Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 6 im Vat. gr. 244 (ff. 160v–164r). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 6.

οη΄
Anal. Pr. I 6, 28a 10–15

〈Ἐὰν δὲ – ἔσχατον τῇ θέσει〉

|f. 160v Εἰ μὲν ὁ μέσος ὅρος κατηγορεῖται κατ’ ἀμφοτέρων τῶν ἄκρων, γίνεται τὸ δεύτερον σχῆμα ἀνομοιοσχημόνων τηρουμένων τῶν προτάσεων, ἐὰν δὲ τῷ αὐτῷ, ἤγουν τῷ μέσῳ τὸ μὲν τῶν ἄκρων παντὶ ὑπάρχων, τὸ δὲ μηδενί, ἢ ἄμφω τὰ ἄκρα παντὶ τῷ μέσῳ ὑπάρχωσιν ἢ μηδενί, γίνεται τὸ τρίτον σχῆμα· ἔμιξε δὲ καὶ τὰς συλλελογισμένους συλλογισμοὺς καὶ τοὺς ἀσυλλογίστους, οὓς ἐν τοῖς ἔμπροσθεν καθαρῶς διακρινεῖ· ἐν αὐτῷ δὲ τῷ τρίτῳ σχήματι, μέσον λέγεται τὸ Σ, καθ’ οὗ ἄμφω τὰ ἄκρα, ἤγουν τὸ Π καὶ τὸ Ρ, κατηγοροῦνται. μεῖζον ἄκρον λέγεται τὸ πορρωτάτω τοῦ μέσου ὄν, ἤγουν τὸ Π, ὃ πορρωτάτω τοῦ μέσου λέγεται εἶναι ὡς μὴ τηροῦν τὸ ἴδιον τοῦ μέσου· ἴδιον γάρ ἐστι τοῦ μέσου τὸ ὑποκεῖσθαι καὶ ἀμφοτέροις τοῖς ἄκροις, τὸ δὲ Π μόνον· καὶ γὰρ καὶ τοῦ Σ κατηγορεῖται καὶ τοῦ Ρ ἐν τῷ συμπεράσματι. ἔλαττον δὲ ἄκρον τὸ ἐγγίζον τῷ μέσῳ· ἐγγίζει δὲ τῷ μέσῳ ὡς τηροῦν τὸ ἴδιον αὐτοῦ, ἤγουν τὸ ὑποκεῖσθαι· εἰ γὰρ καὶ τὸ Ρ κατηγορεῖται κατὰ τοῦ Σ, ἀλλ’ ἐν τῷ συμπεράσματι ὑπόκειται τῷ Π. τίθεται δὲ τὸ μέσον ἐν τῇ θέσει καὶ ἐν τῇ καταγραφῇ ἔξω μὲν τῶν ἄκρων ὡς μὴ μέσον αὐτῷ κείμενον, ἔσχατον δὲ ὡς ὑποκείμενον ἀμφοτέρως τοῖς ἄκροις:–
οθ΄
Anal. Pr. I 6, 28a 18

"Ὅταν τὸ Π καὶ Ρ παντὶ τῷ Σ ὑπάρχῃ"

Ληπτέον δὲ τὸ Π ζῷον, τὸ Ρ οὐσίαν καὶ τὸ Σ ἄνθρωπον συναχθήσεται συμπέρασμα ὅτι τὸ ζῷον τινὶ οὐσία· ὅτι δὲ καλῶς συνήχθη τὸ 'τινὶ' δειχθήσεται ἀντιστραφείσης τῆς ἐλάττονος προτάσεως· εἰ γὰρ ἡ οὐσία παντὶ ἀνθρώπῳ, καὶ ὁ ἄνθρωπος τινὶ οὐσίᾳ· καὶ ἐπεὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ὑπάρχει, ὁ δὲ ἄνθρωπος τινὶ οὐσία, γίνεται ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος συνάγων ὅτι τὸ ζῷον τινὶ οὐσίᾳ ὑπάρχει:
π΄
Anal. Pr. I 6, 28a 22–23

