Georgios Pachymeres, Kommentar zu Metaph. α
final
final
Editorische Vorbemerkung
Transcription from Urb. gr. 49, ff. 16r–18v.
Missing accents are supplied, while general punctuation has not been consistently
adjusted to the modern usage.
In Metaph. II commentarium
Kapitel 1
εἰς τὸ α´ ἔλαττον ἐξηγήσις
1
Metaph. II
τοῦτο τὸ βιβλίον Πασι | κράτους φα(σίν) τινες ὑιοῦ βοναίου τοῦ Ῥόδ(ίου), ὃς ἦν ἀδελφὸς Εὐδήμου. | ἀκροατὴς δὲ γέγονεν
Ἀριστοτέλους:
τίθησιν ἀπορίας τινὰς ἐν | τῷ
β´ καὶ δόξειεν ἂν διαταῦτα ὅτι περιττὸν τὸ μικρὸν α´· | ἅτε
τὴν συνέχειαν διακόπτον. οὐ μὴν, ἀλλὰ λέγει τί περὶ ὧν ἐν | ταῦθα
προτίθεται καὶ ἐν τῷ ἐλάττονι α´· ζητεῖ γὰρ καὶ ἐν τούτῳ | περὶ
τῶν ἀρχῶν καὶ οὕτως ἐπισυνάπτει τὰς ἀπορίας, ὡς | ἐντεῦθεν
εὐπορωτέρους γενέσθαι, τῶν ἐν τοῖς ὑστέροις ἀπο | ρουμένων
ἡμᾶς :-
2
Metaph. II, 993a 30
ἡ περὶ τῆς ἀληθ(είας) θεωρ(ία):-
ἡ θεωρητικὴ | φιλοσοφία ἧς τέλος ἀλήθ(εια), τῇ μὲν χαλεπή ἐστι, καὶ
διατοῦτο σε | μνὴ καὶ ζητητέα ὁπόση δύναμις, τῇ δὲ ῥᾳδία, καὶ διατοῦτο
| οὐκ ἀπαγορευτέον ζητοῦντας ἡμᾶς τὰ αὐτῆς.
εἶτα κατασκευά | ζει τὰ τοιαῦτα· χαλεπὴ μὲν, ὅτι πολλῶν
εἰπόντων περὶ αὐτῆς, | οὐδεὶς ἠδυνήθη ἀξίως εἰπεῖν· ῥᾳδία δὲ, ὅτι
οὐδεὶς ἀπο | τυγχάνει, ἀλλὰ λέγει τι περὶ τῆς φύσεως
αὐτῆς,|16v
| εἰ καὶ ὁ μὲν πλέον, ὁ δ'ἔλαττον.
καὶ ὅτι καθ'ἕνα μὲν μικρὸν μὲν ἢ οὐδὲν | τῶν αὐτῶν θηρεύεται, ἐκ πάντων δὲ τὸ μέγεθος τῆς γνώσεως γίνεται | καὶ τόσον
μέγεθος, ὥστε πάντας ἐπιτυγχάνειν αὐτῆς καὶ μηδένα | ἁμαρτάνειν· κ(α)τ(ὰ)
τὴν παροιμ(ί)αν· 'τίς ἂν θύρας ἁμάρτοι' , ἥτις εἴληπται ἐκ | τῶν τοξοτῶν τῶν
ἐχόντων θύραν σκοπὸν. καὶ οὕτω μὲν καθολικῶς | τὸ ῥᾴδιον αὐτῆς ἐστι· τὸ δὲ
ὁλοτελῶς καὶ συγκεχυμένως ἔχειν τὸ | ὅλον τῆς ἐπιστήμης καὶ μέρος μὴ
δύνασθαι, τὸ χαλεπὸν δηλοῖ.
