Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 2 im Vat. gr. 244 (ff. 146v–148v). Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. In der vatikanischen Handschrift gibt es noch eine weitere Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt.
Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden Interpunktion sowie Orthographie und Akzentuierung normalisiert; Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 2.

κγ΄
Anal. Pr. I 2, 25a 1–2

〈Ἐπεὶ – τοῦ ἐνδέχεσθαι ὑπάρχειν〉

|f. 146v, v. 8 Ἐπεὶ δὲ πᾶσα πρότασις ἢ ὑπάρχουσά ἐστιν, ἢ ἀναγκαία, ἢ ἐνδεχομένη. ἐνταῦθα ὁ ἐξηγητὴς ἐνίσταται λέγων τέσσαρας μόνους εἶναι τρόπους (ἀναγκαῖον, ἀδύνατον, δυνατὸν καὶ ἐνδεχόμενον), ὧν καὶ μόνων ἐμνημόνευσεν, ὥς φησιν ἐκεῖνος, ἐν τῷ Περὶ ἑρμηνείας· τὸν δὲ ὑπάρχοντα οὐ λέγει εἶναι τρόπον διὰ τὸ μὲν μνημονεῦσαι αὐτοῦ ἐν τῷ Περὶ ἑρμηνείας καὶ συμβιβάζει το κείμενον οὕτως· διὰ τοῦ εἰπεῖν 'πᾶσα πρότασις ἢ τοῦ ὑπάρχειν' ἐστὶ ἐδήλωσε τὰς ἄνευ τρόπου προτάσεις· διὰ δὲ τοῦ εἰπεῖν 'ἢ τοῦ ἐξ ἀνάγκης', 'ἢ τοῦ ἐνδεχεσθαι', ἤγουν ἢ ἀναγκαία ἢ ἐνδεχομένη, ἐδήλωσεν τὰς μετὰ τρόπου προτάσεις· ἐγὼ δὲ λέγω ὁ ἄσοφος ὅτι καὶ ὁ ὑπάρχων τρόπος ἐστίν∙ οὐ γὰρ ἐν τῷ Περὶ ἑρμηνείας εἴρηκε τέσσαρας μόνους εἶναι τοὺς τρόπους∙ καὶ δῆλον ὅτι λέγων ἀδύνατον οὐκ ἀδύνατον, ἀναγκαῖον οὐκ ἀναγκαῖον συνηρίθμησεν τούτοις καὶ τὸ ἀληθὲς καὶ οὐκ ἀληθὲς ἐμφαίνων ἐντεῦθεν μυρίους εἶναι τοὺς τρόπους καὶ μὴ μόνους τούτους τοὺς τέσσαρας. ἀλλὰ καὶ διδάσκων περὶ μίξεων τρόπων ποτὲ μίγνυσι τὸν ἀναγκαῖον τῷ ἐνδεχομένῳ, ποτὲ δὲ τὸν ἀναγκαῖον τῷ ὑπάρχοντι∙ μνημονεύσας δὲ τοῦ ἀναγκαίου τρόπου τὸν ἀδύνατον παρέλειψε, διότι ἀντίκεινται∙ ὁ μὲν γὰρ ἀναγκαῖος εἰσάγει ὕπαρξιν, ὁ δὲ ἀδύνατος ἀνυπαρξίαν∙ ἡ δὲ ὕπαρξις καὶ ἡ ἀνυπαρξία ἀντικείμενα, τῶν δὲ ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη. εἰ δέ τις ἐρεῖ καὶ τίνος χάριν οὐκ ἐμνημόνευσε τοῦ ἀδυνάτου, ἀλλὰ τοῦ ἀναγκαίου, ἐροῦμεν πρὸς αὐτὸν 'διότι τὸ ἀναγκαῖον τιμιώτερόν ἐστι τοῦ ἀδυνάτου ὡς εἰσάγον ὑπαρξιν'· τοῦ δὲ δυνατοῦ οὐκ ἐμνημόνευσε διότι τὸ κως ἐνδεχόμενον ταὐτόν ἐστι τῷ δυνατῷ. εἰπὼν οὖν 'ἐνδέχεσθαι' συμπεριέλαβεν καὶ τὸ δυνατόν:–
κδ΄
Anal. Pr. I 2, 25a 3