〈Ἔστι – ἀπόδειξιν〉

|f. 161r Δειχθήσεται καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· εἰ γὰρ ἐκ δύο προτάσεων καθόλου καταφατικῶν ἐν τρίτῳ σχήματι οὐ συνάγεται τὸ 'τινὶ' συμπέρασμα, ἀνάγκη συναχθῆναι τὸ 'οὐδενί'· ἐπὶ γὰρ τῶν ἀντιφατικῶς ἀντικειμένων, εἰ ἡ κατάφασις ψεύδεται, ἀληθεύει ἡ ἀπόφασις᾽ καὶ εἰ τὸ ζῷον οὐδεμιᾷ οὐσίᾳ κατὰ τὸν ἀντιπίπτοντα, ἡ δὲ οὐσία παντὶ ἀνθρώπῳ, γίνεται ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος συνάγων τὸ ζῷον οὐδενὶ ἀνθρώπῳ ὑπάρχειν, ἦν δὲ καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἀδύνατον ἄρα τὸ ζῷον καὶ παντὶ ἀνθρώπῳ ὑπάρχειν καὶ οὐδενί· τὸ δὲ ἀδύνατον συνήχθη οὐκ ἀπὸ τῆς κειμένης προτάσεως, ἀλλ’ ἀπὸ τῆς ὑποτεθείσης παρὰ τοῦ ἀντιπίπτοντος, ἤγουν ὅτι τὸ ζῷον οὐδεμιᾷ οὐσίᾳ· καὶ ἐπεὶ τὸ ἄτοπον συνάγεται ἐκ τοῦ 'οὐδενί', ἀληθεύει ἄρα τὸ 'τινί'. δειχθήσεται δὲ τὸ συμπέρασμα τοῦτο καὶ ἐκ τοῦ ἐκθέσθαι, ἤγουν ἐκ τῆς ἐκθέσεως· εἰ γὰρ ἡ οὐσία κατὰ παντὸς ἀνθρώπου κατηγορεῖται, λοιπὸν καὶ κατὰ πάντων τῶν μερῶν τοῦ ἀνθρώπου κατηγορηθήσεται· ἔκθου οὖν μέρος τοῦ ἀνθρώπου τὸ Ν, ἤγουν τὸν Σωκράτην, ἀλλ’ εἰ καὶ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου κατηγορεῖται, λοιπὸν καὶ κατὰ τοῦ Σωκράτους ῥηθήσεται· εὑρίσκεται γοῦν ὁ Σωκράτης μέρος καὶ τοῦ ζῴου καὶ τῆς οὐσίας, καλῶς ἄρα συνήχθη ὅτι τὸ ζῷον τινὶ ουσία, ἤγουν τῷ Σωκράτει:–
πα΄
Anal. Pr. I 6, 28a 26–30

〈Καὶ ἂν – πρότερον〉

Καὶ εἰ τὸ Ρ, ἤγουν τὸ ζῷον, κατηγορεῖται κατὰ παντὸς τοῦ Σ, ἤγουν τοῦ λογικοῦ, τὸ δὲ Π, ἤγουν τὸ ἄλογον, κατ’ οὐδενὸς τοῦ λογικοῦ, ἔσται συλλογισμὸς καὶ συμπέρασμα ὅτι τὸ Π τινὶ τῷ Ρ οὐχ ὑπάρχει, ἤγουν τὸ ἄλογον οὐ παντὶ ζῴῳ· ὁ γὰρ αὐτὸς τρόπος ἔσται τῆς ἀποδείξεως, τουτέστιν ἀποδειχθήσεται γὰρ καὶ διὰ τῆς ἀντιστροφῆς καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὥσπερ καὶ τὸν πρῶτον τρόπον τοῦ τρίτου σχήματος ἀπεδείξαμεν:–
πβ΄
Anal. Pr. I 6, 28b 5–11

