῇ καὶ μεταλαμβάνει καὶ τὴν ἐνδεχομένην πρότασιν εἰς τὴν ὑπάρχουσαν καὶ συνάγει ἀδύνατόν τι. ἵνα γοῦν μή τις ὑπολάβῃ τὸ ἀδύνατον συναχθῆναι ἀπὸ τοῦ μεταλαβεῖν τὸ ἐνδεχόμενον εἰς τὸ ὑπάρχον, τοιοῦτόν τι θεώρημα προδιδάσκει, ὅτι ἐὰν αἱ προτάσεις εἰσὶ δυναταί, καὶ τὸ συμπέρασμά ἐστι δυνατὸν· καὶ ἐὰν ἀναγκαῖαι ὦσιν αἱ προτάσεις ἢ ἀδύνατοι, καὶ τὸ συμπέρασμα ἔσται ἀναγκαῖον ἢ ἀδύνατον· καὶ εἰ ψευδεῖς αἱ προτάσεις οὐκ ἀδύνατοι δέ, καὶ τὸ συμπέρασμα ἔσται ψευδὲς οὐκ ἀδύνατον δέ· τὸ γὰρ εἰπεῖν τὸν Σωκράτην, ἐν οἷς κάθηται, βαδίζειν, ψεῦδος μέν ἐστι, οὐκ ἀδύνατον δὲ βαδίσαι αὐτον· φιλοσύντομος δὲ ὢν λαμβάνει τὸ Α οὐ μόνον ὡς ἡγούμενον, ἀλλὰ καὶ ὡς δύο προτάσεις, τὸ δὲ Β ἑπόμενον καὶ συμπέρασμα· ἕπεται γὰρ ταῖς προτάσεσι τὸ συμπέρασμα:–
μθ΄
Anal. Pr. I 15, 34a 8–10

〈Εἰ οὖν – γένοιτο〉

Κυρίως δυνατόν ἐστι τὸ κατὰ τὴν ἄνεσιν δυνατόν, ὅπερ μὴ ὂν μέν ἐστι, δύναται δὲ ἐκβῆναι καὶ γενέσθαι ὄν, ὃ καὶ ἰσοδυναμεῖ τῷ κυρίως ἐνδεχομένῳ, ὥσπερ καὶ τὸ ὑπάρχον διακοπέν (πέφυκε γὰρ διακόπτεσθαι διὰ τὸ μὴ ἀεὶ τὸν Σωκράτην καθῆσθαι ἢ βαδίζειν) γίνεται ἐνδεχόμενον:–
ν΄

Ἀδύνατον τῇ φύσει λέγεται τὸ μηδαμοῦ πεφυκὸς γίνεσθαι καὶ ἀεὶ μὴ ὄν ὡς ὁ τραγέλαφος καὶ ὁ ἱπποκένταυρος· ἀδύνατον δὲ τῇ γενέσει, ἀλλ' οὐ τῇ φύσει ἐστί· τὸ μὲν φύσει ὂν ἀόρατον, ἀλλὰ τὸ μὴ δυνατὸν γενέσθαι ὁρατὸν διὰ τὸ ἐν βυθῷ κεῖσθαι· οἷον τὸν ἐν τῷ βυθῷ κείμενον λίθον ἀδύνατον γενέσθαι ὁρατόν διὰ τὸ ἐπιπροσθῆναι τῇ ὁράσει τὸ πλῆθος τῶν ὑδάτων:–
να΄
Anal. Pr. I 15, 34a 5–10

〈Εἰ τοῦ Α ὄντος – γένοιτο〉

Τοῦ γοῦν Α ὄντος, ἤγουν δύο προτάσεων ληφθεισῶν, ἀνάγκη καὶ τὸ Β εἶναι, ἤγουν ἐπακολουθῆναι συμπέρασμα· καὶ εἰ δυνατόν ἐστι τὸ Α, ἤγουν καὶ ἐὰν αἱ προτάσεις εἰσὶ δυναταί, ἀνάγκη καὶ τὸ Β, ἤγουν τὸ ἐκ τούτων τῶν προτάσεων συναγόμενον συμπέρασμα, δυνατὸν εἶναι. οὕτως δὲ ἐχόντων τοῦ τε ἡγουμένου καὶ τοῦ ἑπομένου δέ, ἤγουν τῶν προτάσεων καὶ τοῦ συμπεράσματος, ὅτι οἷαί εἰσιν αἱ προτάσεις, τοιοῦτον ἐπακολουθεῖ καὶ τὸ συμπέρασμα, ἔστω τὸ μὲν Α, ἤγουν ἔστωσαν αἱ προτάσεις δυναταί, τὸ δὲ Β, ἤγουν τὸ ἐκ τούτων συμπέρασμα, ἔστω ἀδύνατον κατὰ τὸν λόγον τοῦ ἀντιπίπτοντος, ἔσται ἄρα τὸ Β καὶ δυνατὸν καὶ ἀδύνατον, καὶ ὂν καὶ μὴ ὄν, ὅπερ ἄτοπον· τὸ γὰρ δυνατόν, ὅτε |f. 182r ἐστὶ κυρίως δυνατὸν καὶ ἰσοδυναμοῦν τῷ ἐνδεχομένῳ, μὴ ὂν μέν ἐστί, γένοιτο δ' ἂν καὶ εἶναι, ἤγουν γενήσεται καὶ ὄν, ὥσπερ καὶ τὸ ἀδύνατον, ὅτε ἐστὶ φύσει ἀδύνατον, οὐκ ἄν ποτε γένοιτο καὶ ὄν· ὥστε εἰ τὸ συμπέρασμά ἐστι καὶ δυνατὸν καὶ ἀδύνατον, ἔσται ἄρα καὶ ὂν καὶ μὴ ὄν· ὂν μὲν ὡς δυνατόν, μὴ ὂν δὲ ὡς ἀδύνατον:–
νβ΄
Anal. Pr. I 15, 34a 10–14

