Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 4 im Vat. gr. 244 (ff. 152r–156r). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 4.

μθ΄
Anal. Pr. I 4, 25b 26–31

Διωρισμένων δὲ τούτων – οὐ πᾶς ἀπόδειξις

|f. 152r Διορισάμενοι καὶ διδάξαντες καὶ παραδόντες ταῦτα πάντα τὰ πρὸς τὴν συλλογιστικὴν μέθοδον συμβαλλόμενα, οἷον τί τέ ἐστιν ἡ πρότασις, καὶ τί ὅρος, καὶ τί συλλογισμός, καὶ τί ἀντιστροφή, λέγομεν ἤδη καὶ διὰ τίνων ὁ συλλογισμὸς γίνεται· διὰ δύο τοὐλάχιστον προτάσεων· ἀπὸ μιᾶς γὰρ προτάσεως συλλογισμὸς οὐ γίνεται· καὶ γὰρ καὶ αὐτὸ τὸ ὄνομα τοῦ συλλογισμοῦ συλλογὴν καὶ πλῆθος καὶ συνέλευσιν δηλοῖ προτάσεων. τὸ δὲ 'πότε' παριστᾷ τὸ μὴ ὡς ἔτυχε τὰς προτάσεις συμπλέκεσθαι, ἀλλ’ ἢ τὰς δύο εἶναι καθόλου καταφατικάς, <del rendition="#s"> τὴν τε μείζονα καὶ τὴν ἐλάττονα, ἢ τὴν μείζονα μόνην εἶναι καθόλου ἀποφατικὴν· εἰ δέ γε δύο συμπλακῶσι καθόλου ἀποφατικαὶ ἢ εἰ μείζων καθόλου ἐστὶ καταφατική, ἡ δὲ ἐλάττων καθόλου ἀποφατική, συλλογισμὸς οὐ γίνεται προϊὼν μαθήσῃ· ἐκ πολλῶν γὰρ παραδειγμάτων ἱκανά σοι ταῦτα πρὸς γνῶσιν τῶν ἀσυλλογίστων συλλογισμῶν. τὸ δὲ 'πῶς' παριστᾷ τὸ διὰ τοῦ μέσου ὅρου συνάγεσθαι καὶ συνέρχεσθαι τὰ ἄκρα πρὸς ἀπογέννησιν συμπεράσματος· ποταπὸν δὲ ὀφείλει εἶναι ὁ μέσος ἐν ἐκάστω σχήματι μαθήσῃ. ἐπεὶ δὲ ἔφθασεν ἐξ ἀρχῆς εἰπεῖν σκέψιν καὶ σκοπὸν ἔχειν περὶ ἀποδείξεως ἐνταῦθα διδάξαι, ἀδυνάτως δὲ ἔχει τοῦτο ποιῆσαι διὰ τὸ προηγεῖσθαι τὸν ἁπλῶς καὶ καθόλου συλλογισμὸν τοῦ ἀποδεικτικοῦ συλλογισμοῦ ὡς γένος, τούτου χάριν λέγει τὸ λεκτέον πρῶτον περὶ συλλογισμοῦ, παρὸ περὶ ἀποδείξεως· ὠς γὰρ γένος ὁ ἁπλῶς συλλογισμὸς διαιρεῖται εἰς τὸν ἀποδεικτικὸν συλλογισμόν, τὸν διαλεκτικόν καὶ τὸν σοφιστικὸν· καὶ ὥσπερ ἀδύνατόν ἐστιν εὖ τινα μαθεῖν γράφειν ἢ ἀναγινώσειν πρὸ τοῦ μαθεῖν ἁπλῶς ἀναγινώσκειν ἢ ὅλως γράφειν, οὕτως ἀδύνατόν ἐστι μαθεῖν τινα ἀποδεικτικῶς καὶ ἐπιστημονικῶς συλλογίζεσθαι πρὶν ἢ μαθεῖν τὸ ἁπλῶς συλλογίζεσθαι· ὡς γὰρ ὁ ἄνθρωπος τὶ ζῷόν ἐστιν, οὐ πᾶν δὲ ζῷον ἀνθρωπός ἐστι, οὕτω καὶ ἡ ἀπόδειξις τὶς μὲν συλλογισμός ἐστιν, οὐ πᾶς δὲ συλλογισμὸς ἀπόδειξίς ἐστιν· ἐνδέχεται γὰρ διαλεκτικὸν εἶναι συλλογισμὸν ἢ σοφιστικόν:–
ν΄
Anal. Pr. I 4, 25b 32 – 26a 2