"Καθ’ ἑκάστην πρόσρησιν"

Ἢγουν καθ’ ἑκάστην προσθήκην τοῦ τρόπου∙ καὶ γὰρ καὶ ἐπὶ τοῦ δυνατοῦ τρόπου, καὶ τοῦ ἀναγκαίου, καὶ τοῦ ἀδυνάτου, καὶ τοῦ ἐνδεχομένου, καὶ τοῦ ὑπάρχοντος εὑρήσεις καὶ καταφατικὰς προτάσεις καὶ ἀποφατικάς, καὶ καθόλου καὶ μερικάς, καὶ ἀδιορίστους, ἤγουν ἀπροσδιορίστους∙ καὶ ἡ μὲν καθόλου στερητική, ἤγουν ἡ ἐν τῷ ὑπάρχοντι τρόπῳ, ἤγουν ἡ 'οὐδείς', ἀντιστρέφει πρὸς ἑαυτὴν ἐν τοῖς ὅροις, ἤγουν ἐναλλατομένης τῆς τάξεως τῶν ὅρων∙ εἰ γὰρ τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ, καὶ ἡ ἡδονὴ οὐδενί |f. 147r ἀγαθῷ. ἐνταῦθά τινες σοφιζόμενοι ἐνίστανται τὴν 'οὐδεὶς' μὴ πρὸς ἑαυτὴν ἀντιστρέφειν λέγοντες 'οὐδεὶς τοῖχος ἐν πασσάλῳ, ἡ δὲ ἀντιστροφὴ οὐκ ἀληθής' (ἡ 'οὐδεὶς πάσσαλος ἐν τοίχῳ ἐστί')∙ γέγονε δὲ ἡ ἀπάτη ἐνταῦθα διὰ τὸ μὴ λαβεῖν τὸν ὅλον κατηγορούμενον ὡς ὑποκείμενον· ἐν γὰρ τῇ 'οὐδεὶς τοῖχος ἐν πασσάλῳ ἐστί' ὁ μὲν τοῖχός ἐστιν ὑποκείμενον, τὸ δὲ 'ἐν πασσάλῳ' ἐστὶ κατηγορούμενον∙ οὐκ ἔλαβεν γοῦν ἐν τῇ ἀντιστροφῇ τὸν ὅλον κατηγορούμενον∙ παρέλειψε γὰρ τὸ 'ἐστί'· καὶ πάλιν οὐδεμία κολόκυνθα τέμνει μάχαιραν∙ οὐκ ἀληθὴς δὲ ἡ ἀντιστροφή, ἡ 'οὐδεμία μάχαιρα τέμνει κολόκυνθαν', διὰ τὸ μὴ λαβεῖν τὸν ὅλον κατηγορούμενον ὡς ὑποκείμενον∙ κατηγορούμενον δὲ ἦν τὸ 'τέμνει μάχαιρα'· οὕτως οὖν ἔδει εἰπεῖν καὶ οὐδὲν τὸ τέμνον μάχαιραν κολόκυνθά ἐστι· καὶ πάλιν οὐδεὶς κέραμος ἐν οἴνῳ ἐστίν∙ οὐκ ἀληθὴς δὲ ἡ ἀντιστροφή, ἡ 'οὐδεὶς οἶνος ἐν κεράμῳ ἐστί'∙ καὶ γὰρ ἐνταῦθα 'τὸ ἐν οἴνῳ ἐστίν' ἔστι κατηγορούμενον∙ ἀντιστρέφων δὲ ἔλαβε τὸ οἶνος μόνον, τὸ δὲ 'ἐστί' παρέλειψεν∙ ὑγιῶς δὲ ἀντέστρεψεν, εἰ οὕτως εἶπε∙ καὶ οὐδὲν ὂν ἐν οἴνῳ κέραμός ἐστίν, εἰ δὲ καὶ ἡ 'πᾶς' ὡς ὕπαρξιν εἰσάγουσα τιμιωτέρα ἐστὶ τῆς 'οὐδεὶς' ἀνυπαρξίαν εἰσαγούσης, καὶ διὰ τοῦτο ἔδει προταγῆναι τῆς 'οὐδείς', ἀλλὰ ἡ 'οὐδεὶς' προετάγη ταύτης διὰ τὸ ἀντιστρέφειν πρὸς ἑαυτήν∙ τῆς 'πᾶς' ἀντιστρεφούσης μὲν πρὸς ἑαυτήν, ἀλλὰ πρὸς τὴν 'τίς'· ἡ δὲ 'πᾶς' προετάγη τῆς 'τὶς' διὰ τὸ καθολικωτέρα εἶναι:–
κε΄
Anal. Pr. I 2, 25a 7–10