〈Ἅμα – ὑπάρχειν〉

Ἅμα δὲ εἰ τὸ Α, ἤγουν αἱ προτάσεις εἰσὶ δυναταί, τὸ δὲ Β, ἤγουν τὸ συμπέρασμα, ἀδύνατον, αἱ μὲν προτάσεις ὡς δυναταὶ καὶ γένοιντο ἄν, ἤγουν καὶ ὡς ἐκβεβηκεῖαι ληφθῶσι (τὸ γὰρ δυνατὸν μὴ ὂν μέν ἐστι, δυνάμενον δὲ ἐκβεβηκέναι καὶ γενέσθαι)· εἰ δὲ γένωνται καὶ ἀποβῶσιν εἰς ὕπαρξιν, ἕξουσι καὶ τὸ εἶναι, ἤγουν τὸ ὑπάρχουσαι γενέσθαι (τὸ γὰρ γεγονός, ὅταν γένηται, ἐστί, ἤγουν ὄν ἐστι). εἰ γοῦν τῶν προτάσεων δυνατῶν οὐσῶν τὸ Β ἔσται ἀδύνατον, ἤγουν τὸ συμπέρασμα, τὸ δὲ ἀδύνατον μὴ ὄν, ἔσονται ἄρα αἱ προτάσεις ὑπάρχουσαι, τὸ δὲ ἐκ τούτων συμπέρασμα μὴ ὄν, ὅπερ ἄτοπον. ὅταν δὲ λέγῃ ὅτι τοῦ Α ὄντος δυνατοῦ, τὸ Β ἔσται δυνατὸν, οὐκ ἐπὶ μόνου τοῦ κυρίως δυνατοῦ τοῦτο λέγει, ὅπερ ἰσοδυναμεῖ τῷ ἐνδεχομένῳ, ἀλλὰ καὶ ἐπὶ τοῦ δυνατοῦ τοῦ θεωρουμένου ἐν τῷ ἀληθεύεσθαι, ἤγουν ἐπὶ τοῦ ἀναγκαίου, καὶ ἐπὶ τοῦ δυνατοῦ τοῦ σημαίνοντος τὸ ὑπάρχον· ἀντὶ δὲ τοῦ εἰπεῖν ἀναγκαῖον εἶπεν 'ἐν τῷ ἀληθεύεσθαι'· τὸ γὰρ ἀναγκαῖον ἀεὶ καὶ ὡσαύτως ἔχει, καὶ διὰ τοῦτο ὁ καταφάσκων ἀεὶ ἀληθεύει:–
νγ΄
Anal. Pr. I 15, 34a 14–15

〈Καὶ ὁσαχῶς – δυνατόν〉

Τὸ δυνατὸν καὶ τὸ ἐνδεχόμενον, ὡς φθάσαντες εἴπομεν, σημαίνει καὶ τὸ ἀναγκαῖον καὶ τὸ ὑπάρχον· οἷον δυνατὸν τὸν ἥλιον ἐν Κριῷ γενέσθαι, ἤτοι ἀναγκαῖον, καὶ δυνατὸν τὸν Σκύθην λευκὸν εἶναι, ἤτοι ὑπαρχόντως. ἴσως δὲ καὶ ἄλλα σημαινόμενα τοῦ δυνατοῦ εὑρεθήσονται, ἐν ἅπασι δὲ τοῖς σημαινομένοις τοῦ δυνατοῦ ὁμοίως ἕξει τὸ θεώρημα· εἰ γὰρ αἱ προτάσεις εἰσὶ δυναταὶ κατὰ τὸ ἀναγκαῖον, ἔσται καὶ τὸ συμπέρασμα δυνατὸν ὡς τὸ ἀναγκαῖον· καὶ ἐὰν αἱ προτάσεις εἰσὶ δυναταὶ κατὰ τὸ ὑπάρχον, ἔσται καὶ τὸ συμπέρασμα δυνατὸν ὡς ὑπάρχον· καὶ εἰ ψευδεῖς μὲν αἱ προτάσεις, οὐκ ἀδύνατοι δὲ, ἀνάγκη καὶ τὸ ἑπόμενον, ἤτοι τὸ Β, τὸ συμπέρασμα, ψεῦδος εἶναι· ὑποκείσθω γὰρ ὁ Σωκράτης καθήμενος· ὁ γοῦν εἰπὼν 'εἰ Σωκράτης βαδίζει, ἀνάγκη τοῦτον κινεῖσθαι' ψεῦδος μὲν τὸ ἡγούμενον ἔλαβεν, ἤτοι τὸ τὸν Σωκράτην βαδίζειν, οὐκ ἀδύνατον δέ· καὶ διὰ τοῦτο καὶ τὸ ἑπόμενον, ἤγουν τὸ τὸν |f. 182v Σωκράτην κινεῖσθαι, ψεῦδος μὲν ἔσται, οὐκ ἀδύνατον δέ· καὶ πάλιν ἡμέρας μὴ οὔσης εἴ τις ἐρεῖ 'εἰ ἡμέρα ἐστί, ὁ ἥλιος ὑπὲρ γῆν ἐστί', τὸ μὲν ἡγούμενον τὸ 'εἰ ἡμέρα ἐστί' ψεῦδος καὶ οὐκ ἀδύνατον, καὶ τὸ ἑπόμενον τὸ 'ὁ ἥλιος ὑπὲρ γῆν ἐστί' ψεῦδος καὶ αὐτὸ καὶ οὐκ ἀδύνατον:–
νδ΄
Anal. Pr. I 15, 34a 16