ἴ | σως δὲ ἡ χαλεπότης ἔστι μὲν καὶ τοῦ πράγματος, ἔστι δὲ καὶ ἐξ ἡ | μῶν
αὐτῶν· ἐντεθραμμένων τῷ σκότει τῶν αἰσθητῶν καὶ πρὸς | 10 τὸ τῶν νοητῶν καὶ
ἐπιστημονικῶν φέγγος ἀμβλυωπούντων, ὡς | αἱ νυκτερίδες ἔχουσιν, ὥστε μὴ μόνον
τοῖς ἀξιολόγοις φιλοσόφοις | ὧν ταῖς δόξαις κοινωνήσαιμεν χάριν ἔχειν ἄξιον,
ἀλλὰ καὶ τοῖς ἐ | πιπολαιότ(ε)ρον ἁψαμένοις τῆς φιλοσοφίας. καὶ γὰρ αὐτοὶ συμβάλλονται | ἀσκοῦντες τὴν ἕξιν ἡμῶν
καὶ γυμνάζοντες πρὸς ἀλήθειαν. εἰ | μὲν γὰρ Tιμόθεος μὴ ἐγένετο, τὴν ἀκριβῆ
μελοποιίαν οὐκ εἴχομεν· | οὐκ ἂν δὲ Tιμόθεος, εἰ μὴ Φρύνις ὁ ἐπιπολαιότ(ε)ρον
τῆς τέχνης ἁψά | μενος· οὕτως ἐστι καὶ περὶ ἐπιστήμης εἰπεῖν. ὁρθῶς δὲ καὶ ἡ
φιλοσοφία | ἐπιστήμη τῆς ἀληθείας λέγεται· τέλος γὰρ θεωρητικῆς ἀλήθεια, ὡς
| πρακτικῆς τἀγαθὸν, πλὴν καὶ οἱ πρακτικοὶ τὸ αἴτιον αὐτῶν | (οἶμαι δὲ
λέγει τὸ τελικὸν) πῶς ἔχει σκοποῦσι καὶ εἰ μὴ καθ΄αὑτὸ ἐστὶν | ὥστε τοῦ
θεωρητικοῦ, ἀλλὰ πρός τι καὶ δι΄ἄλλο:
3
Metaph. II, 993b 23
οὐκ ἴσμεν δὲ | τὸ ἀληθές:-
οὐκ ἄλλως ἔχομεν τὸ ἀληθὲς εἰ μὴ τὸ διατί καὶ τὴν | αἰτίαν ἔχομεν· ἕκαστον δὲ
καθ΄ὃ τοῖς ἄλλοις ὑπάρχει, μάλιστα αὐτὸ | τῶν ἄλλων. ὥσπερ θερμὸν μάλιστα τὸ
πῦρ τῶν ἄλλων, καθ΄ὃ τὰ | ἄλλα θερμὰ λέγονται, καὶ οὐ τοῦτο κατ΄ἐκεῖνα
θερμὸν· τοῦτο δὲ λέγει | καὶ συνώνυμον ἐκείνοις κατὰ τὸ θερμὸν. ὥστε ὡς ἔχει
τὸ πρᾶγ | μα ὅτι μάλιστά ἐστιν τῶν ἄλλων, οὕτως ἔχει καὶ οὗ περὶ αὐτὸ ἀλήθ(ειαν) | μάλιστα· διὸ τὰς τῶν ἀεὶ ὄντων ἀρχὰς, ἀναγκαία ἀεὶ εἶναι ἀληθεστάτας· |17r
| κατ΄ἐκείνας γὰρ καὶ ταῦτα ἔχουσι τὸ ἀεὶ εἶναι:
4
Metaph. II, 994a 1
ἀλλὰ μὴν
ἐντεῦθεν δεικνύει ὅτι ἀρχή ἐστι καὶ οὐκ ἐπ΄ἄπειρον τὰ αἴτια | οὔτε
ἐπ΄εὐθυωρίαν οὔτε κατ΄εἶδος καὶ σχήματα. καὶ πρῶτον περὶ | τῆς ὕλης λέ(γ)ει
ὅτι οὐκ εἰς ἄπειρον ἴησιν οἷον σάρκα μὲν ἐκ γῆς, | γῆν δ΄ἐξ ἀέρος καὶ τοῦτον
ἐξ ἄλλου. ἀλλ΄οὐδὲ τὸ ποιητι(κ)ὸν τοιοῦτον εἰς | ἄπειρον, ὁμοίως οὐδὲ τὸ
τελικὸν εἰς ἄπειρον ἴησι, τὸν αὐτὸν | δὲ τρόπον καὶ ἐπὶ τοῦ εἰδικοῦ.
