Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 16 in Vat. gr. 244 (ff. 186v–188v). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 16.

οβ΄
Anal. Pr. I 16, 35b 23–24

〈Ὅταν δ' ἡ μὲν ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἡ δ' ἐνδέχεσθαι σημαίνῃ τῶν προτάσεων〉

|f. 186v Ἐὰν ἡ μείζων πρότασις ᾖ ἀναγκαῖα, εἴτε καταφατικὴ εἴτε ἀποφατική, ἡ δὲ ἐλάττων ἐνδεχομένη, εἰ μὲν καταφατική ἐστι, ἔσται συλλογισμὸς συνάγων ἐνδεχόμενον συμπέρασμα ἰσοδυναμοῦν τῷ ὑπάρχοντι· εἰ δὲ ἀποφατικὴ ᾖ, ἀσυλλόγιστον μέν ἐστι τὸ σχῆμα, δύναται δὲ γενέσθαι συλλελογισμένον, εἰ μεταληφθῇ τὸ 'οὐδενὶ ἐνδεχομένως' εἰς τὸ 'παντί'. τέλειος δὲ γίνεται ὁ συλλογισμός, ἐὰν ἡ μείζων πρότασίς ἐστι ἐνδεχομένη καταφατικὴ ἢ ἀποφατική, ἡ δὲ ἐλάττων καταφατικὴ ἀναγκαία· δείκνυται γὰρ ἀπὸ τοῦ 'κατὰ παντὸς' καὶ τοῦ 'κατὰ μηδενὸς' καὶ οὐ δέεται τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἢ τῆς ἀντιστροφῆς· τὸ δὲ συναγόμενον συμπέρασμά ἐστι τὸ κυρίως ἐνδεχόμενον καὶ οὐ τὸ σημαῖνον τὸ ὑπάρχον:–
ογ΄
Anal. Pr. I 16, 35b 28–30

〈Ἐὰν – μὴ ὑπάρχειν〉

Ἐὰν δὲ ἡ μὲν τῶν προτάσεών ἐστι καταφατικὴ ἡ δὲ στερητική, ἐὰν ἡ μείζων πρότασίς ἐστὶ καταφατικὴ ἀναγκαία ἡ δὲ ἐλάττων ἐνδεχομένη, εἰ μὲν στερητική ἐστί, διὰ τῆς μεταλήψεως γίνεται συλλογισμὸς μεταστραφέντος τοῦ 'οὐδενὶ ἐνδέχεσθαι' εἰς τὸ 'παντὶ' καὶ τὸ συμπέρασμα ἔσται ἐνδεχόμενον καὶ οὐχὶ μὴ ὑπάρχον, τουτέστιν οὐκ ἀναγκαῖον· ἐνδεχόμενον δὲ οὐ τὸ κυρίως, ἀλλὰ τὸ σημαῖνον τὸ ὑπάρχον· καὶ γίνεται συμπέρασμα τοῦ ἐνδέχεσθαι καὶ οὐ τοῦ μὴ ὑπάρχειν, ἤγουν οὐ τοῦ 'παντὶ ἐξ ἀνάγκης'· μὴ δὲ γὰρ οἴου καὶ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι διὰ τὸ εἶναι τὴν μείζονα πρότασιν ἀναγκαίαν:–
οδ΄
Anal. Pr. I 16, 36a 7–8

〈Εἰ δὲ – ἀναγκαία〉

|f. 187r Ἐὰν δὲ ἡ μείζων ἐστὶ στερητικὴ ἀναγκαία, συνάγεται συμπέρασμα ἐνδεχόμενον ἰσοδυναμοῦν τῷ ὑπάρχοντι· τὸ γὰρ ἁπλῶς ἐνδεχόμενον κατηγορεῖται καὶ τοῦ ὑπάρχοντος, ἤγουν τὸ 'οὐδενὶ ἐνδεχομένως' συνάγεται, ὅπερ ταὐτόν ἐστι τῷ οὐδενὶ ἐξ ἀνάγκης· τὸ δὲ λέγειν οὐδενὶ ἐξ ἀνάγκης καὶ οὐδενὶ ὑπαρχόντως ταὐτόν ἐστι. τοῦ δὲ ἐξ ἀνάγκης μὴ ὑπάρχειν, τουτέστι τοῦ 'ἐξ ἀνάγκης οὐδενί', συμπέρασμα οὐκ ἔσται· τὸ γὰρ μὴ ἐξ ἀνάγκης ὑπάρχειν, ἤγουν τὸ 'μηδενὶ ἐξ ἀνάγκης', ἕτερόν ἐστι τοῦ ἐξ ἀνάγκης μὴ ὑπάρχειν, ἤγουν τοῦ 'ἐξ ἀνάγκης οὐδενί'· τὸ μὲν γὰρ 'ἐξ ἀνάγκης οὐδενὶ' σημαίνει τὸ μηδαμῶς μηδαμοῦ ὂν, συμπεράσματα δὲ τοιαῦτα ἀνύπαρκτα οὐ συνάγονται, ὡς 'τὸ πτερωτὸν ἐξ ἀνάγκης οὐδενὶ ὑπάρχει ἀνθρώπῳ'· τὸ δὲ 'οὐδὲν ἐξ ἀνάγκης' σημαίνει ὅτι ὑπάρχει μέν, ἀλλ' οὐκ ἐξ ἀνάγκης:–
οε΄
Anal. Pr. I 16, 36a 22