〈Ἐὰν δὲ – τῷ Ρ〉

|f. 161v Ἐὰν δὲ τὸ ἓν τῶν ἄκρων καθόλου κατηγορῆται κατὰ τοῦ μέσου, τὸ δὲ ἕτερον μερικῶς, ἐὰν καὶ ὁ καθόλου κατηγορούμενος κατὰ τοῦ μέσου καταφατικῶς κατηγορῆται καὶ ὁ μερικῶς κατηγορούμενος κατὰ τοῦ μέσου καταφατικῶς ὡσαύτως κατηγορῆται, ἀνάγκη γίνεσθαι συλλογισμόν, κἂν ὁποτεροσοῦν ᾖ καθόλου τῶν ὅρων, ἤγουν εἴτε τὸ Π κατὰ παντὸς κατηγορεῖται τοῦ Σ, τὸ δὲ Ρ κατά τινος τοῦ Σ, εἴτε τὸ Ρ κατὰ παντὸς τοῦ Σ κατηγορεῖται, τὸ δὲ Π κατά τινὸς τοῦ Σ· εἰ γὰρ τὸ μὲν Ρ, ἤγουν τὸ ἔμψυχον, κατὰ παντὸς τοῦ ζῴου κατηγορεῖται, τὸ δὲ Π, ἤγουν τὸ λευκόν, κατά τινος τοῦ ζῴου οὐ κατηγορεῖται, συμπερανεῖς ὅτι τὸ λευκὸν τινὶ ἐμψύχῳ ὑπάρχει. μέλλων δὲ τοῦτο δεῖξαι διὰ τῆς ἀντιστροφῆς, ἐπεὶ ἀδύνατον τὴν ἐλάττονα πρότασιν, τὴν 'πᾶς', ἀντιστρέψαι, ἵνα μὴ καὶ ἡ μείζων πρότασις καὶ ἡ ἐλάττων μερικαὶ γένωνται (ἐκ δὲ δύο μερικῶν συλλογισμὸς οὐκ ἐστίν), ἀντίστρεψον τὴν μείζονα· εἰ γὰρ τὸ λευκὸν τινὶ ζῴῳ, καὶ τὸ ζῷον τινὶ λευκῷ, καὶ ἐπεὶ τὸ ἔμψυχον παντὶ ζῴῳ, τὸ δὲ ζῷον τινὶ λευκῷ, συμπερανεῖς ὅτι τὸ ἔμψυχον τινὶ λευκῷ ὑπάρχει, ἀλλ’ οὐ προέκειτο δεῖξαι τοῦτο, ἀλλ’ ὅτι τὸ λευκόν τινι ἐμψύχῳ· ὥστε ἐπεὶ ἀντιστρέφει ἡ 'τὶς' πρὸς ἑαυτήν, εἰ τὸ ἔμψυχον τινὶ λευκῷ, καὶ τὸ λευκὸν τινὶ ἐμψύχῳ· καὶ δέδεικται διὰ δύο ἀντιστροφῶν. δειχθήσεται δὲ καὶ διὰ τῆς ἐκθέσεως· εἰ τὸ ἔμψυχον κατὰ παντὸς ζῴου κατηγορεῖται καὶ κατὰ τοῦ Πλάτωνος ἄρα κατηγορηθήσεται μέρους ὄντος τοῦ ζῴου· ὥστε ὁ Πλάτων μέρος ἐστὶ τοῦ ἐμψύχου, καλῶς ἄρα συμπεραίνεται ὅτι ὁ ἄνθρωπος τινὶ ἐμψύχῳ, ἤγουν τῷ Πλάτωνι· διότι καὶ ὁ ἄνθρωπος κατά τινος ζῴου κατηγορούμενος κατὰ τοῦ Πλάτωνος κατηγορεῖται· μέρος ἄρα καὶ ὁ Πλάτων τοῦ ἀνθρώπου.
πγ΄
Anal. Pr. I 6, 28b 11–15

