Alusian, Diagramm zu Anal. Pr. I 28, 44a 11–35 (Vat. Reg. gr. 116)
final
final
Editorische Vorbemerkung
Orthographie, Akzentuierung, Interpunktion wurden normalisiert, Iota subscriptum
ergänzt. Alphanumerische Ordinalzahlen sind als Zahlwörter ausgeschrieben.
Ἐξήγησις εἰς τὸ Περὶ εὐπορίας προτάσεων διάγραμμα, τοῦ Ἀλουσιάνου
| Τοῦτο τὸ διάγραμμα τοῦ Περὶ εὐπορίας προτάσεων συνάγει τοὺς τέσσαρας
τρόπους τοῦ πρώτου σχήματος (τὸν καθόλου καταφατικόν, | τὸν ἐκ τοῦ
'πᾶς–πᾶς–τὸ πᾶς', καὶ τὸν μερικὸν καταφατικόν, τὸν ἐκ τοῦ 'πᾶς–τίς–τὸ τίς', καὶ
τὸν καθόλου ἀποφατικόν, τὸν ἐκ τοῦ 'οὐδείς–πᾶς– | τὸ οὐδείς', καὶ τὸν
μερικὸν ἀποφατικόν, τὸν ἐκ τοῦ 'οὐδείς–τίς–τὸ οὐ πᾶς')· καὶ τὸν πρῶτον τρόπον
τοῦ δευτέρου σχήματος, τὸν ἐκ τοῦ 'οὐδείς–πᾶς–τὸ οὐδείς', καὶ | τὸν
δεύτερον, τὸν ἐκ τοῦ 'πᾶς–οὐδείς–τὸ οὐδείς'· καὶ τὸν πρῶτον τρόπον τοῦ τρίτου
σχήματος, τὸν ἐκ τοῦ 'πᾶς–πᾶς–τὸ τίς', καὶ τὸν δεύτερον, τὸν ἐκ τοῦ
'οὐδείς–πᾶς– | τὸ οὐ πᾶς', καὶ τὸν τέταρτον, τὸν ἐκ τοῦ 'πᾶς–τίς–τὸ
τίς'.
Ἔστι δὲ καὶ κατηγορούμενον καὶ ὑποκείμενον ἡ ΑΕ πρότασις· τὸ μὲν Α κατηγορούμενον,
| τὸ δὲ Ε ὑποκείμενον. καὶ τῷ μὲν Α, τῷ κατηγορουμένῳ, ἔπεται τὸ Β, τῷ
δὲ Γ ἕπεται τὸ Α· ἀλλότριον δὲ τοῦ Α τὸ Δ. ὁμοίως δὲ καὶ | τῷ μὲν Ε, ἤγουν
τῷ ὑποκειμένῳ, ἕπεται τὸ Ζ, τῷ δὲ Η ἕπεται τὸ Ε· ἀλλότριον δὲ τοῦ Ε τὸ Θ.
Εἰ μὲν οὖν τὸ καθόλου καταφατικὸν | ἐν πρώτῳ σχήματι βούλει συνάξαι, βλέψον
εἰς τοῦ κατηγορουμένου, τουτέστι τοῦ Α, τὰ ὑποκείμενα, τουτέστιν εἰς τὸ Γ, εἰς δὲ
τοῦ | ὑποκειμένου, ἤγουν τοῦ Ε, τὰ καθολικώτερα, τουτέστιν εἰς τὸ Ζ.
ἔσται τοίνυν τὸ μὲν Α κατὰ παντὸς τοῦ Γ, ταὐτὸν δ’ ἔστιν εἰπεῖν καὶ |
κατὰ παντὸς τοῦ Ζ· τὸ γὰρ Γ ταὐτὸν τῷ Ζ· ἔχουσι γὰρ ἀμφότερα κοινὸν ὅρον τὸ κατὰ
φύσιν. τὸ δὲ Ζ παντὶ τῷ Ε, τὸ Α ἄρα παντὶ τῷ Ε | ὑπάρξει· ἐκ γὰρ τοῦ
'πᾶς–πᾶς' ἐν πρώτω σχήματι συνάγεται συμπέρασμα τὸ 'πᾶς'.
