Anal. Post. I 01, 71a 01–02

〈Πᾶσα διδασκαλία καὶ πᾶσα μάθησις διανοητικὴ ἐκ προϋπαρχούσης γίνεται γνώσεως〉

Θέλων ὁ ἀριστοτέλης ἀποδεῖξαι ὅτι ἡ ἀπόδειξις ἐκ προεγνωσμένων καὶ προομαλογουμένων γίνεται, ἄρεχεται ἀπὸ τοῦ καθόλου, ἤγοι τῆς διδασκαλίας καὶ τῆς μαθήσεως, ἃ ἀπὸ ἐγνωσμένων γίνονται. εἰ δὲ τοῦτο, ἐστὶ δὲ καὶ ἡ ἀποδεικτικὴ διδασκαλία καὶ μάθησις, λοιπὸν ἄρα καὶ ἡ ἀποδεικτικὴ ἐκ προεγνωσμένης γίνεται γνώσεως.
Ἰστέον ὅτι ἐν παντὶ προβλήματι δύο ταῦτα θεωρεῖται, τὸ δεδομένον καὶ τὸ ζητούμενον. οἷον ὁ μὲν ὑποκείμενος ὅρος, λέγω δὴ ἡ ψυχή, δέδοται, ζητεῖται δὲ ὁ κατηγορούμενος, εἰ ἀθάνατος. καὶ πάλιν εἰ ἔστι ζῶον τραγέλαφος τεθῆ πρόβλημα, δεδομένον μέν ἐστι τὸ ζῶον, ζητούμενον δὲ τὸ τραγέλαφος. ζητεῖ γὰρ τὸ πρόβλημα οὐχ ὅτι ἔστιν, ἀλλὰ τί· τοῦτο γὰρ φανερὸν καὶ ἐναργές· ἀλλ' εἰ τοιοῦτον ζῶον. ὥστε πᾶσαι αἱ προτάσεις δι' ὧν κατασκευάζεται τὸ πρόβλημα:—