〈Ὅταν οὖν ὅροι τρεῖς – ὑπάρξει〉

|f. 152v Ὅταν οὖν λάβῃς τρεῖς ὅρους, οἷον Α, Β, Γ, οὕτως ἔχοντας ὥστε τὸν μὲν ἔσχατον, ἤγουν τὸ Γ, ἐν ὅλῳ εἶναι τῷ μέσῳ, ἤγουν εἶδος εἶναι τοῦ Β καὶ μέρος, καὶ τὸν μέσον, ἤγουν τὸν Β, ἐν ὅλῳ εἶναι τῷ πρώτῳ, ἤγουν τῷ Α, ἤγουν εἶδος εἶναι καὶ μέρος τοῦ Α ἢ μὴ εἶναι, τουτέστιν ἢ τὸ Β ἀλλότριον εἶναι τοῦ Α, ἀνάγκη εἶναι τῶν ἄκρων συναγωγὴν καὶ συνέλευσιν, τουτέστιν ἀνάγκη συμπέρασμα γίνεσθαι καὶ συλλογισμὸν τέλειον, ἤγουν ἔχοντα συμπέρασμα οἴκοθεν ἔχον τὸ ἀξιόπιστον καὶ μηδεμιᾶς ἀποδείξεως δεόμενον. ὅρα μοι δὲ ὅπως τοὺς δύο καθόλου τρόπους τοῦ πρώτου σχήματος, τόν τε πρῶτον καὶ τὸν δεύτερον, παρεστήσατο καὶ ἐτέχνωσεν· εἰπὼν γὰρ τὸ Γ εἶναι ἐν ὅλῳ τῷ Β ἐδήλωσε δεῖν εἶναι τὴν ἐλάττονα πρότασιν ἀεὶ καθόλου καταφατικήν· εἰπὼν δὲ τὸ Β ἐν ὅλῳ εἶναι τῷ Α ἢ μὴ εἶναι διδάσκει τὴν μείζονα πρότασιν τηρεῖν ἢ καθόλου καταφατικὴν ἢ καθόλου ἀποφατικήν· εἶπε δὲ τὸ καλῶ, διὰ τὸ αὐτὸς ὀνοματοθέτης γενέσθαι τοῦ μέσου καὶ τῶν ἄκρων. καὶ μέσος μέν ἐστι ἐν πρώτῳ σχήματι ὁ ἐν ἄλλῳ ὤν, ἤγουν ὁ ἐμπεριεχόμενος ὑπὸ τοῦ Α καὶ ἐμπεριέχων ἄλλο, ἤγουν τὸ Γ, ὅστις καὶ κατὰ τὴν θέσιν καὶ τὴν γραφὴν μέσος κεῖται τῶν δύο ἄκρων· τοῦ τε Α καὶ τοῦ Γ· ἄκρον δὲ λέγω καὶ ὅρον ἐλάττονα τὸ Γ τὸ ἐμπεριέχομενον ὑπὸ ἄλλου, ἤγουν τοῦ μέσου· μεῖζον δὲ ἄκρον καὶ ὅρον λέγει Α, ἐν ᾧ ἐμπεριέχεται ἄλλος, ἤγουν ὁ μέσος ὅρος. καὶ πρῶτον μὲν διδάσκει περὶ τοῦ πρώτου τρόπου τοῦ πρώτου σχήματος τοῦ ἐκ δύο καθόλου καταφατικῶν προτάσεων συνάγοντος τὸ 'παντὶ' συμπέρασμα· καὶ ἀντὶ ὅρων λαμβάνει στοιχεῖα· εἰ γὰρ ἔλαβεν ὅρους, ἴσως ἄν τις ἐνέστη διὰ τοὺς ὅρους συναχθῆναι τὸ παντὶ συμπέρασμα· νῦν δὲ λαβὼν στοιχεῖα Α, Β, Γ ἄδειαν δίδωσι τῷ βουλομένῳ λαβεῖν ὅρους, οἵους ἂν βούληται ἐκ πάσης ὕλης, καὶ συνάγειν τὸ 'παντί'. ἡμεῖς δὲ φωτίζοντες τὸ λεγόμενον ληψόμεθα ἐν τῷ Α ὅρον τὴν οὐσίαν, ἐν δὲ τῷ Β τὸ ζῷον καὶ ἐν τῷ Γ τὸν ἄνθρωπον· εἰ γὰρ ἡ οὐσία κατὰ παντὸς τοῦ ζῴου, καὶ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου ἐξ ἀνάγκης ἀπὸ τῶν ληφθεισῶν προτάσεων συναχθήσεται συμπέρασμα, ὅτι ἡ οὐσία, κατὰ παντὸς ἀνθρώπου ἐστίν· εἴπομεν γὰρ καὶ πρότερον κατὰ παντὸς λέγεσθαι, ὅταν οὐκ ἔστι τι μόριον τοῦ ὑποκειμένου, καθ’ οὗ κατηγορεῖται ὁ κατηγορούμενος· ὥστε, ἐὰν ἡ οὐσία κατὰ παντὸς ζῴου κατηγορῆται, καὶ κατὰ πάντων ἄρα τῶν μερῶν τοῦ ζῴου κατηγορηθήσεται· μέρος δὲ τοῦ ζῴου ὁ ἄνθρωπος καὶ λοιπὸν ἀνάγκη καὶ τὴν οὐσίαν κατὰ παντὸς ἀνθρώπου κατηγορεῖσθαι. εἰ δὲ τὸ Α λάβῃς λίθον, τὸ δὲ Β ζῷον, τὸ δὲ Γ ἄνθρωπον, ποιήσεις τὸν δεύτερον τρόπον τοῦ πρώτου σχήματος· εἰ γὰρ ὁ λίθος οὐδενὶ ζῴῳ, τὸ δὲ ζῷον κατὰ παντὸς ἀνθρώπου, συναχθήσεται συμπέρασμα ὅτι ὁ λίθος οὐδενὶ ἀνθρώπῳ ὑπάρξει· ἐλέγομεν γὰρ πρότερον κατ’ οὐδενὸς εἶναι, ὅταν οὐκ ἔστι τι μέρος τοῦ ὑποκειμένου, ἀφ’ οὗ οὐκ ἀπαγορεύεται ὁ κατηγορούμενος· εἰ γοῦν ὁ λίθος κατ' οὐδενὸς ζῴου, ἀπὸ πάντων τῶν μερῶν τοῦ ζῴου ἀπαγορεύεται· μέρος δὲ τοῦ ζῴου ἄνθρωπος, ἀπαγορευθήσεται ἄρα καὶ ὁ λίθος ἀπὸ τοῦ ἀνθρώπου. |f. 153r καλεῖται δὲ ὁ συλλογισμὸς ὁ συνάγων τὸ 'παντὶ' πρῶτος τρόπος, ὁ δὲ συνάγων τὸ 'οὐδενὶ' δεύτερος τρόπος διὰ τὸ τὴν 'πᾶς' ὡς εἰσάγουσαν ὕπαρξιν τιμιωτέραν εἶναι τῆς 'οὐδεὶς' ἀνυπαρξίαν εἰσαγούσης· ἢ ὅτι τὸ μὲν παντὶ οἰκεῖόν ἐστι τῇ ἀποδείξει· ἀεὶ γὰρ ὁ ἀποδεικτικὸς σπεύδει κατασκευάζειν καὶ δεικνύειν τὸ 'παντί', κἂν καὶ σπανίως πολλάκις καὶ τὸ 'οὐδενὶ' δείκνυσι· τῇ δὲ διαλεκτικῇ οἰκεῖον τὸ 'οὐδενί'· ὁ γὰρ διαλεκτικός ἀεὶ σπεύδει ἀνασκευάζειν καὶ ἀναιρεῖν τὰ παρὰ τοῦ προσδιαλεγομένου λεγόμενα· τιμιωτέρα δὲ ἡ ἀπόδειξις τῆς διαλεκτικῆς, καὶ ὁ συλλογισμὸς ἄρα ὁ τὸ 'παντὶ' συνάγων τιμιώτερός ἐστι καὶ πρότερος τοῦ συνάγοντος τὸ 'οὐδενί'. εἰ δέ τις ἐρεῖ, εἰ ὁ συλλογισμὸς ἐκ δύο προτάσεων σύγκειται, αἱ δὲ δύο προτάσεις τέσσαρας ὅρους ἔχουσι, πῶς οἱ τρεῖς ὅροι οἱ ἐν τῷ συλλογισμῷ λαμβανόμενοι δύο προτάσεις ποιοῦσι· καὶ λέγομεν ὅτι ὁ μέσος ὅρος δὶς λαμβάνεται· γινόμενος μὲν ὑποκείμενος τῆς μείζονος προτάσεως, κατηγορούμενος δὲ τῆς ἐλάττονος:–
να΄
Anal. Pr. I 4, 26a 2–8