"Ἒτι τὸ ὄντος τοῦ Α τὸ Β εἶναι"

Λαμβάνων ἄνωθεν τὸ Α ὡς ἡγούμενον, τὸ δὲ Β ὡς ἑπόμενον νῦν φησὶν ὅτι τὸ Α οὐχ ὡς μίαν πρότασιν ἐλάμβανεν· οὐδὲν γὰρ συμπέρασμα συναχθήσεται ἑνὸς τινὸς ὄντος, ἤγουν ἀπὸ μιᾶς τινος προτάσεως, ἀλλ' ἀπὸ δυοῖν ἐλαχίστοιν, ἤγουν ἀλλὰ ἀπὸ δύο προτάσεων τὸ ἐλάχιστον τὸ συμπέρασμα συναχθήσεται· ληπτέον οὖν τὸ Α ἀντὶ δύο προτάσεων:–
νε΄
Anal. Pr. I 15, 34a 34 – b 18

〈Διωρισμένων – διορίζοντας〉

Διωρισμένων δὴ τούτων, ἤγουν ἐπεὶ διωρισάμεθα καὶ ἐδιδάξαμεν ὅτι οἷαί εἰσιν αἱ προτάσεις, τοιοῦτον συνάγεται καὶ τὸ συμπέρασμα· ληπτέον ὅτι τὸ Α παντὶ τῷ Β ὑπάρχει ὑπαρχόντως, τὸ δὲ Β ἐνδεχέσθω παντὶ τῷ Γ, ἤγουν ἐνδεχομένως ὑπαρχέτω, ἔσται καὶ τὸ Α ἐξ ἀνάγκης παντὶ τῷ Γ ἐνδεχομένως. εἰ δέ τις λέγει μὴ ἐνδεχόμενον συνάγεσθαι τὸ συμπέρασμα οὕτως ληφθεισῶν τῶν προτάσεων, εἰ τὸ 'τὸ Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν' ψεύδεται, ἀληθευέτω τὸ μὴ ἐνδέχεσθαι, ἤγουν τὸ 'οὐκ ἐνδέχεται τὸ Α παντὶ τῷ Γ ὑπάρχειν'· ἐπὶ παντὸς γὰρ ἡ κατάφασις ἢ ἡ ἀπόφασις καὶ τὸ 'οὐκ ἐνδέχεται παντὶ' ἀντιφατικῶς ἀντίκειται τῷ 'παντὶ ἐνδέχεται' ἰσοδυναμοῦν τῷ 'οὐ παντὶ ἀνάγκη' καὶ τῷ 'τινὶ ἀνάγκη'· καὶ διὰ τὸ σαφέστερον μεταληπτέον τὸ 'οὐκ ἐνδέχεται παντὶ' εἰς τὸ 'οὐ παντὶ ἀνάγκη', ληπτέον δὲ καὶ τὴν ΒΓ ἐνδεχομένην οὖσαν ὡς ὑπάρχουσαν· εἴ γε ἐνδεχόμενόν ἐστι τὸ μὴ όν, δυνάμενον δὲ ὑπάρχειν γενέσθαι, ἡ γοῦν ΒΓ ἐνδεχομένη οὖσα καὶ ὡς ὑπάρχουσα μεταληφθεῖσα ψευδὴς μέν ἐστι, οὐκ ἀδύνατος δέ. μετέλαβε τὴν ἐνδεχομένην πρότασιν εἰς ὑπάρχουσαν οὐ μάτην, ἀλλὰ διὰ τὸ μήπω διδάξαι οἷον συμπέρασμα συνάγεται ἐκ μίξεως ἀναγκαίας προτάσεως καὶ ἐνδεχομένης· εἰ γοῦν τὸ Α οὐ παντὶ τῷ Γ ἐξ ἀνάγκης, ὅπερ ταὐτόν ἐστι τῷ 'οὐκ ἐνδέχεται παντί', τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχόντως, γίνεται ὁ πέμπτος τρόπος τοῦ τρίτου σχήματος καὶ συνάγεται συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως, ἦν δὲ καὶ παντὶ ὑπαρχόντως, τοῦτο δὲ ἀδύνατον, τὸ τὸ Α καὶ παντὶ τῷ Β ὑπάρχειν ὑπαρχόντως καὶ οὐ παντί· τὸ δὲ ἀδύνατον |f. 183r οὐ συνήχθη ἀπὸ τῆς ΒΓ ἐνδεχομένης προτάσεως εἰς ὑπάρχουσαν μεταληφθείσης· ψευδὴς γὰρ ἦν ἡ τοιαύτη πρότασις, οὐκ ἀδύνατος δέ, ὡς εἴπομεν· συνῆκται οὖν τὸ ἀδύνατον ἀπὸ τοῦ ὑποθεῖναι τὸν ἀντιπίπτοντα ὅτι τὸ Α οὐκ ἐνδέχεται παντὶ τῷ Γ ὑπάρχειν, καὶ ἐπειδὴ ἄτοπον συνάγεται ἐκ ταύτης τῆς ὑποθέσεως, καλῶς ἄρα συνῆκται ὅτι τὸ Α παντὶ τῷ Γ ἐνδέχεται ὑπάρχειν. εἰ δέ τις ἐρεῖ 'καὶ τί ἄτοπον ὑπάρχει τὸ τὸ Α καὶ παντὶ τῷ Β ὑπάρχειν καὶ οὐ παντί, εἴ γε τὸ ''παντὶ ὑπαρχόντως'' δύναται μεταληφθῆναι καὶ εἰς τὸ οὐ παντὶ ὑπάρχειν; οὕτως γὰρ ὄπισθεν εἴρηται, ὅτι τὸ παντὶ ὑπάρχειν δύναται καὶ μηδενὶ ὑπάρχειν· εἰ δὲ μηδενί, καὶ οὐ παντί· ἐμπεριέχεται γὰρ ἡ ''οὐ πᾶς'' ὑπὸ τῆς ''οὐδείς'''· καὶ φαμὲν ὅτι τὴν ΒΓ ἐνδεχομένην οὖσαν μεταλάβομεν εἰς τὴν ὑπάρχουσαν μεταλλάξαντες καὶ τὸν μέλλοντα χρόνον εἰς τὸν ἐνεστῶτα, ἐνταῦθα δὲ μεταλλαγὴ τοῦ χρόνου οὐ γέγονεν καὶ διὰ τοῦτο ἀδύνατόν ἐστι τὸ τὸ Α ὑπάρχειν παντὶ τῷ Β κατὰ τὸν ἐνεστῶτα χρόνον καὶ οὐ παντί:–
νστ΄
Anal. Pr. I 15, 34a 38 – b 2