〈Τὴν δὲ κατηγορικὴ – ἡδονήν〉

Ἀντιστρέφειν μὲν τὴν 'πᾶς' ἀναγκαῖον, οὐ μὴν καθόλου, ἤτοι πρὸς ἑαυτήν, ἀλλ’ ἐν μέρει, ἤγουν πρὸς τὴν 'τίς'· εἰ γὰρ τὸ ἀγαθὸν πάσῃ ἡδονῇ, καὶ ἡ ἡδονὴ δέ τινι ἀγαθῷ∙ πᾶσαν δὲ ἡδονὴν νόει τὴν ἐκ τῆς γνώσεως ἐπιγινομένην ἡμῖν καὶ τὴν ἐκ τῆς τῶν ἀρετῶν ἐργασίας∙ τὸ δὲ ἀγαθὸν οὐ μόνον λέγεται ἐπὶ τῆς τοιαύτης ἡδονῆς, ἀλλὰ καὶ ἐν οὐσίᾳ τὸ ἀγαθὸν θεωρεῖται· καὶ ἐν ποσῷ, καὶ ἐν ποιῷ:–
κστ΄
Anal. Pr. I 2, 25a 10–12

〈Τῶν δὲ εν μέρει – ἡδονή〉

Τῶν δὲ ἐν μέρει, ἤγουν τῶν δὲ μερικῶν προσδιορισμῶν, τὴν μὲν κατηγορικήν, ἤγουν τὴν 'τίς', ἀνάγκη ἀντιστρέφειν κατὰ μέρος, ἤγουν πρὸς ἑαυτήν· εἰ γὰρ τὸ ἀγαθόν τινι ἡδονῇ, καὶ ἡ ἡδονή τινι ἀγαθῷ∙ ἡδονὴν τινὰ εἶπεν εἶναι ἀγαθήν, ἣν ἄνωθεν εἴπομεν· ἡ γὰρ τῶν κιναίδων ἡδονὴ ἀγαθὴ οὐκ ἔστιν∙ ἔχεις δὲ εἰπεῖν ὅτι καὶ ἐν τοῖς παραδείγμασιν οὐκ ἀκριβείᾳ χρᾶται:–
κζ΄
Anal. Pr. I 2, 25a 12–13

"Τὴν δὲ στερητικὴν – ἀνθρώπῳ"