〈Εἰ δὲ τὸ μὲν πρῶτον – συλλογισμός〉

Εἰ δὲ τὴν μὲν ΑΒ λάβῃς 'παντί', τὴν δὲ ΒΓ οὐδενί, συλλογισμὸς οὐ γίνεται τῶν ἄκρων, ἤγουν συμπέρασμα οὐ γίνεται· οὐδὲν γὰρ ἀναγκαῖον, ἤγουν συμπέρασμα, συμβαίνει καὶ συνάγεται ἐν τῷ ταῦτα εἶναι, ἤγουν ἀπὸ τῶν ληφθεισῶν προτάσεων οὐδὲ ὁ μέσος ὅρος αἴτιος γίνεται τῆς συμπλοκῆς τῶν ἄκρων, τουτέστι τοῦ συμπεράσματος, ὥσπερ ἐπὶ τῶν συλλογισμῶν· ἀλλὰ διὰ τὴν σχέσιν τῶν ἄκρων ποτὲ μὲν συνάγομεν τὸ 'παντί', ποτὲ δὲ τὸ 'μηδενί'· εἰ μὲν γὰρ ὁ ἐλάττων ὅρος μέρος ληφθῇ τοῦ μείζονος ὅρου, συναχθήσεται τὸ 'παντί'· εἰ δὲ ἀλλότριος, συναχθήσεται τὸ 'οὐδενί'· ἐπὶ μὲν γὰρ τῶν συλλογισμῶν ὡρισμένον συνάγεται τὸ συμπέρασμα· ἢ τὸ 'παντὶ' μόνον, ἢ τὸ 'οὐδενὶ' μόνον, ἢ τὸ 'τινὶ' μόνον, ἢ τὸ 'οὐ παντί'· ἐπὶ δὲ τῶν ἀσυλλογίστων καὶ τὸ 'παντὶ' συνάγεις, καὶ τὸ 'οὐδενί'· ὥστε συμβαίνειν ἀναιρεῖν ἄλληλα καὶ τὰ περιεχόμενα ὑπ’ αὐτῶν· ἡ γὰρ 'πᾶς' περιέχει τὴν 'τὶς' καὶ ἡ 'οὐδεὶς' τὴν 'οὐ πᾶς· καὶ ἐκ μὲν τοῦ 'παντὶ' συναχθέντος ἀναιρεῖται ἡ 'οὐδεὶς' καὶ ἡ 'οὐ πᾶς'· τῆς δὲ 'οὐδεὶς' συναχθείσης ἀναιρεῖται καὶ ἡ 'πᾶς' καὶ ἡ 'τίς'· ὥστε οὔτε ἀναγκαῖον καὶ συμπέρασμα μερικὸν συνάγεται οὔτε καθόλου, ἐπεὶ οὐδὲν ἀναγκαῖον καὶ συμπέρασμα συνάγεται διὰ τούτων, ἤγουν διὰ τῶν ληφθέντων ὅρων <del rendition="#s"> διὰ τῶν ληφθεισῶν προτάσεων συλλογισμὸς οὐκ ἔσται:–
νβ΄
Anal. Pr. I 4, 25a 8–9

〈Ὅροι τοῦ παντὶ – λίθος〉

Ὅροι τοῦ παντὶ ὑπάρχειν, δι’ ὧν συνάγεται τὸ 'παντί', ζῷον, ἄνθρωπος, ἵππος· τοῦ μηδενί, ἤγουν ὅροι δέ, δι’ ὧν συνάγεται τὸ 'μηδενί', ζῷον, ἄνθρωπος, λίθος:–
νγ΄
Anal. Pr. I 4, 26a 9–13

〈Οὐδ' ὅταν μήτε – μονάς〉

Οὐδ’ ὅταν ἡ ΑΒ πρότασίς ἐστι 'μηδενί', ὥσαύτως καὶ ἡ ΒΓ 'οὐδενί', ἔσται συλλογισμός. ὅροι τοῦ ὑπάρχειν, ἤγουν δι’ ὧν συνάγεται τὸ 'παντί', ἐπιστήμη, γραμμή, ἰατρική· τοῦ μὴ ὑπάρχειν, ἤγουν ὅροι, δι’ ὧν συνάγεται τὸ 'μηδενί', ἐπιστήμη, γραμμή, μονάς:–
νδ΄
Anal. Pr. I 4, 26a 13–14