Πάλιν, εἰ τὸ μερικὸν καταφατικὸν ἐν πρώτῳ σχήματι | βούλει συνάξαι, βλέψον
εἰς τοῦ κατηγορουμένου, ἤγουν τοῦ Α, τὰ μερικώτερα, τουτέστιν εἰς τὸ Γ, εἰς δὲ τοῦ
ὑποκειμένου, | ἤγουν τοῦ Ε, τὰ μερικώτερα, τουτέστιν εἰς τὸ Η. ἔσται
τοίνυν τὸ μὲν Α κατὰ παντὸς τοῦ Γ, τὸ δὲ Γ ταὐτὸν τῷ Η· ἔχουσι γὰρ ἀμφότερα | κοινὸν ὅρον τὸν κατ’ ἀρετὴν βίον· τὸ δὲ Ε παντὶ μὲν ἦν τῷ Η,
ἀντιστρεφόμενον δὲ τὸ 'πᾶς' εἰς τὸ 'τίς', ἐγένετο τὸ Η τινὶ τῷ Ε. | ὥστε,
ἐπεὶ τὸ μὲν Α κατὰ παντὸς τοῦ Γ, ταὐτὸν δὲ τὸ Γ τῷ Η, τὸ δὲ Η τινὶ τῷ Ε, τὸ Α ἄρα
τινὶ τῷ Ε ὑπάρξει· ἐκ γὰρ τοῦ 'πᾶς–τὶς' | ἐν πρώτῳ σχήματι συνάγεται
συμπέρασμα τὸ 'τίς'. τὸ αὐτὸ δὲ τοῦτο ἔσται καὶ διὰ τοῦ τρίτου σχήματος τιθέμενον
οὕτω· μέσος μὲν | γὰρ ὅρος ἔσται τὸ ΓΗ, μεῖζον δὲ ἄκρον τὸ Α, ἔλαττον δὲ
τὸ Ε· ἔσται τοίνυν τὸ μὲν Α κατὰ παντὸς τοῦ ΓΗ καὶ τὸ Ε κατὰ παντὸς | τοῦ
ΓΗ, τὸ Α ἄρα τινὶ τῷ Ε ὑπάρξει· ἐκ γὰρ τοῦ 'πᾶς–τὶς' ἐν τρίτῳ σχήματι συνάγεται
συμπέρασμα τὸ 'τίς'.
Πάλιν εἰ τὸ καθόλου ἀποφατικόν, | ἤγουν τὸ 'οὐδείς', βούλει συνάξαι,
βλέψον εἰς τοῦ κατηγορουμένου, ἤγουν τοῦ Α, τὰ ἀλλότρια, τουτέστιν εἰς τὸ Δ, εἰς δὲ
τοῦ ὑποκειμένου, | ἤγουν τοῦ Ε, τὰ καθολικῶτερα, τουτέστιν εἰς τὸ Ζ.
ἔσται τοίνυν τὸ μὲν Α κατ’ οὐδενὸς τοῦ Δ, ταὐτὸν δ’ ἔστιν εἰπεῖν καὶ κατ’ | οὐδενὸς τοῦ Ζ (ἔχουσιν γὰρ ἀμφότερα κοινὸν ὅρον τὸ ἀτελὲς καὶ τὴν κίνησιν), τὸ δὲ
Ζ κατὰ παντὸς τοῦ Ε· ὥστε, ἐπεὶ τὸ μὲν Α | κατ’ οὐδενὸς τοῦ ΔΖ, τὸ δὲ ΔΖ
παντὶ τῷ Ε, τὸ Α ἄρα οὐδενὶ τῷ Ε ὑπάρξει· ἐκ γὰρ τοῦ 'οὐδείς–πᾶς' ἐν πρώτῳ σχήματι
συνά | γεται συμπέρασμα τὸ 'οὐδείς'. τὸ αὐτὸ δὲ τοῦτο γίνεται καὶ διὰ
δευτέρου σχήματος τιθέμενον οὕτω· μέσος μὲν γὰρ ὅρος ἔσται τὸ ΔΖ, μεῖζον δὲ | ἄκρον τὸ Α, ἔλαττον δὲ τὸ Ε· ἔσται τοίνυν
τὸ μὲν ΔΖ κατ’ οὐδενὸς τοῦ Α καὶ πάλιν τὸ ΔΖ κατὰ παντὸς τοῦ Ε, τὸ Α ἄρα οὐδενὶ | τῷ Ε ὑπάρξει· συνάγεται γὰρ ὁ πρῶτος τρόπος τοῦ δευτέρου σχήματος ἐκ
τοῦ 'οὐδείς–πᾶς–τὸ οὐδείς'. γίνεται δὲ τοῦτο καὶ | ἀνάπαλιν· βλέψον γὰρ
