Διατί ἐπέγραψεν Ἀναλυτικῶν προτέρων δεύτερον; καὶ λέγομεν ὅτι ὁ Φιλόσοφος Ἀναλυτικὰ ἐπέγραψε πάντα μέχρι τῆς Διαλεκτικῆς πρότερα καὶ ὕστερα· πρότερα μὲν ἀπὸ τῆς ἀρχῆς τῶν Τριῶν σχημάτων μέχρι τῆς Ἀποδεικτικῆς, ὕστερα δὲ τὸ πρῶτον καὶ τὸ δεύτερον αὐτῆς τῆς Ἀποδεικτικῆς· ἔπειτα δὲ ἔτεμε τὰ πρότερα εἰς πρῶτα καὶ εἰς δεύτερα. καὶ τὰ μὲν Τρία σχήματα (αἱ μίξεις, αἱ εὐπορίαι τῶν προτάσεων καὶ τὸ περὶ ἀναλύσεως συλλογισμῶν) εἴρηνται πρότερα· δεύτερα δὲ τῶν προτέρων ἡ παροῦσα ἐπιγέγραπται πραγματεία ὡς μετ’ ἐκεῖνα τὰ πρῶτα δευτέραν τάξιν ἔχουσα:-