〈Καθόλου – συλλογισμός〉

|f. 153v Καθόλου μὲν ὄντων τῶν ὅρων, ἤγουν ὅτε τὸ Α καθόλου κατηγορεῖται τοῦ Β καὶ τὸ Β ὡσαύτως κατὰ τοῦ -Γ, ὅτε καὶ λαμβάνονται αἱ δύο προτάσεις καθόλου, δῆλον πότε ἐν τούτῳ τῷ πρώτῳ σχήματι ἔσται συλλογισμὸς καὶ πότε οὐκ ἔσται· εἰ μὲν καὶ αἱ δύο προτάσεις ληφθῶσι καθόλου καταφατικαί, γίνεται συλλογισμός· καὶ ἐὰν ἡ μείζων πρότασις, ἡ ΑΒ, ληφθῇ καθόλου ἀποφατική, ἡ δὲ ἐλάττων καθόλου καταφατική, καὶ οὕτως συλλογισμὸς γίνεται· ἐὰν δὲ ἡ ΑΒ καὶ ἡ ΒΓ ληφθῶσιν ἀποφατικαὶ ἢ ἡ ΑΒ καταφατική, ἡ δὲ ΒΓ ἀποφατική, συλλογισμὸς οὐκ ἔσται:–
νε΄
Anal. Pr. I 4, 26a 14–16

〈Καὶ ὅτι ὄντος – ἔσται συλλογισμός〉

Ὥστε ὄντος συλλογισμοῦ, ἤγουν εἰ μέλλει εἶναι συλλογισμός, ἀνάγκη καὶ τοὺς ὅρους οὕτως ἔχειν, ἵνα ἢ τὸ Α κατὰ παντὸς κατηγορῆται τοῦ Β καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ, ἢ τὸ Α κατ' οὐδενὸς τοῦ Β κατηγορῆται, τὸ δὲ Β κατὰ παντὸς τοῦ Γ· καὶ ἐὰν οὕτως ληφθῶσιν οἱ ὅροι, ἔσται συλλογισμός· ἀντιστρέφει γάρ· εἰ γὰρ ἔσται συλλογισμός, ἀνάγκη καὶ τοὺς ὅρους οὕτως ληφθῆναι καὶ ἀντιστρέψαι· καὶ εἰ οἱ ὅροι οὕτως ληφθῶσιν, ἔσται συλλογισμός:–
νστ΄
Anal. Pr. I 4, 26a 17

〈Εἰ δ' ὁ μὲν καθόλου – πρὸς τὸν ἕτερον〉

Δείξας πότε γίνεται συλλογισμὸς ἐκ δύο καθόλου προτάσεων καὶ πότε οὐ γίνεται, νῦν διδάσκει καὶ πότε γίνεται συλλογισμὸς μερικός (ὅταν ἡ μία πρότασις καθόλου ληφθῇ, ἡ δὲ ἑτέρα μερική) καὶ πότε οὐ γίνεται· καὶ φησίν, εἰ ὁ μὲν τῶν ὅρων, ἤγουν ὁ μείζων, ὁ Α, καθόλου κατηγορεῖται κατὰ τοῦ Β εἴτε καταφατικῶς εἴτε ἀποφατικῶς, ὁ δέ, ἤγουν τὸ Β, κατηγορεῖται κατὰ τοῦ ἑτέρου, ἤγουν τοῦ Γ, ἐν μέρει, τουτέστι μερικῶς καταφατικῶς, τότε γίνεται συλλογισμός:–
νζ΄
Anal. Pr. I 4, 26a 18–20

〈Ὅταν μὲν τὸ καθόλου – εἶναι τέλειον〉

Ὅταν μὲν τὸ καθόλου, ἤγουν ὁ καθόλου προσδιορισμὸς ἢ ὁ κατηγορικὸς ὁ πᾶς, ἢ ὁ στερητικὸς ὁ οὐδεὶς τεθῇ πρὸς τὸ μεῖζον ἄκρον, ἤγουν τὸ Α, τουτέστιν ὅταν ἡ μείζων πρότασις ἡ ΑΒ ληφθῇ καθόλου καταφατικὴ ἢ ἀποφατική, τὸ δὲ ἐν μέρει κατηγορικόν, ἤγουν ἡ τίς, τεθῇ πρὸς τὸ ἔλαττον ἄκρον, ἤγουν πρὸς τὸ Γ, τουτέστιν ὅταν ἡ ἐλάττων πρότασις ἡ ΒΓ ἐστὶ μερικὴ καταφατική, ἀνάγκη συλλογισμὸν γίνεσθαι τέλειον. τέλειον δὲ λέγει τοῦτον οὐ διὰ τὸ συμπέρασμα τὸ συναγόμενον μὴ δέεσθαι ἀποδείξεως καὶ βεβαιώσεως (ὡς γὰρ προϊὼν ἐρεῖ, ἀτελεῖς λέγει καὶ τοὺς μερικοὺς συλλογισμοὺς τοὺς ἐν τῷ πρώτῳ σχήματι· ὥστε τελειουμένους καὶ αὐτοὺς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς), ἀλλὰ τέλειον λέγει τὸν συλλογισμὸν διὰ τὸ φυλάττειν τέλειον τὸ εἶδος τοῦ πρώτου σχήματος· καὶ γὰρ καὶ ἐν τοῖς μερικοῖς συλλογισμοῖς ὁ μέσος ὅρος κατὰ τὴν καταγραφὴν μέσος τῶν ἄκρων τάττεται:–
νη΄
Anal. Pr. I 4, 26a 20–25