Προέταξεν τὴν 'τὶς' τῆς 'οὐ πᾶς', διότι ἡ 'τὶς' ὡρισμένως πρὸς ἑαυτὴν ἀντιστρέφει ἐπὶ πάσης ὕλης, ἡ δὲ 'οὐ πᾶς' οὐχ’ ὡρισμένως ἀντιστρέφει, ἀλλὰ ποτὲ μὲν εἰς τὴν 'πᾶς' ὡς ἐπὶ τῆς ἀναγκαίας ὕλης (εἰ γὰρ ὁ ἄνθρωπος μὴ τινί, ἤγουν μὴ παντὶ ζῴῳ ὑπάρχει, τὸ ζῷον οὐχ’ ὑπάρχει τινὶ ἀνθρώπῳ, ἤγουν ὑπάρχει οὐχὶ οὐ παντὶ ἀνθρώπῳ, ἀλλὰ παντὶ ἀνθρώπῳ), ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης ἀντιστρέφει πρὸς τὴν 'οὐδείς' (εἰ γὰρ ἄνθρωπος οὐ |f. 147v παντὶ πτερωτῷ, καὶ τὸ πτερωτὸν οὐδενὶ ἀνθρώπῳ), ἐπὶ δὲ τῆς ἐνδεχομένης ὕλης ἢ πρὸς ἑαυτὴν ἀντιστρέφει ἢ πρὸς τὴν 'τίς' (εἰ γὰρ τὸ λευκὸν οὐ παντὶ ἀνθρώπῳ, ὁ ἄνθρωπος οὐ παντὶ λευκῷ ἐρεῖς ἢ τινὶ λευκῷ). πρὸς δὲ τὸν Ἀριστοτέλην λέγοντα τὴν 'πᾶς' ἀντιστρέφειν πρὸς τὴν 'τὶς' ἐπάγουσί τινες σοφίσματα τοιαῦτα δεικνύοντες τὴν 'πᾶς' μὴ ἀντιστρέφειν πρὸς τὴν 'τίς'∙ οἷον πᾶς γέρων νέος ἦν πρότερον, οὐκ ἀληθὲς δὲ καὶ τὸ 'τὶς νέος γέρων ἦν πρότερον'· γέγονεν δὲ ἡ ἀπάτη διότι κατηγορούμενόν ἐστι τὸ 'νέος ἦν πρότερον', οὐκ ἐλήφθη δὲ ὁ ὅλος ὑποκείμενος· εἰ δὲ ληφθεῖ, ἀληθὴς ἔσται ἡ ἀντιστροφή, ὅτι καὶ τὶς νέος πρότερον ὁ γέρων ἐστί∙ καὶ πάλιν πᾶσα γυνὴ παρθένος ἦν, οὐκ ἀληθὴς δὲ καὶ τὸ 'τὶς παρθένος γυνὴ ἦν'∙ ἀλλὰ τὸ 'τὶς παρθένος οὖσα πρότερον γυνή ἐστι' ἀληθές· τὸ δὲ 'γυνὴ' ἐπὶ τῆς γεγαμημένης λαμβάνεται:–
κη΄
Anal. Pr. I 2, 25a 14–17