〈Εἰ οὖν – ἀδύνατον〉

Τὸ 'εἰ τὸ Α μὴ ἐνδέχεται τῷ Γ' ταὐτόν ἐστι τῷ ὅτι τὸ Α οὐκ ἐνδέχεται παντὶ τῷ Γ ὑπάρχειν, ὃ μετελάβομεν ἡμεῖς διὰ τὸ σαφέστερον εἰς τὸ 'οὐ παντὶ ἀνάγκη'. τὸ δὲ 'ψεύδους γὰρ ὑποτεθέντος καὶ οὐκ ἀδυνάτου' τοῦτό ἐστι, ὅτι ἡ ΒΓ πρότασις ἐνδεχομένη οὖσα καὶ μεταληφθεῖσα εἰς ὑπάρχουσαν ψευδὴς μὲν ἦν, οὐκ ἀδύνατος δέ· τὸ δὲ συμβαῖνον, ἤγουν τὸ συμπέρασμα, ὅτι τὸ Α οὐ παντὶ τὸ Γ ὑπαρχόντως, κειμένου καὶ τοῦ Α παντὶ τῷ Β ὑπάρχειν ὑπαρχόντως ἀδύνατον ἦν· τοῦτο δὲ τὸ ἀδύνατον οὐ συνήχθη ἐκ τῆς ἐμῆς ὑποθέσεως ψευδοῦς οὔσης, οὐκ ἀδυνάτου δέ, ἀλλ' ἐκ τῆς ὑποθέσεως τοῦ ἀντιπίπτοντος τῆς ὑποθείσης, ὅτι τὸ Α οὐκ ἐνδέχεται παντὶ τῷ Γ ὑπάρχειν:–
νζ΄

|f. 183v Τῷ 'παντὶ ἐνδέχεται' ἀντίκειται τὸ 'οὐκ ἐνδέχεται παντί'· τούτῳ ἰσοδυναμεῖ ἡ 'οὐ παντὶ ἀνάγκη' καὶ ἡ 'τινὶ ἀνάγκη'. εἰ δὲ καὶ ὁ Ἀριστοτέλης τὸ 'οὐκ ἐνδέχεται παντὶ' οὐ μεταλαμβάνει εἰς τὸ 'οὐ παντὶ ἀνάγκη', ἀλλὰ δῆλόν ἐστι, ἐξ ὧν συμπεραίνει τοῦτο βουλόμενος:–
νη΄
Anal. Pr. I 15, 34a 38 – b 11