〈Ὅταν δὲ πρὸς τὸ ἔλαττον – ὑπάρχειν〉

Ὅταν δὲ πρὸς τὸ ἔλαττον ἄκρον, ἤγουν τὸ Γ, τεθῇ τὸ καθόλου, τουτέστιν ὅταν δὲ ἡ ἐλάττων πρότασις, ἡ ΒΓ, ἐστὶ καθόλου καταφατικὴ ἢ ἀποφατική, ἡ δὲ μείζων πρότασις, ἡ ΑΒ, ἐστὶ μερικὴ καταφατική, ἢ καὶ ἄλλως πῶς ἔχωσιν οἱ ὅροι (ἤγουν ἢ ἡ ΑΒ ἐστὶν 'οὐ πᾶς', ἡ δὲ ΒΓ 'πᾶς' ἢ 'οὐδείς'· ἢ καὶ ἡ ΑΒ ἐστὶ 'τὶς' καὶ ἡ ΒΓ 'τίς'· ἢ καὶ ἡ ΑΒ 'οὐ πᾶς' καὶ ἡ ΒΓ 'οὐ πᾶς'), συλλογισμὸς οὐ γίνεται. καὶ μεῖζον μὲν ἄκρον ἐστὶ τὸ Α τὸ περιέχον τὸ μέσον, ἤγουν τὸ Β, ἔλαττον δὲ ἄκρον λέγει τὸ Γ, τὸ περιεχόμενον ὑπὸ τοῦ μέσου, τοῦ Β . καὶ τρίτος μὲν τρόπος ἐστὶ τοῦ πρώτου σχήματος, ὅταν τὸ Α κατὰ παντὸς τοῦ Β καγηγόρηται καὶ τὸ Β κατά τινος τοῦ Γ, καὶ συνάγηται συμπέρασμα τὸ Α τινὶ τῷ Γ· οἷον |f. 154r τὸ ζῷον παντὶ ἀνθρώπῳ, ὁ ἄνθρωπος τινὶ ἐμψύχῳ, καὶ τὸ ζῷον ἄρα τινὶ ἐμψύχῳ· τὸ 'τινὶ' συνήχθη, διότι οὐχὶ τὸ ἔμψυχον ὅλον, μέρος ἐστὶ τοῦ ἀνθρώπου· καὶ γὰρ καὶ τὰ φυτὰ ἔμψυχά εἰσι, καὶ ὁ ἵππος καὶ ὁ βοῦς, καὶ ὁ Σωκράτης καὶ ὁ Πλάτων· ἐπεὶ γοῦν τὸ ζῷον κατηγορεῖται κατὰ παντὸς τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος οὐχὶ ὅλον περιέχει τὸ ἔμψυχον, ἀλλὰ μέρος αὐτοῦ, ἤγουν Σωκράτην, Πλάτωνα καὶ τοὺς κατὰ μέρος, διὰ τοῦτο καὶ τὸ ζῷον τινὸς ἐμψύχου κατηγορεῖται, ἤγουν τοῦ Σωκράτους καὶ τοῦ Πλάτωνος. τρίτος δὲ ἐτάχθη ὁ τρόπος οὗτος διὰ τὸ συνάγειν συμπέρασμα τὸ 'τίς', ὅπερ τοῦ 'οὐδεὶς' τοῦ συναγομένου ἐν τῷ δευτέρῳ τρόπῳ ἀποπίπτει, καθὸ ἐκεῖνο μὲν καθόλου, τοῦτο δὲ μερικόν· δύο δὲ προτάσεων ἐν τῷ συλλογισμῷ λαμβανομένων τὸ συμπέρασμα τῇ χείρονι τῶν προτάσεων ἕπεται· αὐτίκα ἐπὶ τοῦ δευτέρου τρόπου, ἐπεὶ ἡ ΑΒ ἐστὶν 'οὐδείς', ἡ δὲ ΒΓ 'πᾶς', ἡ δὲ 'οὐδεὶς' χείρων ἐστὶ τῆς 'πᾶς', διὰ τοῦτο συνήχθη καὶ τὸ συμπέρασμα 'οὐδενί'· καὶ ἐπὶ τοῦ τρίτου τρόπου, ἐπεὶ ἡ ΒΓ, ἡ 'τίς', χείρων ἐστὶ τῆς ΑΒ, τῆς 'πᾶς', ὡς μερική, διὰ τοῦτο συνήχθη καὶ τὸ συμπέρασμα 'τινί':–
νθ΄
Anal. Pr. I 4, 26a 25–30