εἰς τοῦ ὑποκειμένου, ἤγουν τοῦ Ε, τὰ ἀλλότρια, τουτέστιν εἰς τὸ Θ, εἰς δὲ τοῦ
κατηγορουμένου, ἤγουν τοῦ | Α, τὰ καθολικώτερα, ἤγουν εἰς τὸ Β· ἔσται
τοίνυν τὸ μὲν Ε κατ’ οὐδενὸς τοῦ Θ, τὸ δὲ Θ ταὐτὸν τῷ Β, (ἔχουσι γὰρ ἀμφότερα | κοινὸν ὅρον τὸ ἐπίπονον καὶ τὸ ὠφέλιμον), τὸ δὲ Β παντὶ τῷ Α· ὥστε,
ἐπεὶ τὸ μὲν Ε κατ’ οὐδενὸς τοῦ ΘΒ, τὸ δὲ ΒΘ παντὶ | τῷ Α, τὸ Ε ἄρα οὐδενὶ
τῷ Α· ἐπεὶ δὲ ἀντιστρέφει ἡ 'οὐδεὶς' πρὸς ἑαυτήν, καὶ τὸ Α οὐδενὶ τῷ Ε. τὸ αὐτὸ δὲ
τοῦτο γίνεται | καὶ διὰ τοῦ δευτέρου σχήματος τιθέμενον οὕτω· μέσος μὲν
γὰρ ὅρος ἔσται τὸ ΘΒ, μεῖζον δὲ ἄκρον τὸ Α, ἔλαττον δὲ τὸ Ε· ἔσται τοί | νυν τὸ μὲν ΘΒ παντὶ τῷ Α καὶ πάλιν τὸ ΘΒ οὐδενὶ τῷ Ε, τὸ Α ἄρα οὐδενὶ τῷ Ε·
συνάγεται γὰρ ὁ δεύτερος τρόπος τοῦ δευτέρου σχήματος | ἐκ τοῦ
'πᾶς–οὐδεὶς–τὸ οὐδείς'.
Εἰ δὲ τὸ μερικὸν ἀποφατικὸν ἐν πρώτῳ σχήματι βούλει συνάξαι, ἤγουν τὸ 'οὐ πᾶς', βλέψον εἰς τοῦ | κατηγορουμένου, ἤγουν τοῦ Α, τὰ ἀλλότρια, τουτέστιν εἰς τὸ Δ· εἰς δὲ τοῦ
ὑποκειμένου, ἤγουν εἰς τοῦ Ε, τὰ μερικώτερα, ἤγουν εἰς τὸ Η. ἔσται |
τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ Δ, ταὐτὸν δ’ ἔστιν εἰπεῖν καὶ οὐδενὶ τῷ Η· ἔχουσι γὰρ
ἀμφότερα κοινὸν ὅρον τὸ ἀλυσιτελὲς καὶ τὴν ἀ | πονίαν. τὸ δὲ Ε παντὶ ἦν τῷ
Η· ἀντιστρεφόμενον δὲ τὸ 'πᾶς' εἰς τὸ 'τὶς' ἐγένετο τὸ Η τινὶ τῷ Ε· ὥστε, ἐπεὶ τὸ
μὲν Α κατ’ οὐδε | νὸς τοῦ ΔΗ, τὸ δὲ Η τινὶ τῷ Ε, τὸ Α ἄρα οὐ παντὶ τῷ Ε
ὑπάρξει· ἐκ γὰρ τοῦ 'οὐδείς, τὶς' ἐν πρώτῳ σχήματι συνάγεται συμπέρασμα |
τὸ 'οὐ πᾶς'. τὸ αὐτὸ δὲ τοῦτο γίνεται καὶ διὰ τοῦ τρίτου σχήματος τιθέμενον οὕτω·
μέσος μέν γὰρ ὅρος ἔσται τὸ ΔΗ, μεῖζον δὲ ἄκρον | τὸ Α, ἔλαττον δὲ τὸ Ε·
ἔσται τοίνυν τὸ μὲν Α οὐδενὶ τῷ ΔΗ, τὸ δὲ Ε παντὶ τῷ ΔΗ, τὸ Ε ἄρα οὐ παντὶ τῷ Α· ἐκ
γὰρ τοῦ 'οὐδείς–πᾶς' | ἐν τρίτῳ σχήματι συνάγεται συμπέρασμα τὸ 'οὐδείς'.
καὶ οὕτως ἅπαντες οἱ συλλογισμοὶ τελειοῦνται διὰ τούτου τοῦ διαγράμματος. |f. 133av