〈Εἰ οὖν – συλλογισμός〉

Ἴσως ἄν τις εἴποι μηδὲν ἀδύνατον συνάγεσθαι, εἰ τὸ Α οὐκ ἐνδέχεται παντὶ τῷ Γ· τί γὰρ κωλύει τὸ Α καὶ παντὶ ὑπάρχειν τῷ Β καὶ οὐ παντί, εἴ γε τὸ ὑπάρχον τοιοῦτόν ἐστι ὡς ποτὲ δύνασθαι καὶ μὴ ὑπάρχειν; δυνατὸν γάρ ἐστι τὸ Α καὶ παντὶ ὑπάρχειν τῷ Β καὶ οὐ παντί, ὥσπερ καὶ μετελήφθη ἡ ΒΓ ἐνδεχομένη οὖσα εἰς τὴν ὑπάρχουσαν, ὃ ψεῦδος μέν ἐστι, οὐκ ἀδύνατον δέ. λέγομεν οὖν πρὸς τοῦτο ὅτι ἡ μετάληψις μὲν τῆς ἐνδεχομένης πρὸς τὴν ὑπάρχουσαν γέγονεν οὐ τοῦ αὐτοῦ χρόνου μένοντος, οὐδὲ τῆς ἐνδεχομένης μενούσης ἐνδεχομένης· τοῦτο γὰρ καὶ ψεῦδος καὶ ἀδύνατόν ἐστι, τὸ τὴν ἐνδεχομένην οὖσαν καὶ ὑπάρχουσαν εἶναι ἅμα. ἀλλὰ μετελήφθη ἡ πρότασις ἀπὸ τοῦ μέλλοντος χρόνου εἰς τὸν ἐνεστῶτα, εἴπερ ἡ μὲν ἐνδεχομένη τὸν μέλλοντα χρόνον δηλοῖ, ἡ δὲ ὑπάρχουσα τὸν ἐνεστῶτα· τὸ μεταλαβεῖν γοῦν τὴν ἐνδεχομένην ὡς ὑπάρχουσαν ψεῦδός ἐστι διὰ τὸ καὶ ἀντὶ μέλλοντος χρόνου ἐνεστῶτα λαβεῖν, οὐ μέντοι γε δὲ ἀδύνατον τὸ τὴν ἐνδεχομένην ποτὲ ὑπάρχουσαν γενέσθαι. ἐπὶ δὲ τῆς ΑΒ μενούσης αὐτῆς καθόλου καταφατικῆς ὑπαρχούσης καὶ μεταληφθείσης εἰς τὸ 'οὐ παντὶ ὑπαρχόντως' μένοντος τοῦ αὐτοῦ χρόνου ἐκ τοῦ ὑποθέσθαι τὸ Α οὐκ ἐνδέχεσθαι παντὶ τῷ Γ ὑπάρχειν ἀδύνατον συνήχθη, τὸ τὸ Α καὶ παντὶ τὸ Γ ὑπάρχειν καὶ οὐ παντί:–
νθ΄
Anal. Pr. I 15, 34b 7

"Δεῖ δὲ λαμβάνειν τὸ παντὶ ὑπάρχον"

Δεῖ λαμβάνειν τὸ 'πᾶς' μὴ κατὰ χρόνον, ἤτοι ὡρισμένως ἀληθεῦον· τότε γὰρ τῇ 'τὶς' ἰσοδυναμεῖ· οἷον εἰ εἴπῃς ὅτι ὁ ἄνθρωπος παντὶ κινουμένῳ, καὶ ὑποθήσεις ὅτι νῦν πᾶν κινούμενον ἄνθρωπός ἐστί, ἀληθεύει μὲν ἡ πᾶς οὐ τῇ ἑαυτῆς φύσει, ἀλλὰ διὰ τὴν σὴν |f. 184r ὑπόθεσιν, ὅτε καὶ ἰσοδυναμεῖ τῇ 'τὶς' καὶ γίνεται ἀσυλλόγιστον τὸ σχῆμα· ἀλλὰ ἁπλῶς, ἤτοι ἀορίστως καὶ καθόλου, καὶ τῇ ἑαυτῆς φύσει δεῖ λαμβάνειν αὐτὴν ἀληθεύουσαν· οἷον ὅτι τὸ ζῷον παντὶ ἀνθρώπῳ:–
ξ΄
Anal. Pr. I 15, 34b 19–25