"Καὶ εἰς τὸ ἀδύνατον οὐκ ἔστιν ἀγαγεῖν"

Ἤγουν οὐκ ἔστι δεῖξαι τοῦτο διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ἀλλὰ ἀπὸ τοῦ κατὰ μηδενὸς δεικνύεται· συμπεράσματος γὰρ συναχθέντος, ὅτι τὸ Α οὐδενὶ τῷ Γ ὑπάρχει ἐνδεχομένως, εἴ τις ὑποθέσει τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν ὑπαρχόντως, ἔστι δὲ καὶ τὸ Γ τινὶ τῷ Β ἐξ ἀνάγκης (ἡ γὰρ 'πᾶς' πρὸς τὴν 'τὶς' ἀντιστρέφει), συνάγεται συμπέρασμα ὅτι τὸ Α οὐ παντὶ τῷ Β ὑπαρχόντως, κεῖται δὲ καὶ τὸ Α μηδενὶ τῷ Β ἐνδεχομένως ὑπάρχειν, καὶ ἔσται τὸ Α καὶ οὐ παντὶ τῷ Β ὑπαρχόντως καὶ οὐδενὶ τῷ Β ἐνδεχομένως, ὅπερ ἄτοπον οὐκ ἔστι διὰ τὸ τὴν 'οὐ πᾶς' μέρος εἶναι τῆς 'οὐδείς'· ἐγχωρεῖ γάρ, ὃ οὐδενὶ ὑπάρχει, ὑπάρχειν καὶ οὐ παντί:–
οστ΄
Anal. Pr. I 16, 36a 25

"Ἐὰν δὲ πρὸς τὸ ἐλάττονι ἄκρῳ τεθῇ τὸ στερητικόν"

|f. 187v Ἤγουν εἰ μὲν ἡ μείζων πρότασις ἀναγκαία ἐστί, εἴτε καταφατικὴ εἴτε ἀποφατικί, ἡ δὲ ἐλάττων ἀποφατικὴ ἐνδεχομένη, γίνεται συλλογισμὸς διὰ τὸ ἀντιστρέφειν τὸ 'οὐδενὶ ἐνδέχεσθαι' εἰς τὸ 'παντί':–
οζ΄
Anal. Pr. I 16, 36a 27–28

"Ὅταν δὲ μὴ ἐνδέχεσθαι"

Ἤγουν ὅταν δὲ ἡ ἐλάττων πρότασίς ἐστι στερητικὴ ἀναγκαία τῆς μείζονος οὔσης ἐνδεχομένης, εἴτε καταφατικῆς εἴτε ἀποφατικῆς, οὐκ ἔσται συλλογισμὸς διὰ τὸ μὴ ἀντιστρέφειν τὸ 'οὐδενὶ ἀνάγκη' εἰς τὸ 'παντί':–
οη΄
Anal. Pr. I 16, 36a 32 – b 2

