Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 5 im Vat. gr. 244 (ff. 156v–160r). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 5.

ξστ΄
Anal. Pr. I 5, 26b 34–40

〈Ὅταν δὲ τὸ αὐτὸ – πρῶτον δὲ τῇ θέσει〉

|f. 156v Εἰ μὲν ὁ μέσος ὅρος περιέχεται ὑπὸ τοῦ μείζονος, περιέχει δὲ τὸν ἐλάττονα, ὅτε καὶ κυρίως μέσος λέγεται καὶ αἴτιος τῆς τῶν δύο ἄκρων συνδρομῆς τε καὶ συνελεύσεως, τουτέστι τοῦ συμπεράσματος, γίνεται τὸ πρῶτον σχῆμα. ὅταν δὲ τὸ αὐτό, ἤγουν τὸ μέσον, κατηγορῆται κατὰ παντὸς τοῦ ἑνὸς ἄκρου, κατὰ δὲ μηδενὸς τοῦ ἑτέρου, ἐνταῦθα ἐδήλωσε τοὺς συλλελογισμένους συλλογισμούς· συλλογισμὸς γὰρ γίνεται ἐν τῷ δευτέρῳ σχήματι, ὅταν αἱ δύο προτάσεις ληφθῶσιν ἀνομοιοσχήμονες, τουτέστιν ἡ μία ἐστὶ 'παντί' ἡ δὲ ἑτέρα 'μηδενί'· εἴτε ἐν τῇ ἐλάττονι προτάσει κεῖται τὸ 'μηδενὶ' εἴτε ἐν τῇ μείζονι· ἢ ὅταν τὸ μέσον κατηγορῆται ἑκατέρου τῶν ἄκρων, ἤγουν κατὰ τῶν δύο ἄκρων κατὰ παντὸς ἢ κατὰ μηδενός, ἐνταῦθα ἐδήλωσε τοὺς ἀσυλλογίστους συλλογισμούς· ἐὰν γὰρ αἱ δύο προτάσεις ληφθῶσιν ὁμοιοσχήμονες ἤγουν 'πᾶς πᾶς' ἢ 'οὐδεὶς οὐδείς', συλλογισμὸς οὐ γίνεται. μέσον δὲ λέγει τὸν κατηγορούμενον κατ’ ἀμφότερων τῶν ἄκρων, ἄκρα δὲ λέγει τὰ ὑποκείμενα, τὸ Ν καὶ τὸ Ξ, καθ’ ὧν κατηγορεῖται τοῦτο τὸ μέσον· μεῖζον δὲ ἄκρον τὸ πρὸς τῷ μέσῳ κείμενον, ἤγουν τὸ ἐγγίζον τῷ μέσῳ, τουτέστι τὸ ἔχον τὸ ἴδιον τοῦ μέσου (ἴδιον δέ ἐστι τοῦ μέσου ἐν δευτέρῳ σχήματι τὸ κατηγορεῖσθαι δίς· ἐπεὶ δὲ καὶ τὸ Ν εὑρίσκεται ἐπὶ τοῦ συμπεράσματος κατηγορούμενον κατὰ τοῦ Ξ, ἐγγίζειν λέγεται τῷ μέσῳ)· ἔλαττον δὲ ἄκρον τὸ πορρωτέρω τοῦ μέσου κείμενον, ἤγουν τὸ μὴ ἔχον τὸ ἴδιον τοῦ μέσου, ἀλλὰ μόνον ὑποκείμενον. τίθεται δὲ τὸ μέσον ἔξω μὲν τῶν ἄκρων, ἤγουν ὑπεράνω καὶ ὑπερκείμενον τῶν ἄκρων, πρῶτον δὲ κατὰ τὴν θέσιν καὶ κατὰ τὴν καταγραφήν:–
ξζ΄
Anal. Pr. I 5, 27a 1–3

〈Τέλειος – ὄντων〉

Τέλειος ἐν τούτῳ τῷ σχήματι συλλογισμὸς οὐκ ἔστι, δύναται δὲ τελειωθῆναι διὰ τῆς ἀντιστροφῆς καὶ καθόλου τῶν ὅρων ὄντων, ἤγουν κἂν καθόλου καὶ αἱ δύο προτάσεις ληφθῶσιν (ὅτε καὶ καθόλου συνάγεται τὸ συμπέρασμα), κἂν μὴ καθόλου καὶ αἱ δύο προτάσεις ληφθῶσιν, ἀλλ’ ἡ μία καθόλου ἡ δὲ ἑτέρα μερική (ὅτε καὶ μερικὸν συνάγεται τὸ συμπέρασμα ὡς ἐπὶ τῶν μερικῶν συλλογισμῶν):–
ξη΄
Anal. Pr. I 5, 27a 3–8

