Σκοπός ἐστι τῷ Φιλοσόφω τῆς παρούσης πραγματείας, ὡς μέν τινες λέγουσι, τὸ διδάξαι περί τινων ἐλλειπομένων πρὸς τὴν διδασκαλίαν τῆς ἀποδείξως. ἐν μὲν γὰρ τοῖς Τρισὶ σχήμασιν ἐδίδαξε περὶ ὅρων καὶ προτάσεων καὶ πῶς ἔχοντος τοῦ μέσου συλλογισθήσεταί τι ἀναγκαῖον (ἐν δὲ ταῖς μίξεσι τὴν μίξιν αὐτῶν τῶν συλλογισμῶν, ἐν δὲ τῷ περὶ εὐπορίας προτάσεων τὴν γένεσιν αὐτῶν τῶν συλλογισμῶν, ὁμοίως δὲ καὶ τὴν ἀνάλυσιν αὐτῶν ἐν τῷ περὶ ἀναλύσεως συλλογισμῶν), ἐνταῦθα δὲ περί τινων λυσιτελούντων ἡμῖν εἰς τὸ συλλογίζεσθαι· οὐκ ἐν τῷ χρᾶσθαι τούτοις, ἀλλ’ ἐν τῷ ἀποφεύγειν αὐτὰ καὶ συλλελογισμένον ποιεῖν τὸν συλλογισμόν. τὸ γὰρ λυσιτελοῦν διττῶς εἴρηται· τὸ μὲν τὸ τῇ οἰκείᾳ μετουσίᾳ ἐμποιοῦν τὴν ὠφέλειαν, τὸ δὲ τῇ οἰκείᾳ ἀποφυγῇ μὴ ἐπάγον βλάβην· οἷον τὸ φάρμακον καὶ τὸ δηλητήριον· εἰδέναι γὰρ ὀφείλει καὶ ἑκατέρων τοὺς λόγους ὁ ἰατρός καὶ τῷ μὲν φαρμάκῳ χρᾶσθαι πρὸς περιποίησιν ὑγείας, τὸν δὲ ἐλέβορον καὶ τὸ δηλητήριον ἀποτρέπεσθαι πρὸς φυλακὴν τῆς ὑγείας. οὕτως καὶ ὁ Φιλόσοφος διδάσκει ἐνταῦθα τινὰ χρησιμεύοντα ἡμῖν εἰς τὴν ἀπόδειξιν· οὐ τῇ χρήσει τούτων, ἀλλὰ τῇ ἀποφυγῇ:-