〈Τὸν αὐτὸν – πρότερον〉

Μερικοὶ συλλογισμοὶ λέγονται οὐ διὰ τὸ ἐκ δύο μερικῶν προτάσεων γίνεσθαι, ἀλλὰ διὰ τὸ μερικὸν συμπέρασμα συνάγεσθαι (ἢ τὸ 'τινὶ' ἢ τὸ 'οὐ παντί') ἐκ μιᾶς προτάσεως καθόλου, τῆς δὲ ἑτέρας δὲ μερικῆς. καὶ ἐπὶ τῶν μερικῶν οὖν συλλογισμῶν ὁ αὐτὸς τρόπος ἐστί, ὃς ἦν καὶ ἐπὶ τῶν καθόλου· εἰ μὲν γὰρ ἡ μείζων πρότασίς ἐστι ἐνδεχομένη, ἔσται καὶ συμπέρασμα τὸ κυρίως ἐνδεχόμενον· ἂν δὲ ἀναγκαία ἡ μείζων ἦ, ἔσται καὶ τὸ συμπέρασμα ἐνδεχόμενον, τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι· ὅταν μὲν γὰρ ἡ στερητικὴ πρότασίς ἐστι ἀναγκαία καὶ καθόλου ἡ μείζων, ἡ δὲ ἐλάττων μερικὴ καὶ ἐνδεχομένη, ἔσται συμπέρασμα τοῦ μὴ ὑπάρχειν, ἤγουν τὸ 'οὐ παντὶ ἐνδεχομένως', ἐνδεχόμενον δὲ τὸ ἰσοδυναμοῦν τῶ ὑπάρχοντι· εἰ γὰρ ἐνδέχεται καὶ ἐγχωρεῖ τὸ A οὐδενὶ ὑπάρχειν τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β τινὶ τῷ Γ ἐνδεχομένως, ἀνάγκη καὶ τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχειν, ἤγουν ἀνάγκη τὸ Α οὐ παντὶ τῷ Γ ὑπάρχειν ἐνδεχομένως· εἴ δὲ ψεύδεται τὸ 'οὐ παντὶ ἐνδεχομένως', ἀληθευέτω κατὰ σὲ τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης ὑπάρχειν· εἰ δὲ τὸ Α μηδενὶ τῷ Β ἐνδέχεται ὑπάρχειν ἐξ ἀνάγκης, τὸ Β ἀνάγκη οὐδενὶ τῷ Α ὑπάρχειν ἐξ ἀνάγκης καὶ ποιεῖ τὴν εἰς ἀδύνατον ἀπαγωγὴν διὰ τοῦ δευτέρου τρόπου τοῦ τρίτου σχήματος, δύναται δὲ γενέσθαι καὶ διὰ τοῦ πρώτου τρόπου τοῦ δευτέρου σχήματος. ὅταν καὶ τὸ ἐν μέρει, ἤγουν ἡ μερικὴ πρότασις ἡ ἐλάττων, καταφατικὴ ἀναγκαία ἦ τῆς μείζονος οὔσης |f. 188r ἐνδεχομένως καθόλου καταφατικῆς,
οθ΄

ἢ τὸ καθόλου τὸ ἐν τῷ κατηγορικῷ, ἢ ἡ καθόλου πρότασις ἡ μείζων ἐστὶν ἀναγκαία καταφατικὴ τῆς ΒΓ οὔσης καταφατικῆς στερητικῆς ἐνδεχομένως, οὐκ ἔσται συλλογισμὸς τοῦ ὑπάρχειν, ἤγουν οὐ συναχθήσεται συμπέρασμα ἐνδεχόμενον ἰσοδυναμοῦν τῶ ὑπάρχοντι. ἀλλὰ τοῦτο μέν ἐστιν ἀληθές, ὅταν ἡ ΑΒ ἐστὶ στερητικὴ καθόλου ἐνδεχομένη, ἡ δὲ ΒΓ μερικὴ ἀναγκαία, καὶ συνάγεται συμπέρασμα τὸ κυρίως ἐνδεχόμενον. ἂν δὲ ἡ ΑΒ ἐστὶ καθόλου καταφατικὴ ἀναγκαία, ἡ δὲ ΒΓ μερικὴ καταφατικὴ ἐνδεχομένη, συνάγεται συμπέρασμα ἐνδεχόμενον τὸ ἰσοδυναμοῦν τῷ ὑπάρχοντι, ἀπόδειξις δὲ ἡ αὐτή, ἥπερ πρότερον, ἤγουν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύονται· εἰ δὲ ἡ ΑΒ ἐστὶν 'οὐδενὶ ἐνδεχομένως' δείκνυται ἀπὸ τοῦ κατ' οὐδενός:–
π΄
Anal. Pr. I 16, 36b 15–17