〈Πάλιν – αδύνατον〉

Πάλιν ἔστω στερητικὴ καθόλου πρότασις ἡ ΑΒ· τὸ συναγόμενον συμπέρασμα ἐπὶ τοῦ στερητικοῦ συλλογισμοῦ, ὅτι τὸ Α οὐδενὶ τῷ Γ, ἐνδεχομένου οὐκ ἔστι τὸ κυρίως ἐνδεχόμενον, διότι τῇ 'οὐδενὶ' ἐνδέχεται· δι' ἑαυτὴν μὲν ἀντίκειται ἡ 'τίς' ἀνάγκη, διὰ δὲ τὴν 'παντὶ' ἐνδέχεται, ἀντίκειται ἡ 'οὐ παντὶ' ἀνάγκη· ἐπὶ γὰρ τοῦ κυρίως ἐνδέχεται· ὃ ἐνδέχεται οὐδενὶ ὑπάρχειν, τοῦτο καὶ παντὶ ἐνδέχεται. εἰ γοῦν καὶ τὸ A οὐδενὶ τῷ Γ ὑπῆρχεν ἐνδεχομένως κατὰ τὸ κυρίως ἐνδεχόμενον, ἀντέκειτο ἂν αὐτῷ καὶ τὸ 'οὐ παντὶ ἀνάγκη' ὥσπερ καὶ τὸ 'τινὶ ἀνάγκη', νῦν δὲ οὐκ ἀντίκειται καὶ δῆλόν ἐστι οὕτως· εἰ λάβῃς 'τὸ Α οὐ παντὶ τῷ Γ ὡς ἀντικείμενον τῷ συμπεράσματι, τῷ ''οὐδενί'', ἐνδέχεται' καὶ ἐρεῖς ὅτι τὸ A οὐ παντὶ τῷ Γ ἀνάγκη, τὸ Β παντὶ τῷ Γ ὑπαρχόντως, συνάξεις τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως, ἦν δὲ καὶ οὐδενὶ ὑπαρχόντως· οὐδὲν δὲ ἀδύνατον τὸ Α τῷ Β καὶ οὐδενὶ ὑπάρχειν καὶ οὐ παντί· ἡ γὰρ 'οὐ πᾶς' ἐμπεριέχεται ὑπὸ τῆς 'οὐδείς'· εἰ δὲ λάβης τὸ Α τινὶ τῷ Γ ἀνάγκη, συνάξεις ἀδύνατον, ὅτι τὸ Α καὶ οὐδενὶ ὑπάρχει τῷ Β καὶ τινί:–
ξα΄
Anal. Pr. I 15, 35b 27–28

〈Οὗτος – ἀνάγκης〉

Τὸ 'οὐκ ἐνδέχεται μηδενὶ' ταὐτόν ἐστι τῷ 'τινὶ ἀνάγκη':–
ξβ΄
Anal. Pr. I 15, 34b 28–29

"Αὕτη γάρ ἐστιν ἡ ἀντίφασις τῆς γνομένης ὑποθέσεως"

Αὕτη γὰρ ἡ πρότασις, ἡ 'οὐδενὶ ἐξ ἀνάγκης', ἀντιφατικῶς ἀντίκειται τῇ 'τινὶ ἀνάγκη', τῇ ὑποτεθείσῃ ὑποθέσει:–
ξγ΄
Anal. Pr. I 15, 34b 29–31

〈Ἐτέθη – φάσεως〉

Τῷ 'τινὶ ἀνάγκη' ἀντίκειται ἀντιφατικῶς τὸ 'οὐκ ἀνάγκη τινί', ὃ ταὐτόν ἐστιν τῷ 'οὐδενὶ ἀνάγκη', εἰ δὲ καὶ ὁ Ἀριστοτέλης τὸ 'οὐκ ἐνδέχεται οὐδενὶ' οὐ μεταλαμβάνει, εἰ εἰς τὸ 'τινὶ ἀνάγκη', ἀλλὰ δῆλόν ἐστι, ἐξ ὧν συμπεραίνει τοῦτο βουλόμενος:–
ξδ΄
Anal. Pr. I 15, 34b 41-35a 1

"|f. 184v Oὐ γὰρ ἀνάγκη μηδένα κινεῖσθαι ἄνθρωπον, ἀλλ' οὐκ ἀνάγκη τινά"

Tὸ 'μηδενὶ ἐξ ἀνάγκης' ἰσοδυναμεῖ μὲν τῇ 'ἀνάγκη τινί', διαφέρει δὲ τὸ 'οὐδενὶ ἐνδεχομένως' ὡς καθολικώτερον καὶ ἐπὶ πλέον ὂν αὐτοῦ καὶ δῆλον ἀπὸ τῶν ὅρων· ὁ γὰρ εἰπὼν τὸ περιπατεῖν μηδενὶ ζῴῳ ἐξ ἀνάγκης ὑπάρχειν ἀληθεύει καὶ ἐπὶ τῶν περιπατούντων ζώων καὶ ἐπὶ τῶν ἑρπηστικῶν· οὐδὲ γὰρ ἀνάγκη τούτοις περιπατεῖν· ὁ δὲ εἰπὼν τὸ περιπατεῖν οὐδενὶ ζῴῳ ὑπάρχειν ἐνδεχομένως οὐκέτι ἀληθεύει ἐπὶ πάντων, ἀλλὰ ἐπὶ τῶν περιπατούντων· ἐπὶ δὲ τῶν ἑρπηστικῶν οὐκ ἀληθεύει, διότι ἐφ' ὧν τὸ 'ἐνδέχεται μηδενί', ἐπὶ τούτων καὶ τὸ 'ἐνδέχεται παντὶ' ἀληθεύει· εἰ οὖν τὸ 'ἐνδέχεται παντὶ' ἐπὶ τῶν ἑρπετῶν ψεῦδος, ἀνάγκη ἄρα καὶ τὸ 'οὐδενὶ ἐνδέχεται' ψεύδεσθαι· ἐπὶ πλέον ἄρα τὸ 'οὐδενὶ ἐξ ἀνάγκης' τοῦ 'οὐδενὶ ἐνδέχεται':–
ξε΄
Anal. Pr. I 15, 35a 3–10