οὐκ ἄπειρα γὰρ τὰ μέσα, ὧν | ἐστιν ἕτερον πρότερον, οὐδ΄αἰεὶ πρότ(ε)ρον, ἀλλὰ
στήσεται καὶ ἡ κατασκοπὴ. | ὅτι τοῦ εἶναι τὸ πρῶτον κατὰ τοῦ ἐσχάτ(ου) τριῶν
ὄντων, τὸ πρῶ | τον ἐροῦμεν αἴτιον· τὸ γὰρ τελευταῖον οὐδενὸς (τοῦτο γὰρ ὧν
ἕτερον | αἰτιατὸν δι΄ἑτέρου αἰτίου), ἀλλὰ μὴν οὐδὲ τὸ μέσον - δηλονότι
| τὸ προσεχὲς τῷ ἐσχάτῳ - ἑνὸς γὰρ τοῦ ἐσχάτου αἴτιον.
ὃ | γοῦν ἐγένετο ἐπὶ τῶν τριῶν, τοῦτο καὶ ἐπὶ πολλῶν μέσων γενή | σεται· εἰ
γοῦν τὸ πρότ(ε)ρον ἔστιν αἴτ(ιον) ἐσχάτῳ, σταθήσεται πάντως· | οὐδὲν γὰρ
διαφέρει ἓν ἢ πλείω εἶναι τὰ μέσα καὶ τὰ αἴτ(ια), ἢ πε | περασμένα ἢ ἄπειρα.
καὶ πῶς οὐ διαφέρει εἰ ἄπειρα ἢ πάν | τως, πρὸς τὸ δεῖξαι ὅτι σταθήσεται εἰς
ἄπειρον; εἰ γὰρ πε | περασμένα, τὸ πρότερον μέσον ἐσεῖται αἴτιον τῷ ἐσχάτῳ·
| εἰ δὲ ἄπειρα, τῶν ἀπείρων ἄλλου ἄλλο πρότερον ἀεὶ (οὗτος γάρ ἐ | στιν ὁ
τρόπος τοῦ ἀπείρου, τὸ μὴ στῆναι ποτὲ)· οὐδέποτε εὑρε | θήσεται τὸ αἴτιον.
ὁμοίως τούτοις καὶ ἐπὶ τὸ κάτω οὐκ εἰς | ἄπειρον βαδιεῖται, ὡς ἐκ τοῦδε τόδε
ἀεὶ:
5
Metaph. II, 994a 22
διττῶς γὰρ γί(νεται) τὸ:
εἶτα διασαφεῖ ὅτι διττως τὸ 'ἐκ τοῦδε'· ἢ τόδε μετὰ τόδε, ὡς τὸ '
πιόμενα | ἐκ βοτάνης
' καὶ Ὀλύμπια ἐξ Ἰσθμίων. καὶ ἐκ παιδὸς ἀνὴρ, ἀλλ΄αὐ | τοῦ τούτου μεταβάλλοντος, ὅτι ἕν
ἐστι τὸ ὑποκείμενον, ἐκεῖσε δὲ | δύο, ὡς ἐξ ὕδατος ἀὴρ. καὶ τέως τὴν
διαφορὰν τοῦ τοιοῦτου τίθησιν | οὐ πρὸς πᾶν ἐκεῖνο τὸ 'ἐκ τοῦδε',
ἀλλὰ πρὸς τὸ ὕστερον τὸ 'ἐκ παιδὸς | ἀνὴρ'· τοῦτο γὰρ ἔχει πρὸς
ἐκεῖνο πολλὴν τὴν ὁμοιότητα. δια | φέρει γοῦν ἐκ παιδὸς ἄνδρα γενέσθαι
πρὸς τὸ ἐξ ὕδατος ἀέρα, ὅτι |17v
| τὸ μὲν ἐκ τοῦ γινομένου γεγονός ἐστιν ἢ ἐκ τοῦ ἐπιτελουμένου
τετελεσμένον | (μεταξὺ γάρ ἐστιν ὥσπερ τοῦ εἶναι καὶ τοῦ μὴ εἶναι ἡ
γένεσις, | οὕτως καὶ τὸ γινόμενον τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος·
ὁ γὰρ μανθάνων | οὔτε ἐν τῇ ἀγνοίᾳ ἕστηκεν οὔτε ἐν τῇ ἐπιστήμῃ), τὸ
δὲ φθειρομέ | νου θατέρου γίνεται θάτερον.