〈Καὶ γὰρ – ὑπάρχειν〉

Καὶ γὰρ τὸ ζῷον τινὶ λευκῷ ὑπάρχει ἐξ ἀνάγκης, ἤγουν τῶ κύκνῳ· τοῦτο γὰρ δηλοῖ τὸ 'ἀναγκαῖον ὑπάρχειν'. τὸ δὲ 'οὐκ ἐνδέχεται ὑπάρχειν' δηλοῖ τὸ 'οὐ παντὶ ἐξ ἀνάγκης'· τὸ γὰρ ζῷον οὐ παντὶ ἐξ ἀνάγκης· τὸ γὰρ ζῷον οὐ παντὶ λευκῷ ἐξ ἀνάγκης ὑπάρχειν· ἐξ ἀνάγκης γὰρ οὐχ ὑπάρχει τὸ ζῷον τῇ χιόνι ἢ τῷ ψιμυθίῳ, τὸ δὲ λευκὸ ὑπάρχει ἀψύχῳ τινὶ ἐνδεχομένῳ:–
πα΄
Anal. Pr. I 16, 36b 17

"Καὶ ἐπὶ τοῦ ἐνδέχεσθαι ὁμοίως"

Ἤγουν κἂν ἡ μείζων πρότασίς ἐστὶν ἐνδεχομένη μερική, ἡ δὲ ἐλάττων μερικὴ ἀναγκαία, οἱ αὐτοὶ ἐφαρμόζουσιν ὅροι, οἷον τὸ ζῷον τινὶ λευκῷ ἐνδεχομένως, τὸ λευκὸν τινὶ ἀψύχῳ ἐξ ἀνάγκης, οἷον τῇ χιόνι, καὶ συνάξεις ὅτι τὸ ζῷον οὐδεμιᾷ χιόνι ἐξ ἀνάγκης. τὸ δὲ 'παντὶ ἀνάγκη' συνάξεις οὕτως· τὸ ζῷον τινὶ λευκῷ ἐνδεχομένως, τὸ λευκὸν τινὶ ἀνθρώπῳ ἐξ ἀνἀγκης, ἤγουν τῷ Σκύθῃ, καὶ τὸ ζῷον ἄρα παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης:–
πβ΄
Anal. Pr. I 16, 36b 19–21

〈Φανερὸν – συλλογισμός〉

Φανερὸν οὖν ἐστιν, ἐξ ὧν εἴπομεν, ὅτι ὁμοίως ἐχόντων τῶν ὅρων, ἤγουν ὁμοίως ἐχουσῶν τῶν προτάσεων ἔν τε τῷ ὑπάρχειν, ἤγουν ἐν τῇ μίξει τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, καὶ ἐν τοῖς ἀναγκαίοις, ἤγουν τῇ μίξει τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, γίνονται συλλογισμοὶ καὶ οὐ γίνονται:–
πγ΄
Anal. Pr. I 16, 36b 21–24

〈Πλὴν – μὴ ὑπάρχειν〉

Πλὴν κατὰ τοῦτο δια|f. 188vφέρουσιν οἱ συλλογισμοὶ οἱ ἐκ τῆς μίξεως τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, καὶ τοῦ ἀναγκαίου καὶ τοῦ ἐνδεχομένου, ὅτι εἰ μὲν ἡ στερητικὴ πρότασις ἡ ΑΒ ἦν ὑπάρχουσα, ἡ δὲ ΒΓ ἐνδεχομένη, ὁ διὰ τοῦ τρίτου σχήματος συλλογισμὸς ἐπὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς γινόμενος συνῆγε τὸ ἐνδεχόμενον, ἤγουν τὸ ὑπάρχον· συνεπεραίνετο γὰρ ὅτι τὸ Α τινὶ τῷ Β ὑπαρχόντως, ἔκειτο δὲ ἐξ ἀρχῆς πρότασις 'τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως'· ἂν δὲ ἡ ΑΒ ἐστὶ στερητικὴ ἀναγκαία, ἡ δὲ ΒΓ ἐνδεχομένη, καὶ τοῦ ἐνδέχεσθαι ἦν τὸ συμπέρασμα καὶ τοῦ μὴ ὑπάρχειν, μὴ ὑπάρχειν δὲ νόει τὸ ἀναγκαῖον· τὸ γὰρ ἀναγκαῖον οὐκ ἔστιν ὑπάρχον· ὁ γὰρ διὰ τοῦ πρώτου σχήματος γινόμενος συλλογισμὸς ἐπὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς συνῆγε τὸ 'οὐδενὶ ἐξ ἀνάγκης', ἔκειτο δὲ καὶ τὸ Β παντὶ τῷ Γ ἐνδεχομένως· ὥστε τὸ μὲν ἐνδέχεσθαι εἶπε διὰ τὴν κειμένην πρότασιν, τὸ δὲ μὴ ὑπάρχειν, ὅπερ ταὐτόν ἐστιν τῷ 'οὐδενὶ ἐξ ἀνάγκης', εἶπε διὰ τὸ συμπέρασμα τὸ συναγόμενον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς:–