〈Πάλιν – πρότερον〉

|f. 162r Ἀλλὰ καὶ ἐὰν ἡ μείζων ἐστὶ καταφατικὴ καθόλου ὡς τὸ ζῷον παντὶ ἀνθρώπῳ, ἡ δὲ ἐλάττων μερικὴ καταφατικὴ ὡς τὸ λευκὸν τινὶ ἀνθρώπῳ, ἔσται συμπέρασμα ὅτι τὸ ζῷον τινὶ λευκῷ. ἀποδειχθήσεται δὲ τὸ συμπέρασμα καλῶς συναχθὲν κατὰ τὸν αὐτὸν τρόπον, ἤγουν διὰ τῆς ἀντιστροφῆς, εἰ ἀντιστρέφεις τὴν ἐλάττονα πρότασιν, καὶ διὰ τῆς ἀδυνάτου ἀπαγωγῆς, καὶ διὰ τῆς ἐκθέσεως. ἔκθου γὰρ μέρος τοῦ ἀνθρώπου τὸν Σκύθιν· ὁ γοῦν λέγων τὸ λευκὸν τινὶ ἀνθρώπῳ ὑπάρχειν, κατὰ τοῦ Σκύθου τὸ λευκὸν κατηγορεῖ, ἀλλὰ καὶ τὸ ζῷον παντὸς ἀνθρώπου κατηγορούμενον κατηγορηθήσεται καὶ κατὰ τοῦ Σκύθου, μέρος ἄρα ὁ Σκύθης καὶ τοῦ λευκοῦ καὶ τοῦ ζῴου· καλῶς ἄρα συμπεραίνεται τὸ ζῷον τινὶ λευκῷ ὑπάρχειν, ἤγουν τῷ Σκύθῃ, εἰ δὲ καὶ ὁ συλλογισμὸς ὁ ἀπὸ τῆς 'πᾶς' καὶ 'τὶς' ἁπλούστερός ἐστι τοῦ συλλογισμοῦ τοῦ ἀπὸ τῆς 'τὶς' καὶ 'πᾶς', καθόσον οὗτος μὲν διὰ μιᾶς ἀντιστροφῆς δείκνυται, ὁ δὲ ἀπὸ τῆς 'τὶς' καὶ 'πᾶς' διὰ δύο· καὶ διὰ τοῦτο ἔδει τὸν ἀπὸ τῆς 'πᾶς' καὶ 'τὶς' προταγῆναι ὡς ἁπλούστερον τοῦ ἀπὸ τῆς 'τὶς' καὶ 'πᾶς', ἀλλὰ προετάγη οὗτος, διότι ἐπὶ τοῦ τρίτου σχήματος τὸ κύρος καὶ τὴν σύστασιν τοῦ συλλογισμοῦ ἡ ἐλάττων πρότασις ἔχει, εἴ γέ ἐστι καταφατική· ἐπεὶ δὲ καὶ ὁ ἀπὸ τῆς 'τὶς' καὶ 'πᾶς' οὐ μόνον ἔχει τὴν ἐλάττονα καταφατικὴν ἀλλὰ καὶ καθόλου, προετάγη τοῦ συλλογισμοῦ τοῦ ἔχοντος τὴν ἐλάττονα μερικὴν καταφατικὴν· τὸ γὰρ καθόλου τιμιώτερον τοῦ μερικοῦ:–
πδ΄
Anal. Pr. I 6, 28b 15–23