〈Ἐὰν – πρότερον〉

Τῆς μείζονος οὔσης καταφατικῆς καθόλου ὑπαρχούσης, τῆς δὲ ἐλάττονος καθόλου στερητικῆς ἐνδεχομένης οὐκ ἔστι συλλογισμός. εἰ δὲ ἀντιστρέψεις καὶ μεταλάβης τὸ 'οὐδενὶ ἐνδεχομένως' εἰς τὸ 'παντὶ' ἔσται συλλογισμός, καθάπερ ἐν τοῖς πρότερον· συνάξεις γὰρ καὶ ἐνταῦθα συμπέρασμα ἐνδεχόμενον ἰσοδυναμοῦν τῷ ὑπάρχοντι, οἷον συνήγετο καὶ πρότερον, ὅτε ἐλάμβανες τὴν ΑΒ παντὶ ὑπαρχόντως καὶ τὴν ΒΓ παντὶ ἐνδεχομένως:–
ξστ΄
Anal. Pr. I 15, 35a 10–11

"Ὁμοίως γὰρ ἕξουσιν οἱ ὅροι τῇ θέσει"

Ἥγουν, εἰ ἀντιστρέψεις τὸ 'οὐδενὶ ἐνδεχομένως' εἰς τὸ 'παντὶ' γίνονται οἱ ὅροι ἤγουν αἱ προτάσεις αἱ δύο καταφατικαὶ καὶ ἕξουσιν ὁμοιότητα κατὰ τὴν θέσιν τῷ προτέρω συλλογισμῷ, τῷ ἀπὸ τῆς 'πᾶς' καὶ 'πᾶς'· κἀκεῖ γὰρ ἡ μείζων ἦν καταφατικὴ καθόλου ὑπάρχουσα καὶ ἡ ἐλάττων καταφατικὴ καθόλου ἐνδεχομένη:–
ξζ΄
Anal. Pr. I 15, 35a 12

〈Τῶν διαστημάτων〉

|f. 185r Διαστήματα λέγει τὰς προτάσεις μιμούμενος τοὺς γεωμέτρας· ὡς γὰρ ἐκεῖνοι τὰ σημεῖα, ἤγουν τὰς στιγμάς, καλοῦσιν ὅρους ὡς ἀμερεῖς οὔσας καὶ ἁπλουστάτας, οὕτως καὶ ὁ Ἀριστοτέλης τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον καλεῖ ὅρους ὡς ἁπλουστάτους· καὶ ὥσπερ ἡ στιγμὴ ῥυεῖσα ποιεῖ τὴν γραμμὴν κατὰ μῆκος μόνον ἔχουσα τὴν διάστασιν καὶ τὴν ἐξάπλωσιν, ἣ καὶ καλεῖται διάστημα, οὕτως καὶ ὁ Ἀριστοτέλης ἀποβλέψας πρὸς τὴν σχέσιν τοῦ κατηγορουμένου πρὸς τὸν ὑποκείμενον, καθ' ἣν καὶ ἡ κατηγορία γίνεται, τὴν πρότασιν καλεῖ διάστημα· καὶ ὡς ὁ γεωμέτρης καλεῖ σχῆμα συγκείμενον ἐκ διαφόρων γραμμῶν, οὕτως καὶ οὗτος ὀνομάζει τὸν συλλογισμὸν σχῆμα ὡς ἐκ διαφόρων προτάσεων συγκείμενον:–
ξη΄
Anal. Pr. I 15, 35a 19–20

"Ἐὰν δὲ ληφθῇ τὸ Β παντὶ τῷ Γ ἐνδέχεσθαι, ὅπερ ἐστὶ ἀληθὲς"

Ἀληθὲς γάρ ἐστι τὸ τὴν 'οὐδενὶ ἐνδεχομένην' μεταλαμβάνειν εἰς τὸ 'παντὶ ἐνδεχομένως'· πάλιν ὁ αὐτὸς ἔσται συλλογισμός, ἤγουν συναχθήσεται συμπέρασμα, τὸ 'οὐδενὶ ἐνδεχομένως', ἤγουν τὸ 'οὐδενὶ ἐξ ἀνάγκης', τουτέστι τὸ 'οὐδενὶ ὑπαρχόντως', οἷον συνήγετο, καὶ ὅτε ἡ μὲν AB ἦν 'οὐδενὶ ὑπαρχόντως', ἡ δὲ ΒΓ 'παντὶ ἐνδεχομένως' ἢ 'οὐδενὶ ἐνδεχομένως'· τῆς ΒΓ οὔσης 'οὐδενὶ ὑπαρχόντως' συλλογισμὸς οὐ γίνεται διὰ τὸ μὴ δύνασθαι τὴν 'οὐδενὶ ὑπαρχόντως' ἀντιστραφῆναι εἰς τὸ 'παντὶ ὑπαρχόντως'· ἐπὶ γὰρ μόνης τῆς ἐνδεχομένης ὕλης ἡ 'οὐδεὶς' οὐκ ἀντιστρέφει πρὸς ἑαυτήν, ἀλλὰ πρὸς τὴν 'πᾶς' καὶ ἡ 'πᾶς' πρὸς τὴν 'οὐδείς'· ἐπὶ δὲ τῆς ἀναγκαίας καὶ ὑπαρχούσης ὕλης ἡ 'οὐδεὶς' ἀντιστρέφει πρὸς ἑαυτήν, ὡς ἐν τῇ ἀρχῇ τῶν Tριῶν σχημάτων ἔμαθες:–
ξθ΄
Anal. Pr. I 15, 35a 23–24