〈Καὶ εἰ τὸ μὲν Α – ἐν μέρει ληφθέντος〉

Εἰ δὲ τὸ Α ἐστὶ μηδενὶ τῷ Β καὶ τὸ Β τινὶ τῷ Γ, ἀνάγκη καὶ τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχειν, ἤγουν οὐ παντὶ τῷ Γ· οὗτος ἐστὶ τέταρτος τρόπος τοῦ πρώτου σχήματος, διότι συνάγει τὸ 'οὐ παντί', ὅπερ διὰ τὴν ἀνυπαρξίαν χεῖρόν ἐστι τοῦ 'τὶς' τοῦ συναγομένου ἐπὶ τοῦ τρίτου σχήματος· ὥρισται γάρ, ἤγουν ὡρισάμεθα τί ἐστι τὸ κατὰ μηδενός· τὸ λογικὸν οὐδενὶ ἀλόγῳ, τὸ ἄλογον τινὶ ζῴῳ καὶ τὸ λογικὸν ἄρα οὐ παντὶ ζῴῳ· ἐνταῦθα τὸ ζῷον οὐχὶ ὅλον περιέχεται ὑπὸ τοῦ ἀλόγου· ὅ γὰρ ἄνθρωπος ζῷον μέν ἐστι, ἄλογον δὲ ουκ ἔστι· καὶ ἐπεὶ τὸ ἄλογον οὐχὶ ὅλον τὸ ζῷον περιέχει, διὰ τοῦτο καὶ τὸ λογικὸν οὐ παντὶ ζῴῳ συνήχθη· καὶ ἐνταῦθα τῇ χείρονι τῶν προτάσεων ἠκολούθησε τὸ συμπέρασμα· ἡ γὰρ 'τὶς' ὡς μὲν καταφατικὴ χείρων οὐκ ἔστι, ὡς δὲ μερικὴ ἐστὶ χείρων τῆς καθόλου· ἡ δὲ 'οὐδεὶς' ὡς μὲν καθόλου οὐκ ἔστι χείρων, ὡς δὲ ἀνυπαρξίαν εἰσάγουσα ἐστὶ χείρων καὶ διὰ τοῦτο συνήχθη συμπέρασμα τὸ 'οὐ παντί', ὅπερ μὲν μερικὸν ἔσχεν ἀπὸ τῆς ἐλάττονος προτάσεως, τὸ δὲ ἀνυπαρξίαν εἰσάγον ἀπὸ τῆς μείζονος. 'ὥστε ἔσται συλλογισμὸς τέλειος'· καὶ ἐνταῦθα τὸ τέλειον οὕτως νόει ὡς ἄνωθεν ἡρμηνεύσαμεν. ὁμοίως δὲ συλλογισμὸς γενήσεται καὶ εἰ τὸ ΒΓ λάβῃς ἀδιόριστον, ἤγουν μὴ ἔχον προσκείμενον τὸ τίς, μόνον δὲ ληπτέον τοῦτο κατηγορικὸν· κατηγορικὸν δὲ λαμβάνεται τὸ ἀδιόριστον, εἰ οὕτως εἴπῃς· τὸ Β ὑπάρχει τῷ Γ, ὅπερ ταὐτόν ἐστι, ὅτι τὸ Β τινὶ τῷ Γ ὑπάρχει· αἱ γὰρ ἀπροσδιόριστοι προτάσεις, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἔμαθες, ἰσοδυναμοῦσι ταῖς μερικαῖς προτάσεσιν· ἐὰν δὲ εἴπῃς ὅτι τὸ Β οὐχ ὑπάρχει τῷ Γ, τότε λέγεις ὅτι τὸ Β οὐ παντὶ ὑπάρχει τῷ Γ· ὥστε ὁ αὐτὸς συλλογισμὸς γενήσεται, κἂν λάβῃς τὸ ἐν μέρει, ἤγουν τὸ 'τίς', καὶ εἴπῃς ὅτι τὸ Β τινὶ τῷ Γ, κἂν τὸ ΒΓ εἴπῃς ἀδιόριστον καὶ χωρὶς τοῦ 'τίς', οἷον ὅτι τὸ Β ὑπάρχει τῷ Γ:–
|f. 154v Σημείωσαι ὅτι ὁ συλλογισμὸς ὁ μερικός, ὁ ἐκ τῆς 'πᾶς' καὶ 'τίς', ἢ ὁ ἐκ τῆς 'οὐδεὶς' καὶ 'τίς', τέλειος λέγεται, καθ’ ὃν τρόπον εἴπομεν, ἤγουν καθὸ τὸ εἶδος τοῦ πρώτου σχήματος τέλειον φυλάττει. εἰ δὲ καὶ προϊὼν ἀτελεῖς τούτους μέλλει εἰπεῖν διὰ τὸ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τελειοῦσθαι, ἀλλ’ ἔστι καὶ τελείους αὐτοὺς ὀνομάσαι ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός· εἰ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β ἐστί, τὸ δὲ Β οὐχὶ ὅλον περιέχει τὸ Γ, ἀλλά τι μέρος αὐτοῦ, διὰ τοῦτο καὶ τὸ Α τινὶ τῷ Γ συνάγεται ὡς κατηγορούμενον κατὰ τοῦ μέρους τοῦ Γ, καθ’ οὗ καὶ τὸ Β κατηγορεῖται· ὥστε λοιπὸν ἔχει καὶ οὗτος ὁ συλλογισμὸς τὸ τέλειον καὶ τὸ ἐν αὐτῷ συναγόμενον συμπέρασμα ἀποδείξεως οὐ δέεται. ὡσαύτως καὶ εἰ τὸ Α κατ' οὐδενὸς τοῦ Β ἐστί, τὸ δὲ Β οὐχὶ ὅλον περιέχει τὸ Γ, ἀλλὰ μέρος τί, εἰκότως καὶ τὸ Α ἀπὸ τοῦ Γ μερικῶς ἀποφάσκεται, τουτέστιν οὐ παντί· ὥστε καὶ οὗτος ὁ συλλογισμὸς τὸ συμπέρασμα βέβαιον ἔχει καὶ μὴ δεόμενον ἀποδείξεως. ὁ δὲ Ἀριστοτέλης ἐν τῷ τέλει τῶν τριῶν σχημάτων ἀνάγει καὶ αὐτοὺς εἰς τὸν δεύτερον τρόπον τοῦ πρώτου σχήματος καὶ δείκνυσι καὶ τὰ συμπεράσματα αὐτῶν ἔχοντα τὸ ἀξιόπιστον καὶ τὸ βέβαιον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡσπερ μαθήσῃ, ἐν τῷ τέλει τῶν τριῶν σχημάτων:–
ξ΄
Anal. Pr. I 4, 26a 30

"Ἐὰν δὲ πρὸς τὸ ἔλαττονον ἄκρον τὸ καθόλου τεθῇ"