〈Ἐὰν δ' ὁ μὲν – μὴ ὑπάρχει〉

Ὁ δὲ συλλογισμὸς ὁ τὴν μείζονα ἔχων στερητικὴν μερικὴν ὡς τὸ λευκὸν οὐ παντὶ ἀνθρώπῳ, τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ὡς τὸ ζῷον παντὶ ἀνθρώπῳ, οὐ δείκνυται διὰ τῆς ἀντιστροφῆς· εἰ γὰρ τὴν ἐλαττονα τὴν 'πᾶς' ἀντιστρέψεις, γίνεται ἡ ἐλάττων μερικὴ 'τίς', ἔχεις δὲ καὶ τὴν μείζονα μερικὴν στερητικὴν καὶ συλλογισμὸς οὐ γίνεται ἀπὸ δύο μερικῶν, τῆς τε 'οὐ πᾶς' καὶ τῆς 'τίς'. δείκνυται δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ διὰ τῆς ἐκθέσεως· ἐπεὶ γὰρ τὸ λευκὸν οὐκ ἀπὸ παντὸς ἀνθρώπου ἀποφάσκεται, ἀλλὰ ἀπό τινων, λάβε μέρος τοῦ ἀνθρώπου τὸν Αἰθίοπα, οὗ ἀποφάσκεται τὸ λευκόν· κατηγορεῖται δὲ καὶ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, λοιπὸν καὶ τοῦ Αἰθίοπος, μέρος ἄρα ὁ Αἰθίοψ τοῦ ζῴου καὶ τὸ λευκὸν λοιπὸν οὐ παντὶ ζῴῳ ὑπάρχον τοῦ Αἰθίοπος ἀποφάσκεται:–
πε΄
Anal. Pr. I 6, 28b 24–35

〈Τοῦ δὲ μηδενὶ – ἀντιστραφείσης〉

|f. 162v Οὐκ ἔστι δὲ λαβεῖν ὅρους, δι’ ὧν συναχθήσεται τὸ 'οὐδενί', διότι τὸ Ρ οὐ παντὶ τῷ Σ ὑπάρχει, τινὶ δὲ ὑπάρχει· ταὐτὸν γάρ ἐστι τὸ 'οὐ πᾶς' καὶ 'τὶς' ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἀπὸ δὲ τῆς 'πᾶς' καὶ 'τὶς' συλλογισμὸς ἐγίνετο συνάγων τὸ 'τινί'. εἰ δέ τις ἐνίσταται ἀπὸ τῆς 'πᾶς' καὶ 'οὐ πᾶς' συνάγεσθαι συμπέρασμα ὅτι τὸ Π οὐδενὶ τῷ Ρ, ἔστω κατ’ ἐκεῖνον συναγόμενον· ἐπεὶ δὲ τὸ Π παντὶ τῷ Σ ὑπάρχει, τὸ δὲ Ρ τινὶ τῷ Σ (ταὐτὸν γάρ ἐστι τῷ 'οὐ παντί'), συναχθήσεται συμπέρασμα ὅτι τὸ Π τινὶ τῷ Ρ ὑπάρχει, ἀλλὰ καὶ κατὰ τὸν ἐνιστάμενον ἔστι τὸ Π καὶ οὐδενὶ τῷ Ρ· καὶ ἐπεὶ ἀδύνατόν ἐστιν εἶναι τὸ Π καὶ τινὶ τῷ Ρ καὶ οὐδενί, ψεύδεται ἄρα τὸ 'οὐδείς'. τινὲς δὲ τῶν ἀντιγραφέων οὕτως ποιοῦσι τὴν εἰς ἀδύνατον ἀπαγωγήν· ἐὰν τὸ Π οὐδενὶ τῷ Ρ κατὰ τὸν ἐνιστάμενον, τὸ δὲ Ρ τινὶ τῷ Σ, καὶ τὸ Π ἄρα οὐ παντὶ τῷ Σ, ἀλλ’ ὑπέκειτο τὸ Π καὶ παντὶ τῷ Σ· τὸ γοῦν ἀδύνατον τοῦτο συνήχθη ἀπὸ τοῦ τὸν ἐνιστάμενον θεῖναι ὅτι τὸ Π οὐδενὶ τῷ Ρ ὑπάρχει, ψευδὲς ἄρα τὸ 'οὐδενί', ἐπεὶ δὲ τὸ 'οὐ παντὶ' ἀδιόριστόν ἐστιν, ὡς καὶ ἐν τοῖς πρότερον δειχθεῖσι δέδεικται· λαμβάνεται γὰρ ἡ 'οὐ πᾶς' καὶ ἀντὶ τῆς 'οὐδεὶς' ἐπὶ τῆς ἀδυνάτου ὕλης· ἀληθεύει γὰρ ὁ λέγων τὸ πτερωτὸν οὐ παντὶ ἀνθρώπῳ ὑπάρχει ὡς τῆς 'οὐ πᾶς' ἐνταῦθα ἶσον δυναμένης τῇ 'οὐδενί'· λάβε ὅρους, ἐν οἷς ἡ 'οὐ πᾶς' ἰσοδυναμεῖ τῇ 'οὐδεὶς' καὶ συνάξεις τὸ 'οὐδενί'· λάβε τὸ Π ἔμψυχον, τὸ Ρ λίθον καὶ τὸ Σ ζῷον· τὸ ἔμψυχον οὖν παντὶ ζῴῳ, ὁ λίθος οὐ παντὶ ζῴῳ, ἤγουν οὐδενί, καὶ τὸ ἔμψυχον ἄρα οὐδενὶ λίθῳ:–
πστ΄
Anal. Pr. I 6, 28b 37