διὸ ἐκεῖ μὲν οὐκ ἀνακάμπτει· πῶς | γὰρ ἐκ τῆς γενέσεως γένοιτ΄ἂν γιγνόμενον;
ἀλλὰ γεγονὸς, ἔκ το | τε ὑπάρχει καὶ οὐκ ἀνακάμπτει πρὸς τὸ γίνεσθαι ποτὲ·
οὕτω | καὶ ἐκ τοῦ πρωῒ ἡμέρα, οὐδὲ ἐκ φθειρομένου οὐδὲ ἀνακάμπτει. | τὸ
δ΄ἐξ ἀέρος ὕδωρ ἀνακάμπτει. ἀμφοτέρως γοῦν ἀδύνατον ἐ | π΄ἄπειρον ἰέναι τὰ
στοιχ(εῖα) ἐπὶ τὸ κάτω τοῦ ἄνω ἔχοντος ἀρχὴν· τῶν | μὲν γὰρ ὄντων μεταξὺ
τέλος ἐστὶν, ἐν ᾧ σταίη ἂν τὸ γενόμενον καὶ | οὐκ ἀνακάμψει· τὰ δὲ στοιχ(εῖα)
εἰ καὶ ἀνακάμπτουσιν, ἀλλ΄εἰς ἄλληλα, | ὅθεν οὐκ ἄπειρα, ἅμα δὲ καὶ ἀδύνατον
τὸ πρῶτον φθαρῆναι εἰς ἄλλο, | δηλονότι ἀρχοειδέστερον.
ἐδείχθη γὰρ ὅτι οὐκ ἄπειρος ἐπὶ τὸ ἄνω | ἡ γένεσις· πῶς γὰρ τὸ ἀΐδιον
φθαρείη:-
6
Metaph. II, 994b 9
ἔτι δὲ τὸ οὗ ἕνεκα τέ
ἐπιχειρεῖ καὶ τὸ τελικὸν αἴτιον δεῖξαι ὅτι καὶ αὐτὸ οὐκ εἰς ἄ | πειρον
πρόεισιν, ὥσπερ ἄρα καὶ τὸ ὑλικὸν. ὥστε εἰ μὲν ἔστι τέλος, | οὐκ ἄπειρον· εἰ
δὲ ἄπειρον, τέλος, κατὰ τὸν ἐκ διαζευκτικοῦ | ὑποθετικὸν. ἀλλ΄οἱ τὸ ἄπειρον
τιθέντες λανθάνουσι τὴν φύ | σιν τοῦ ἀγαθοῦ ἐκ τῶν ὄντων ἐξαιροῦντες. τὸ τέλος
τούτοις οὐ δι | δόντες, οὐδὲ μὴν τὸ ἀγαθὸν. καίτοι γε οὐδέ τις ἐγχειρήσει
πρά | ττειν νοῦν ἔχων, εἰ μὴ θαρροίη ἥξειν εἰς τέλος:-
7
Metaph. II, 994b 17
ἀλλὰ μὴν | οὐδὲ τὸ τί ἦν εἶναι:-
μεταβαίνει καὶ ἐπὶ τὸ εἰδικὸν· ἐπεὶ | δὲ τὸ εἰδικὸν ὁριστικόν ἐστιν, οὐ χρὴ ὁρισμὸν ὁρισμοῦ ζητεῖν. | ἡνίκα γὰρ εὐπορήσωμεν