Ἕλαττον ἄκρον τὸ Γ ἐστὶ καί, ἐπεὶ ὁ ὑποκείμενος ὅρος γίνεται τῆς ἐλάττονος προτάσεως, ἔλαττον ἄκρον ἀκούων τὴν ἐλάττονα νόει πρότασιν, ὥσπερ καὶ τὸ Α μεῖζον ἄκρον ὂν κατηγορούμενος εὑρίσκεται τῆς μείζονος προτάσεως, καὶ ἀκούων αὖθις πρὸς τὸ μεῖζον ἄκρον τὴν μείζονα πρότασιν νόει· εἰ γοῦν ἡ ἐλάττων πρότασίς ἐστι καθόλου καταφατικὴ ἢ στερητικὴ, τῆς μείζονος προτάσεως καταφατικῆς μερικῆς ἢ ἀποφατικῆς μερικῆς ἢ καὶ ἀδιορίστου, μὴ ἐχούσης προσκείμενον τὸ 'τὶς' ἢ τὸ 'οὐ πᾶς', συλλογισμὸς οὐκ ἔστιν· οἷον εἰ τὸ μὲν Α ὑπάρχει τινὶ τῷ Β ἢ μὴ ὑπάρχει, ἤγουν οὐ παντὶ τῷ Β, τὸ δὲ Β ὐπάρχει παντὶ τῷ Γ ἢ μὴ ὑπάρχει, ἤγουν οὐδενὶ τῷ Γ, συλλογισμὸς οὐκ ἔσται· πάλιν εἰ τὸ μὲν Β μηδενὶ ὑπάρχει τῷ Γ, τὸ δὲ Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει, ἤγουν μὴ τινὶ τῷ Β ἢ μὴ παντί, οὐκ ἔσται συλλογισμός. περὶ δὲ τοῦ 'μὴ παντὶ' καὶ 'μὴ τινὶ' εἴπομεν ἐν τῇ ἀρχῇ τῶν Τριῶν σχημάτων:–
ξα΄
Anal. Pr. I 4, 26a 39 - b 1

"Οὐδ’ ὅταν τὸ μὲν, πρὸς τῷ μείζονι ἄκρῳ καθόλου γένηται"

Ἤγουν οὐδὲ ὅταν ἡ μείζων πρότασις καθόλου καταφατικὴ ἢ στερητικὴ εἴη, τὸ δὲ πρὸς τὸ ἔλαττον ἄκρον, ἤγουν ἡ ἐλάττων πρότασις στερητικὴ μερική, οὐκ ἔσται συλλογισμὸς· ἀδιορίστου καὶ ἐν μέρει ληφθέντoς τοῦ ΒΓ εἴτε ἀδιόριστος ληφθῇ ἡ ἐλάττων πρότασις ἐν τῷ εἰπεῖν ὅτι τὸ Β οὐχ’ ὑπάρχει τῷ Γ, εἴτε ἐν μέρει ἐν τῷ εἰπεῖν ὅτι τὸ Β οὐ παντὶ ὑπάρχει τῷ Γ· οὕτως γὰρ ἐχουσῶν τῶν προτάσεων τὸ Γ, ᾧτινι τὸ μέσον, ἤγουν τὸ Β, τινὶ μὴ ὑπάρχει, ἤγουν οὐ παντὶ, τούτῳ τῷ Γ τὸ πρῶτον, ἤγουν τὸ Α, ἀκολουθήσει καὶ παντὶ καὶ οὐδενί:–
ξβ΄
Anal. Pr. I 4, 26b14–20

〈Ἔτι ἐπεὶ – ἐπὶ τούτων〉

|f. 155r Εἰπὼν συλλογισμὸν μὴ γίνεσθαι εἰ τὸ ΒΓ ἐστὶν 'οὐ παντί', ἡ δὲ ΑΒ 'παντὶ' ἢ 'οὐδενί', ἐπεὶ εὕρισκεν τὴν 'οὐ πᾶς' δι’ ἑαυτὴν ἀληθεύουσαν ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ὅτε καὶ τῇ 'τὶς' ἰσοδυναμεῖ· τὸ γὰρ λέγειν τὸ λευκὸν οὐ παντὶ ἀνθρώπῳ ταὐτὸν ἐστὶ τῷ λέγειν ὅτι τὸ λευκὸν τινὶ ἀνθρώπῳ ἐστίν· ἐπὶ δὲ τῆς ἀδυνάτου ὕλης εὕρισκεν τὴν 'οὐ πᾶς' ἰσοδυναμοῦσα τῇ 'οὐδεὶς' καὶ διὰ τὴν 'οὐδεὶς' ἀληθεύουσαν· τὸ γὰρ λέγειν τὸ 'πτερωτὸν οὐ παντὶ ἀνθρώπῳ', ταὐτὸν ἐστὶ τῷ λέγειν τὸ 'πτερωτὸν οὐδενὶ ἀνθρώπῳ', εἰ τὴν ΒΓ πρότασιν, ἤγουν τὴν ἐλάττονα, λάβῃς 'οὐ παντὶ' καὶ ὅρους ἀπὸ τῆς ἐνδεχομένης ὕλης, ἐν οἷς ἡ 'οὐ πᾶς' ἡ αὐτὴ ἔσται τῇ 'τίς', συλλογισμὸς ἔσται· εἰ δὲ λάβῃς τὴν 'ΒΓ οὐ παντὶ' καὶ ὅρους ἀπὸ τῆς ἀδυνάτου ὕλης, ἐν οἷς ἡ 'οὐ πᾶς' ἰσοδυναμεῖ τῇ 'οὐδείς', οὐ συλλογισμὸς γεννήσεται. διὰ τοῦτο, φησίν, ἐπεὶ τὸ λέγειν τὸ Β μὴ τινί, ἤγουν οὐ παντὶ, ὑπάρχει τῷ Γ, ἀδιόριστόν ἐστί· καὶ γὰρ ἀληθεύεται ἡ 'οὐ πᾶς' καὶ εἰ μηδενὶ ὑπάρχει (ἤγουν διὰ τὴν 'οὐδείς', ὡς ἐπὶ τῆς ἀδυνάτου ὕλης, ἀληθεύεται καὶ ἡ 'οὐ πᾶς') καὶ εἰ μὴ παντί, καὶ ὅτι τινὶ οὐχ’ ὑπάρχει (ἤγουν ἀληθεύεται ἡ 'οὐ πᾶς' δι’ ἑαυτὴν ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ὅτε καὶ ἰσοδυναμεῖ τῇ 'τίς'), εἰ μὲν λάβῃς ὅρους ἐπὶ τοῦ Β καὶ τοῦ Γ ἀπὸ τῆς ἀδυνάτου ὕλης, ὥστε τὸ 'οὐ παντὶ' ὑπάρχειν ἰσοδυναμεῖν τῷ μηδενὶ ὑπάρχειν συλλογισμὸς οὐ γίνεται· εἴρηται γὰρ καὶ τοῦτο τὸ πρότερον ἐν οἷς ἐδιδάσκομεν. περὶ τῶν καθόλου συλλογισμῶν ὅτι, ἐὰν ἔχωσιν οἱ ὅροι οὕτως, ἤγουν αἱ προτάσεις, ὠς ἡ μὲν μείζων, ἡ ΑΒ, εἴη παντὶ ἢ οὐδενὶ, ἡ δὲ ΒΓ οὐδενί, συλλογισμὸς οὐκ ἔσται· εἰ γὰρ ἐπ’ ἐκείνων τῶν καθόλου συλλογισμῶν συλλογισμὸς ἐγίνετο ἀπὸ τῆς 'πᾶς' καὶ 'οὐδεὶς' ἢ ἀπὸ τῆς 'οὐδεὶς' καὶ 'οὐδείς', ἦν ἂν καὶ ἐπὶ τούτων τῶν μερικῶν συλλογισμῶν συλλογισμὸς, ὅτε ἡ μείζων πρότασις ἐλήφθη καθόλου καταφατικὴ ἢ ἀποφατική, ἡ δὲ ἐλάττων πρότασις μερικὴ ἀποφατικὴ ἰσοδυναμοῦσα τῇ 'οὐδείς':–
ξγ΄
Anal. Pr. I 4, 26b 20–21