〈Ζῷον - ἄνθρωπος - ἄγριον〉

|f. 163r Τὸ ζῷον τινὶ ἀγρίῳ λέγεται καὶ οὐχὶ παντί, διότι τὸ ἄγριον οὐ μόνον ἐπὶ τῶν ζῴων λέγεται, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν· βότανα γάρ φαμεν καὶ συκὰς ἀγρίας καὶ ἕτερα δένδρα οὐκ ὀλίγα:–
πζ΄
Anal. Pr. I 6, 28b 38 – 29a 4

Οὐδ' ὃταν – μὴ ὑπάρχει

Ὅταν δὲ ὁ μείζων ᾖ καθόλου στερητικός, ἡ δὲ ἐλάττων μερικὴ στερητική (οἷον τὸ Π οὐδενὶ τῷ Σ, τὸ Ρ οὐ παντὶ τῷ Γ), ἀσυλλόγιστός ἐστὶν ὁ συλλογισμός. καὶ τοῦ μὲν μηδενὶ ὑπάρχειν εἰσὶν ὅροι κόραξ, χιών, λευκόν· οὐκ ἔστι δὲ λαβεῖν ὅρους, δι’ ὧν συνάξεις τὸ 'παντί', διότι τὸ Ρ οὐ παντὶ τῷ Σ, ταὐτόν ἐστι τὸ 'τινὶ' καὶ γίνεται συλλελογισμένος ὁ συλλογισμός· ἀπὸ γὰρ τῆς 'οὐδεὶς' καὶ τῆς 'τὶς' συλλογισμὸς ἔσται συνάγων τὸ 'οὐ παντί':–
πη΄
Anal. Pr. I 6, 29a 5–6