〈Πρῶτον μὲν οὖν – τί ἐστιν〉

Δείξας διὰ παραδειγμάτων πῶς ἀντιστρέφουσιν οἱ προσδιορισμοί, μέλλει τοῦτο δεῖξαι καὶ ἀποδεικτικώτερον. λαμβάνει δὲ τὰ στοιχεῖα, διότι ἐὰν ἐλάμβανεν ὅρους καὶ ἐδείκνυεν ὅπως ἀντιστρέφουσιν, εἶπεν ἄν τις ἐκ τῶν ὅρων τῶν ληφθέντων γενέσθαι τοιάνδε τὴν ἀντιστροφήν· εἰ δὲ ἕτεροι ὅροι ληφθῶσιν, οὐκ ἂν ἡ 'οὐδεὶς' ἀντιστρέφει πρὸς ἑαυτήν∙ καὶ διὰ τοῦτο λαμβάνει τὰ στοιχεῖα ἄδειαν διδοὺς τῷ ἀκροατῇ, οἵους ἂν βούληται ὅρους λαμβάνειν. διδάσκει δὲ πρῶτον περὶ τῆς 'οὐδεὶς' διὰ τὸ χρησιμεύειν αὐτῷ ταύτην εἰς τὴν τῆς ἀντιστροφῆς ἀπόδειξιν τῶν ἄλλων προσδιορισμῶν· εἰ γὰρ τὸ A, ἤγουν τὸ ζῷον οὐδενὶ τῷ B ὑπάρχει, ἤγουν οὐδενὶ λίθῳ, καὶ το B, ἤγουν ὁ λίθος, οὐδενὶ ὑπάρξει τῷ A, ἤγουν τῷ ζῴῳ∙ εἰ δέ τις λέγει ὅτι ψεύδεται ὁ λέγων τὸ B οὐδενὶ τῷ A ὑπάρχειν, ἀληθεύει δὲ ὁ λέγων τὸ B τινὶ τῷ A ὑπάρχειν, λοιπὸν ψευδὴς ἔσται ἡ πρώτη πρότασις ἡ λέγουσα τὸ A, ἤγουν τὸ ζῷον, μηδενὶ τῷ B ὑπάρχειν, ἤγουν τῷ λίθῳ∙ ὅπως δέ ἐστι ψευδής, ὅρα∙ εἰ γὰρ ὁ λίθος κατὰ σὲ οὐκ ἔστιν οὐδενὶ ζῴῳ, ἀλλὰ τινὶ, λάβε τὶ μόριον τοῦ ζῴου, ἤγουν τὸν ἵππον, καθ’ οὗ ὁ λίθος κατηγορεῖται· ὁ γοῦν ἵππος μόριόν ἐστι καὶ τοῦ ζῴου, ἔστι δὲ μόριον καὶ τοῦ λίθου∙ εἰ γὰρ ὁ λίθος κατὰ τοῦ ἵππου κατηγορεῖται, πᾶν δὲ τὸ κατηγορούμενον κατά τινος ὡς ὅλον περιέχει ἐκεῖνο, καθ’ οὗ κατηγορεῖται∙ εἴ γε οὐσιωδῶς καὶ μὴ κατὰ συμβεβηκὸς κατηγορεῖται ὡς ὁ ἄνθρωπος κατηγορούμενος κατὰ τοῦ Σωκράτους, ὡς ὅλον κατηγορεῖται |f. 148r κατ’ αὐτοῦ∙ ὁ ἵππος οὖν ἄρα μέρος ἐστὶ τοῦ λίθου καὶ μέρος ἐστὶν αὐτοῦ, ψεύδεται λοιπὸν ἡ πρότασις ἡ λέγουσα τὸ ζῷον κατ’ οὐδενὸς ὑπάρχειν λίθου∙ τὸ γὰρ 'κατ’ οὐδενὸς' οὕτως ὥρισται, ὅταν οὐκ ἔστι τι μόριον ὑποκειμένου, ἀφ’ οὗ οὐκ ἀπαγορεύεται ὁ κατηγορούμενος· εἰ γοῦν ὁ ἵππος μέρος τοῦ λίθου, πῶς τὸ ζῷον κατ’ οὐδενὸς λίθου ῥηθήσεται∙ ἀπὸ γὰρ τοῦ ἵππου οὐκ ἀπαγορευθήσεται τὸ ζῷον, διότι καὶ μέρος τοῦ ζῴου ἐστίν∙ ἐπὶ γοῦν ἄτοπόν τι συνάγεται ἀπὸ τοῦ λέγειν δὲ τὸ Β τινὶ τῷ Α ὑπάρχειν, λοιπὸν ψεύδεται τὸ 'τινί', ἀληθεύει δὲ τὸ 'οὐδενί'∙ τὸ δὲ λευκὸν κατὰ συμβεβηκὸς κατηγορούμενον τοῦ ἀνθρώπου οὐχ’ ὡς ὅλον αὐτοῦ κατηγορεῖται, διότι οὐδὲ περιέχει τὸν ἄνθρωπον∙ ἡ δὲ ἀπόδειξις αὕτη οὐκ ἔστι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, κἂν ὁ ἐξηγητὴς λέγῃ διὰ ταύτης γίνεσθαι τὴν ἀπόδειξιν:–
κθ΄
Anal. Pr. I 2, 25a 17–19