"Ὁμοίως δὲ δειχθήσεται καὶ εἰ τὸ καθόλου τεθείη στερητικὸν"

|f. 155v Δείξας ὅτι συλλογισμὸς οὐ γίνεται, ἐὰν ἡ μείζων πρότασις ληφθῇ 'παντί', ἡ δὲ ἐλάττων πρότασις 'οὐ παντὶ' ἰσοδυναμοῦσα τῇ 'οὐδείς', νῦν διδάσκει ὅτι, ἐὰν ἡ μείζων πρότασις ληφθῇ καθόλου στερητική, ἡ δὲ ἐλάττων 'μὴ παντὶ' ἰσοδυναμοῦσα τῇ 'οὐδείς', συλλογισμὸς οὐκ ἔσται:–
ξδ΄
Anal. Pr. I 4, 26b 21

〈Διαστήματα〉

Διαστήματα λέγει τὰς προτάσεις μιμούμενος κἀνταῦθα τοὺς γεωμέτρας· ὥσπερ γὰρ οἱ γεωμέτραι τὰ μὲν ἁπλᾶ καὶ ἀμερῆ καλοῦσιν ὅρους, τὴν δὲ γραμμὴν τὴν κατὰ μῆκος διάστασιν ἔχουσαν καὶ ἀπὸ δύο σημείων περατουμένην καλοῦσι διάστημα, τὸ δὲ τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπὰ σχήματα τὰ ἐκ τῶν γραμμῶν συγκείμενα καλοῦσι σχήματα, οὕτως καὶ οὗτος τὸν μὲν ὑποκείμενον καὶ κατηγορούμενον ὡς ἁπλούστατα καλεῖ ὅρους, τὰς δὲ προτάσεις τὰς ἐκ τούτων συγκειμένας καὶ περιοριζομένας ὑπ’ αὐτῶν καλεῖ διαστήματα, τοὺς δὲ συλλογισμοὺς τοὺς ἐκ τῶν προτάσεων συγκειμένους καλεῖ σχήματα.
ξε΄
Anal. Pr. I 4, 26b 26–33

〈Φανερὸν – πρῶτον〉

Ὡς ἐὰν ᾖ συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι κατὰ μέρος, θέλουσιν ἔχειν οἱ ὅροι οὕτως (ἤγουν αἱ προτάσεις)· ἡ μὲν μείζων ὀφείλει εἶναι καθόλου καταφατικὴ ἢ ἀποφατική, ἡ δὲ ἐλάττων μερικὴ καταφατική· εἰ δὲ ἀποφατικὴ μερικὴ ληφθῇ ἐν τούτῳ τῷ πρώτῳ σχήματι, συλλογισμὸς οὐκ ἔσται· ἐν δὲ τῷ δευτέρῳ σχήματι γίνεται συλλογισμὸς καὶ τῆς ἐλάττονος οὔσης μερικῆς ἀποφατικῆς· διὰ γὰρ τοῦτο εἶπεν τὸ 'ἐν τούτῳ τῷ σχήματι'. εἰσὶ δὲ οἱ ἐν τῷ πρώτῳ σχήματι συλλογισμοὶ τέλειοι· πάντες γὰρ ἐπιτελειοῦνται καὶ τὸ ἀξιόπιστον ἔχουσι διὰ τῶν ἐξ ἀρχῆς ληφθεισῶν προτάσεων καὶ οὐ δέονται προτάσεων ἔξωθεν πρὸς βεβαίωσιν τοῦ συμπεράσματος· λαμβάνων γὰρ τὸν ὁρισμὸν τοῦ κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενὸς ἀποδείξεις τὸ συμπέρασμα.
Σημείωσαι δὲ ὅτι τοὺς μερικοὺς συλλογισμούς, οὓς λέγει ἐνταῦθα τελείους, ἐν τῷ τέλει τῶν Τριῶν σχημάτων μέλλει δεῖξαι ἀτελεῖς:–