〈Εἰ γὰρ – δεικτέον〉

Εἰ δέ τις ἐνίσταται λέγων συνάγεσθαι συμπέρασμα τὸ Π παντὶ τῷ Ρ, ἦν δὲ καὶ τὸ Ρ τινὶ τῷ Σ, ἔσται καὶ τὸ Π τινὶ τῷ Σ, ἀλλ' ὑπέκειτο καὶ οὐδενί· τὸ ἄτοπον συνήχθη ἐκ τοῦ ὑποθεῖναι συνάγειν τὸν ἐνιστάμενον τὸ Π παντὶ τῷ Ρ, ἀλλ’ ἐπεὶ ἡ 'οὐ πᾶς' ἀδιόριστός ἐστι καὶ οὐ μόνον ἰσοδυναμεῖ τῇ 'τὶς' ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἀλλὰ ἰσοδυναμεῖ καὶ τῇ 'οὐδεὶς' ἐπὶ τῆς ἀδυνάτου, δείξεις καὶ τὸ 'παντὶ' συναγόμενον, εἰ λάβῃς ὅρους, ἐν οἷς ἡ 'οὐ πᾶς' ἰσοδυναμεῖ τῇ 'οὐδείς'· οἷον ζῷον, ἄνθρωπον, ψιμμύθιον· μέσον ὅρον τὸ ψιμμύθιον, τὸ δὲ Π ζῷον, τὸ δὲ Ρ ἄνθρωπον:–
πθ΄
Anal. Pr. I 6, 29a 6–9

〈Οὐδ' ἂν – οὐδαμῶς〉

|f. 163v Ἐὰν δὲ ἑκάτερος τῶν ἄκρων κατηγορῆται κατά τινος τοῦ μέσου, ὡς εἶναι τὸ Π τινὶ τῷ Σ καὶ τὸ Ρ τινὶ τῷ Σ, ἢ μὴ ὑπάρχει, ἤγουν οὐ παντί, ὡς εἶναι τὸ Π οὐ παντὶ τῷ Σ, τὸ Ρ οὐ παντὶ τῷ Σ, ἢ ὁ μὲν τινί, ὁ δὲ μὴ παντί, ὡς εἶναι τὸ Π τινὶ τῷ Σ, τὸ Ρ οὐ παντὶ τῷ Σ, ἢ τὸ ἀνάπαλιν, ἢ ἀδιορίστως, ὡς τὸ Π ὑπάρχειν τῷ Σ καὶ τῷ Ρ ὑπάρχειν τῷ Σ, ὅπερ ταὐτόν ἐστι τὸ 'τὸ Π τινὶ τῷ Σ' καὶ τὸ 'Ρ τινὶ τῷ Σ', ἢ τὸ Π οὐχ’ ὑπάρχει τῷ Σ, ὃ ταὐτόν ἐστι τῷ 'οὐ παντί', καὶ τὸ Ρ οὐχ’ ὑπάρχει τῷ Σ, ὃ ταὐτόν ἐστι τῷ 'οὐ παντί' (αἱ γὰρ ἀπροσδιόριστοι προτάσεις ἰσοδυναμοῦσι τοῖς μερικῶς προσδιοριμένοις), συλλογισμὸς οὐ γίνεται:–
ρ΄
Anal. Pr. I 6, 29a 15 – 7, 29a 29