πρότ(ε)ρ(ον) καὶ ἀρχοειδέστ(ε)ρ(ον) ὁρισμοῦ, ὁ ὑστερος | οὐκ ἔσται· ἐπεὶ δὲ
τὸ πρῶτον οὐκ ἔσται, οὐδὲ τὸ ἐχόμενον καὶ οὕτως | φροῦδον ἅπαν τὸ εἰδικὸν:
8
Metaph. II, 994b 20
ἔτι τὸ ἐπίστασθαι:
ἔτι ἀναιροῦ | σιν τὴν ἐπιστήμην οἱ οὕτω λέγοντες· οὐ γὰρ οἷόν τε εἰδέναι πρὶν
εἰς | τὰ ἀρχοειδέστερα ἔλθῃ. ταῦτα γάρ φησιν ἄτομα ὡς ἀναπό|18r
| δεικτα· πῶς γὰρ νοήσει, ἐπεὶ οὐκ ἄλλως καταλήψεται τὰ οὕτως | ἄπειρα;
οὐ γὰρ ὅμοιον τοῦτο τὸ ἐπὶ τῆς γραμμῆς· ἐπὶ γὰρ ταύτης | οὐχ΄ἵσταται ἡ
διαίρεσις· νοῆσαι δὲ οὐκ ἔστι γραμμὴν μὴ στήσαντα. | φρούδη γὰρ πᾶσα γένοιτο
ταῖς τομαῖς, καθὼς ἠπόρει ἐν τῷ περὶ γενέσ(εως) | καὶ φθορᾶς.
διόπερ ὁ διεξιὼν τὴν κατὰ τὴν ὕλην ἄπειρον | γραμμὴν, οὐκ ἀριθμεῖ τὰς τομὰς
ἐνεργ(είᾳ), οὐδέποτε γὰρ διεξέλθοι | οὕτως αὐτὴν διεξιὼν, ἀλλὰ κατ΄ἀθρόαν τὰ
μόρι(α) δίεισιν· ἐπὶ δὲ | τῶν αἰτίων, τὸ ἄπειρον ἐνεργ(είᾳ) ὀφείλει εἶναι:-
9
Metaph. II, 994b 25–26
ἀλλὰ καὶ τὴν ὕλην:-
| τοῦτο ἄπειρον ἄγνωστον εἶναι τῇ αὐτοῦ φύσει παρατίθεται | σημεῖον τὴν
ὕλην, ἐπεὶ δοκεῖ κατὰ τὸν αὐτῆς λόγον ἄπειρος | εἶναι, ἀσχημάτιστος οὖσα καὶ
οἰκεῖον πέρας οὐκ ἔχουσα.
λέγει | οὖν ὅτι οὐκ ἔχει ἰδίαν ὑπόστασιν κατὰ τὸ ἄπειρον αὐτῆς, ἀλλ΄ἐ | πεὶ
ἀεὶ ἐν ῥύσει ἐστὶ καὶ κινουμ(έν)η καὶ ἀεὶ μετὰ σχήματος, δυ | νάμει μὲν ἔχει
τὸ ἄπειρον, οὐκ ἐπιστητὴ δὲ ἀλλὰ δοξαστὴ ἐστὶ, | καὶ νόθῳ λογισμῷ μὲν
κ(α)τ(ὰ) Πλά(τωνα), ἀναλογ(ίᾳ) δὲ γνωστὴ κ(α)τ(ὰ) τὸν Ἀριστοτ(έ)λ(ην)
| ἐστὶν.