〈Εἰ δὲ παντὶ – ὑπάρχειν〉

Εἰ δὲ τὸ Α, οἷον τὸ ζῷον, παντὶ ὑπάρχει τῷ Β, ἤγουν τῷ ἀνθρώπῳ, καὶ τὸ Β, ὁ ἄνθρωπος, ὑπάρξει τινὶ τῷ Α∙ εἰ δέ τις λέγει μὴ τινὶ ὑπάρχει,ν ἀλλὰ τὸ Β, ὁ ἄνθρωπος, μηδενὶ ὑπάρχειν τῷ Α, ἤγουν τῷ ζῴῳ, οὐδὲ τὸ Α, ἤγουν τὸ ζῷον, ὑπάρξει οὐδενὶ τῷ Β, ἤγουν τῷ ἀνθρώπῳ (ἤγουν ἡ 'οὐδείς', ὡς δέδεικται, ἀντιστρέφει πρὸς ἑαυτήν), ἀλλ’ ὑπέκειτο τὸ Α παντὶ ὑπάρχειν τῷ Β∙ πῶς γοῦν ἔσται τὸ Α καὶ παντὶ τῷ Β καὶ οὐδενί; καὶ ἐπεὶ ἄτοπον τοῦτο συνήχθη ἐκ τοῦ ὑποθεῖναι σε τὸ Β μηδενὶ ὑπάρχειν τῷ Α, λοιπὸν ψευδές ἐστι τὸ 'οὐδενί', ἀληθὲς δὲ ὅτι τὸ B τινὶ ὑπάρχει τῷ A:–
λ΄
Anal. Pr. I 2, 25a 20–22

〈Ὁμοίως δὲ καὶ εἰ κατὰ μέρος – τὸ Α οὐδενὶ τῷ Β〉

Δείξας τὴν 'πᾶς' πρὸς τὴν 'τὶς' ἀντιστρέφουσαν φησὶν 'ὁμοίως δὲ καὶ εἰ κατὰ μέρος ἐστὶν ἡ πρότασις', ἤγουν ὁμοίως δὲ καὶ ἡ μερικὴ καταφατική, ἡ 'τίς', πρὸς ἑαυτὴν ἀντιστρέφει, ἤγουν πρὸς τὴν 'τίς'∙ εἰ γὰρ τὸ A, ἤγουν τὸ λευκόν, τινὶ τῷ Β ὑπάρχει, ἤγουν τῷ ἀνθρώπῳ, καὶ τὸ Β, ἤγουν ὁ ἄνθρωπος, τινὶ ὑπάρξει τῷ Α, ἤγουν τῷ λευκῷ∙ εἰ γὰρ ψεύδεται τὸ 'τινί', ἐπὶ παντὸς δὲ ἢ ἡ κατάφασις ἀληθεύει ἢ ἡ ἀπόφασις, ἀληθευέτω κατὰ σε τὸ 'οὐδενί' καὶ ἔσται τὸ Β, ὁ ἄνθρωπος, οὐδενὶ τῷ Α, ἤγουν τῷ λευκῷ∙ ἡ δὲ 'οὐδεὶς' ἀντιστρέφει πρὸς ἑαυτὴν καὶ ἔσται τὸ Α, τὸ λευκόν, οὐδενὶ τῷ Β, ἤγουν τῷ ἀνθρώπῳ, ἀλλ’ ἦν καὶ τινί· ἔσται τὸ λευκὸν καὶ οὐδενὶ ἀνθρώπῳ καὶ τινὶ ἀνθρώπῳ, ὅπερ ἄτοπον∙ τοῦτο δὲ συνήχθη ἀπὸ τοῦ ὑποθεῖναι σε τὸ Β μηδενὶ ὑπάρχειν τῷ Α, ψεῦδος ἄρα τὸ 'οὐδενί'∙ ἀληθεύει δὲ ὅτι τὸ Β τινὶ τῷ Α ὑπάρχει:–
λα΄
Anal. Pr. I 2, 25a 22–26

〈Εἰ δέ γε τὸ Α – ὑπάρχει〉

|148v Τὴν 'οὐ πᾶς' οὐκ ἔτι δείκνυσι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι οὐκ ἀντιστρέφει πρὸς ἐαυτήν, ἀλλὰ διὰ τῆς τῶν ὅρων δείξεως λαβὼν τὸ Α ἄνθρωπον τὸ δὲ Β ζῷον∙ ὥστε, εἰ τὸ Α, ἤγουν ὁ ἄνθρωπος, τινὶ τῷ Β μὴ ὑπάρχει, ἤγουν οὐ παντὶ ζῴῳ, οὐκ ἀνάγκη καὶ τὸ Β, τὸ ζῷον, τινὶ τῷ Α μὴ ὑπάρχειν∙ ἤγουν οὐ παντὶ ἀνθρώπῳ, ἀλλὰ παντί:–