〈Πάντες γὰρ – σχήμασιν〉

Πάντες γὰρ τελειοῦνται οἱ ἐν τῷ τρίτῳ σχήματι προλαμβανομένων τινῶν, ἤγουν ἢ δι’ ἀντιστροφῆς, ἢ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἢ δι’ ἀμφοτέρων, καὶ ὅτι καθόλου συμπέρασμα οὐ συνάγεται ἐπὶ τοῦ τρίτου σχήματος, ἀλλὰ πάντα μερικά· ἰδοὺ τετελείωται καὶ τὸ τρίτον σχῆμα. ἐπεὶ δὲ ἐμνήσθη καὶ ἀσυλλογίστων συζυγιῶν, πειρᾶται νῦν δεῖξαι ποῖοι ἀσυλλόγιστοι συλλογισμοὶ δύνανται θεραπείαν δέξασθαι καὶ συλλελογισμένοι γενέσθαι, καὶ ποῖοι οὐ δύνανται θεραπευθῆναι, καὶ φησὶν ὅτι ὁ συλλογισμὸς ὁ ἀπὸ τῆς 'οὐδεὶς' καὶ 'οὐδεὶς' ἀσυλλόγιστος διαμένει καὶ ἐν τῷ πρώτῳ, καὶ ἐν τῷ δευτέρῳ, καὶ ἐν τῷ τρίτῳ. ὡσαύτως καὶ ἐπὶ τοῦ δευτέρου σχήματος ὁ ἀπὸ τῆς 'πᾶς' καὶ 'πᾶς'· οἵαν γὰρ ἐπιχειρήσεις ἀντιστρέψαι πρότασιν, εἴτε τὴν ἐλάττονα εἴτε τὴν μείζονα, ἡ μείζων πρότασις γίνεται μερική. ἀλλὰ καὶ ὁ ἀπὸ δύο μερικῶν, εἴτε καταφατικῶν εἴτε ἀποφατικῶν, συλλογισμὸς καὶ ἐν τοῖς τρισὶ σχήμασιν ἀσυλλόγιστος διαμένει. ἐὰν δὲ ἡ μείζων πρότασις ᾖ καθόλου καταφατικὴ ἢ μερικὴ καταφατική, ἡ δὲ ἐλάττων καθόλου ἀποφατική, ἀσυλλόγιστος μὲν ὁ συλλογισμός ἐστι, δύναται δὲ συλλελογισμένος γενέσθαι τῶν δύο προτάσεων ἀντιστραφεισῶν, πλὴν οὐ συνάξεις συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Γ, ἀλλ’ ὅτι τῷ Γ οὐ παντὶ τῷ Α. ὡσαύτως καὶ ἐὰν ἡ ΑΒ ἐστὶν 'οὐ παντί', |f. 164r ἡ δὲ ΒΓ οὐδενί, ἐν πρώτῳ σχήματι ἀσυλλόγιστος μὲν ὁ συλλογισμός, συλλελογισμένος δὲ ἔσται, ἐὰν ἀντιστρέψεις καὶ τὰς δύο προτάσεις. καὶ ἐπὶ τοῦ δευτέρου σχήματος ἐὰν ἡ μείζων ἐστὶ 'τίς', ἡ δὲ ἐλάττων 'οὐδείς', ἀσυλλόγιστόν ἐστι τὸ σχῆμα. ἐὰν δὲ ἀντιστρέψῃς τὴν 'οὐδεὶς' διὰ τῆς ἀντιστροφῆς, συλλελογισμένος γίνεται συνάγων τὸ Ξ οὐ παντὶ τῷ Ν. ἐὰν δὲ ἡ μείζων ἐστὶ 'τὶς', ἡ δὲ ἐλάττων 'οὐδεὶς' ἐπὶ τοῦ τρίτου σχήματος, ἀσυλλόγιστός ἐστι καὶ οὗτος· ἀντιστραφείσης δὲ τῆς 'τὶς' συλλογισμὸν ποιήσεις, ὅτι τὸ Ρ οὐ παντὶ τῷ Π. δῆλον οὖν ἐν τοῖς τρισὶ σχήμασιν ὅτι οἱ ἀσυλλόγιστοι συλλελογισμένοι γίνονται διὰ τῆς ἀντιστροφῆς καὶ ὅτι τὸ ἀδιόριστον ἀντὶ τοῦ μερικοῦ προσδιορισμοῦ τοῦ 'τὶς' λαμβανόμενον τὸν αὐτὸν ποιήσει συλλογισμὸν ἐν πᾶσι τοῖς σχήμασιν, ὃν ἐποίει καὶ ὁ μερικὸς προσδιορισμὸς κείμενος· οἷον εἰ εἴπῃς ὅτι τὸ A παντὶ τῷ B, τὸ B ὑπάρχει τῷ Γ, συνάξεις ὅτι τὸ A τινὶ τῷ Γ, ὃ συνήγετο, καὶ ὅτε ἔλεγεν ὅτι τὸ Β τινὶ τῷ Γ:–