〈Καθόλου – οὐδενὶ τῷ Ξ〉

|f. 157r Κἂν καὶ πρὸς ὁποτερῳοῦν τεθῇ τὸ στερητικόν, ἤγουν εἴτε ἡ μείζων πρότασίς ἐστιν 'οὐδενί', ἡ δὲ ἐλάττων 'παντί', εἴτε τοὐναντίον ἡ μείζων πρότασίς ἐστι 'παντί', ἡ δὲ ἐλάττων 'οὐδενί'. καὶ πρῶτον μὲν ἐκτίθεται τὸν ἀπὸ τῆς 'οὐδεὶς' καὶ 'πᾶς' συλλογισμόν, ὃν καὶ καλεῖ πρῶτον τρόπον διὰ τὸ διὰ μιᾶς ἀντιστροφῆς τελειοῦσθαι· καὶ φησίν, εἰ τὸ Μ, ἤγουν τὸ ζῷον, κατηγορεῖται κατ' οὐδενὸς τοῦ Ν, ἤγουν τοῦ λίθου, κατὰ παντὸς δὲ τοῦ Ξ, ἤγουν τοῦ ἀνθρώπου, συναχθήσεται συμπέρασμα ὅτι ὁ λίθος οὐδενὶ ἀνθρώπῳ· εἰ δέ τις εἴπῃ καὶ πόθεν τὸ τοιοῦτον συνήχθη συμπέρασμα, χρῆσαι τῇ ἀντιστροφῇ οὕτως· εἰ τὸ ζῷον οὐδενὶ λίθῳ καὶ ὁ λίθος οὐδενὶ ζῴῳ (ἀντιστρέφει γὰρ ἡ 'οὐδεὶς' πρὸς ἑαυτήν), τὸ δὲ ζῷον παντὶ ἀνθρώπῳ, καὶ ὁ λίθος ἄρα οὐδενὶ ἀνθρώπῳ. πάλιν διὰ τῆς ἀντιστροφῆς ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος γέγονε, δειχθήσεται δὲ καλῶς συναχθῆναι τὸ συμπέρασμα καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· εἰ γὰρ ψεύδεται ὁ συνάγων ἀπὸ τῆς 'οὐδεὶς' καὶ 'πᾶς' συμπέρασμα ὅτι ὁ λίθος οὐδενὶ ἀνθρώπῳ. ἐπὶ δὲ τῶν ἀντιφατικῶς ἀντικειμένων ψευδομένης τῆς ἀποφατικῆς ἀληθεύει ἠ κατάφασις, ἀληθεύσει ἄρα κατὰ τὸν ἀνθιστάμενον ὅτι ὁ λίθος τινὶ ἀνθρώπῳ ἐστί, ἐλήφθη δὲ καὶ πρότασις ἀληθής, ὅτι τὸ ζῷον οὐδενὶ λίθῳ, καὶ γίνεται ὁ τέταρτος τρόπος τοῦ πρώτου σχήματος συνάγων ὅτι τὸ ζῷον οὐ παντὶ ἀνθρώπῳ, ἀλλ’ ὑπέκειτο τὸ ζῷον καὶ παντὶ ἀνθρώπῳ εἶναι· πόθεν οὖν συνήχθη τὸ ἀδύνατον τοῦτο, τὸ συνάγον τὸ ζῷον καὶ παντὶ ἀνθρώπῳ εἶναι καὶ οὐ παντί, ἢ πάντως ἀπὸ μιᾶς τῶν δύο προτάσεων· ἀλλ’ ἡ μὲν μία πρότασις, ἡ 'τὸ ζῷον οὐδενὶ λίθῳ', ἀληθής ἐστιν, ἐξ ἀληθοῦς δὲ ὑποθέσεως ἀδύνατόν τι οὐ συνάγεται· λείπεται ἄρα συναχθῆναι τὸ ἀδύνατον ἀπὸ τοῦ λόγου τοῦ ἀνθισταμένου τοῦ καὶ ὑποθεμένου τὸν λίθον τινὶ ἀνθρώπῳ εἶναι· καὶ ἐπεὶ ἀδύνατόν τι συνάγεται ἐκ τῆς τοιαύτης ὑποθέσεως, ψεύδεται ἄρα ὁ λέγων τὸν λίθον τινὶ ἀνθρώπῳ εἶναι, ἀληθεύει δὲ ὁ λέγων οὐδενὶ ἀνθρώπῳ εἶναι τὸν λίθον· ὥστε εἰς ἀδύνατον ἀπαγωγὴ γίνεται, ὅταν λάβῃς τὸ ἀντικείμενον τοῦ συναχθέντος συμπεράσματος καὶ μίαν τῶν κειμένων προτάσεων καὶ συνάξῃς τὸ ἀντικείμενον τῇ ἑτέρᾳ προτάσει:–
ξθ΄
Anal. Pr. I 5, 27a 8–9

"Τοῦτο γὰρ δέδεικται πρότερον"

Τοῦτο ποῖον, ὅτι ἀπὸ τῆς 'οὐδεὶς' καὶ 'πᾶς' ἐν πρώτῳ σχήματι συνάγεται τὸ 'οὐδενὶ' συμπέρασμα:–
ο΄
Anal. Pr. I 5, 27a 9–18