〈Ὅροι – πίττα〉

Ὅροι τοῦ μὲν 'παντὶ' ἐξ ἀνάγκης ὑπάρχειν 'λευκόν', 'ζῷον', 'χιών', τοῦ δὲ μὴ ἐνδέχεσθαι, ἤγουν τοῦ 'ἐξ ἀνάγκης οὐδενί', ὅροι 'λευκόν', 'ζῷον', 'πίττα':–
ο΄
Anal. Pr. I 15, 35a 40 – b2

〈Πλὴν – πρότερον〉

Πλὴν οἱ μὲν διὰ τοῦ ἀδυνάτου δειχθήσονται, ὅταν τοῦ Α ἢ παντὶ τῷ Β ὑπαρχόντως ἢ οὐδενί, τὸ δὲ Β τινὶ τῷ Γ ἐνδεχομένως· διὰ τῆς ἀντιστροφῆς δὲ δείκνυνται οἱ συλλογισμοί, εἰ λάβῃς το Α παντὶ τῷ Β ὑπαρχόντως ἢ οὐδενί, τὸ δὲ Β οὐ παντὶ τῷ Γ ἐνδεχομένως· ἀντιστραφήσης γὰρ τῆς 'οὐ παντὶ ἐνδεχομένως' εἰς τὴν 'τινὶ ἐνδεχομένως' γίνεται ὁ συλλογισμός:–
οα΄
Anal. Pr. I 15, 35b 8–9

"Ὅταν δὲ τὸ μὴ ὑπάρχειν λαμβάνῃ ἡ κατὰ μέρος τεθεῖσα"

|f. 186r Ἤγουν, ὅταν δὲ τὸ Β οὐ παντὶ τῷ Γ ὑπάρχῃ ὑπαρχόντως τῆς ΑΒ οὔσης 'παντὶ ἐνδεχομένως' ἢ 'οὐδενί', συλλογισμὸς οὐ γίνεται διὰ τὸ μὴ δύνασθαι τὴν 'οὐ πᾶς' ὑπάρχουσαν οὖσαν μεταστραφῆναι εἰς τὴν 'τίς'. ὅροι τοῦ μὲν 'παντὶ ἐξ ἀνάγκης' ὑπάρχειν 'λευκόν', 'ζῷον', 'χιών', τοῦ δὲ μὴ ὑπάρχειν, ἤγουν τοῦ 'ἐξ ἀνάγκης οὐδενί', 'λευκόν', 'ζῷον', 'πίττα'· γενέσθω δὲ ἡ ἀπόδειξις ἐκ τοῦ ἀορίστου· ἡ γὰρ 'οὐ πᾶς' ἀόριστός ἐστι, καθὸ οὐκ ἀντιστρέφει ὡρισμένως ἢ εἰς τὴν 'πᾶς' ἢ εἰς τὴν 'τίς'· ἐπὶ μὲν γὰρ τῆς ἐνδεχομένης ὕλης πρὸς ἑαυτὴν ἀντιστρέφει καὶ ἰσοδυναμεῖ τῇ 'τίς' (οἷον εἰ τὸ λευκὸν οὐ παντὶ ζῴῳ, καὶ τὸ ζῷον ἐρεῖς ἢ οὐ παντὶ λευκῷ ἢ τινί), ἐπὶ δὲ τῆς ἀδυνάτου ἀντιστρέφει πρὸς τὴν 'οὐδείς' (εἰ γὰρ ὁ ἄνθρωπος οὐ παντὶ πτερωτῷ, καὶ τὸ πτερωτὸν οὐδενὶ ἀνθρώπω)· σὺ γοῦν λαμβάνων τὴν ΒΓ 'οὐ παντὶ ὑπαρχόντως' μὴ λάβῃς ὅρους ἀπὸ τῆς ἐνδεχομένης ὕλης, ἵνα ἰσοδυναμεῖ ἡ 'οὐ πᾶς' τῇ 'τίς' (τότε γὰρ συλλελογισμένον ἐστὶ τὸ σχῆμα τῆς ΑΒ οὔσης ἢ 'παντὶ' ἢ 'οὐδενὶ ἐνδεχομένως'), ἀλλὰ λάβε ὅρους ἀπὸ τῆς ἀδυνάτου ὕλης, ἵνα ἡ 'οὐ πᾶς' ἰσοδυναμεῖ τῇ 'οὐδεὶς' καὶ ἐντεῦθεν ἔσται τὸ σχῆμα ἀσυλλόγιστον:–