ὥστε ποτὲ οὐκ ἔχει ἐνέργ(είᾳ) τὸ ἀπείρῳ εἶναι, ὅτι ἁπλῆ οὐ | φαίνεται, ἀλλ΄ἀεὶ μετὰ σχήματος. ἐπὶ γὰρ τῶν ἁπλῶν καὶ ἀσω | μάτων, ταὐτὸν τὸ πρᾶγμα καὶ τὸ εἶναι αὐτῷ· ψυχὴ γὰρ καὶ τὸ ψυχῇ | εἶναι ταὐτὸν. ἐπὶ δὲ τῶν ἐν ὕλῃ διαφέρει· ἄλλο γὰρ ἄν(θρωπ)ος καὶ ἄλ | λο τῷ
ἄν(θρώπ)ῳ εἶναι, ὥστε μὴ ποτὲ τῆς ὕλης ἁπλῆς οὔσης, | οὐδὲ τοῦτο
συμβήσεται· εἰ δὲ μὴ, ὅταν λέγωμεν αὐτὴν ἀπείρῳ | εἶναι ὡς ἁπλῆν καὶ
εὑρίσκωμεν αὐτὴν μετὰ σχήματος σύν | θετον, οὐχ ἕξει τὸ ἄπειρον, ἀλλὰ μὴν ἐπεὶ κατ΄εὐθυωρ(ίαν) οὐκ εἰσὶν | ἄπειρα,
οὐδὲ πλήθει.
ἀλλ΄οὐδὲ κατ΄εἶδος ἄπειρά εἰσι· τὰ | γὰρ κατ΄ἐνέργ(ειαν) ἄπειρα, ἄγνωστα· τὰ
δὲ κατ΄εἶδος ἄπειρα ἐνεργ(είᾳ), ὥσ | τε εἰ δὲ ταῦτα, καὶ τὰ ἐκ τούτων, τὸ δὲ
ἄπειρον κ(α)τ(ὰ) | τὴν πρόσθεσιν καὶ τὰ ἑξῆς. οὕτω νοητέον ὅτι πᾶσα νοήσις,
περί | ληψίς τις οὖσα, ἐν χρόνῳ πεπερασμ(έν)ῳ γί(νεται), ὥστε οὐκ ἔστι |18v
| διεξελθεῖν ἐν πεπερασμένῳ τὰ ἄπειρα:-
10
Metaph. II, 995a 1
ὡς γὰρ εἰώ | θαμεν:-
διὰ τούτων τινὲς τῶν τοιούτων ἀκροαταὶ λόγων εἶ | ναι δύνανται· οἷς γὰρ εἰθίσμεθα,
τούτοις προσέχομεν. καὶ | δηλοῦσιν οἱ νόμοι οἷς εἰθίσμεθα, ὅτι προσέχομεν εἴ
τι λέγουσιν.
| εἶτα τὴν διαφορὰν τῶν ἀκροατῶν λέγει· οἱ μὲν ζητοῦσιν οὕτως, οἱ δὲ οὕτως·
τὸ δὲ συνείρειν ἀντὶ τοῦ ἀκολουθεῖν ἢ μικρολογ(ίᾳ) | λογίζονται τὸ
ἀκριβολογεῖσθαι, ὥσπερ καὶ ἐν τοῖς συναλλάγμα(σι). | ἄτοπον γὰρ περὶ
ἐπιστήμης ζητεῖν καὶ ἅμα περὶ τοῦ τρόπ(ου) ταύτης | πῶς ἀναλαμβάνεται πλὴν
τὴν ἀκριβολογ(ίαν). οὐκ ἀπαιτητέον ἐν τοῖς | φυσικοῖς, ἀλλ΄ἐν τοῖς ἀΰλοις.
διὸ ζητητέον ἐν ἐκείνοις τίς ἡ φύσις | καὶ δῆλα ἔσται περὶ ὧν ἡ φυσικὴ
λέ(γει)· εἰσὶ δὲ τὰ ἐν κινήσει καὶ ἔνυλα | καὶ ἐκ τούτων διακρίνονται
τὰ φυσικὰ τῶν παρόντων. καὶ ἔχομεν σκοπεῖν | εἴπερ μιᾶς ἐπιστήμης ἢ
πλειόνων αἴτια καὶ τὰς ἀρχὰς τῶν | τε φυσικῶν καὶ τῶν ὑπὲρ φύσιν
θεωρεῖν:-