〈Πάλιν – ἀναγκαῖον〉

Πάλιν, εἰ τὸ Μ, ἤγουν τὸ ζῷον, κατὰ παντὸς τοῦ Ν, ἤγουν τοῦ ἀνθρώπου, κατηγορεῖται, κατ' οὐδενὸς δὲ τοῦ Ξ, ἤγουν τοῦ λίθου, συνάγεται συμπέρασμα, ὅτι ὁ ἄνθρωπος οὐδενὶ λίθῳ· οὗτος ὁ συλλογισμός ἐστι δεύτερος τρόπος τοῦ δευτέρου σχήματος διὰ τὸ τελειοῦσθαι ἐκ δύο ἀντιστροφῶν. μέλλων δὲ ἀντιστροφὴν ποιῆσαι τὴν μὲν 'πᾶς' ἀντιστρέψαι οὐ δύνασαι διὰ τὸ τὴν 'πᾶς' ἀντιστρέφειν πρὸς τὴν μερικὴν καταφατικήν· |f. 157v οὐδέποτε δὲ γίνεται συλλογισμὸς τῆς μείζονος οὔσης μερικῆς, τῆς δὲ ἐλάττονος καθόλου, ἀνάγκη ἄρα ἀντιστρέψαι τὴν ἐλάττονα καὶ εἰπεῖν, εἰ τὸ ζῷον οὐδενὶ λίθῳ, καὶ ὁ λίθος οὐδενὶ ζῴῳ, τὸ δὲ ζῷον παντὶ ἀνθρώπῳ, καὶ ὁ λίθος ἄρα οὐδενὶ ἀνθρώπῳ· ἀλλ’ ἐπεὶ οὐ προέκειτο δεῖξαι τὸν λίθον μηδενὶ ἀνθρώπῳ εἶναι, ἀντίστρεψον τὸ συμπέρασμα καὶ εἰπέ, εἰ ὁ λίθος οὐδενὶ ἀνθρώπῳ συνήχθη δι’ ἀντιστροφῆς, καὶ ὁ ἄνθρωπος ἄρα ἔσται οὐδενὶ λίθῳ· ἡ γὰρ 'οὐδεὶς' ἀντιστρέφει πρὸς ἑαυτήν· ὥστε ἔσται διὰ τῆς ἀντιστροφῆς ὁ αὐτὸς συλλογισμὸς γενόμενος, ἤγουν ὁ δεύτερος τρόπος τοῦ πρώτου σχήματος. δεικνύεται καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγωγῆς οὕτως· εἰ ψεύδεται ὁ συμπεράνας ὅτι ὁ ἄνθρωπος οὐδενὶ λίθῳ, ἀληθεύσει ὁ λέγων ὅτι ὁ ἄνθρωπος τινὶ λίθῳ (ἐπὶ παντὸς γὰρ ἡ κατάφασις ἢ ἡ ἀπόφασις τῶν ἀντικειμένων), ἔκειτο δὲ καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ· καὶ γίνεται ὁ τρίτος τρόπος τοῦ πρώτου σχήματος συνάγων συμπέρασμα ὅτι τὸ ζῷόν τινι λίθῳ ἐστίν, ἀλλ’ ἦν καὶ οὐδενὶ λίθῳ τὸ ζῷον· πόθεν οὖν τὸ ἀδύνατον τοῦτο συνήχθη, τὸ τὸ ζῷον καὶ τινὶ λίθῳ εἶναι καὶ οὐδενή, ἢ πάντως ἀπὸ μιᾶς τῶν δύο προτάσεων· ἀλλ’ ἡ μὲν μία ἐστὶ ἀληθής, ἡ τὸ ζῷον παντὶ ἀνθρώπῳ λέγουσα, λείπεται ἄρα τὴν σὴν ὑπόθεσιν εἶναι ψευδῶς, ὅτι ὁ ἄνθρωπος τινὶ λίθῳ· ἐκ ταύτης γὰρ συνήχθη καὶ τὸ ἀδύνατον· καὶ ἐπεὶ ἐκ τῆς σῆς ὑποθέσεως ἀδύνατόν τι συνήχθη, ἀληθεύει ἄρα τὸ 'οὐδενί'. ἔστι δὲ δεικνύναι αὐτά, ἤγουν τὸν πρῶτον καὶ τὸν δεύτερον τρόπον τοῦ δευτέρου σχήματος, καὶ εἰς τὸ ἀδύνατον ἀπάγοντας, ἤγουν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· εἰ γοῦν οὕτως ληφθῶσιν οἱ ὅροι, ὥστε τὸν μέσον παντὸς κατηγορεῖσθαι τοῦ ἑνὸς ἄκρου, τοῦ δὲ ἑτέρου ἄκρου κατὰ μηδενός, τουτέστιν εἰ ληφθῶσι δύο προτάσεις ἀνομοιοσχήμονες ἐν δευτέρῳ σχήματι, οὐ γίνεται συλλογισμὸς τέλειος· ἐπιτελεῖται δέ, ἤγουν τελειοῦται τὸ ἀναγκαῖον, τουτέστι τὸ συμπέρασμα, οὐ μόνον ἐκ τῶν ἐξ ἀρχῆς ληφθεισῶν προτάσεων, ἀλλὰ καὶ ἐξ ἄλλων, ἤγουν ἐκ τῆς ἀντιστροφῆς καὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἐκ τούτου τοῦ ῥητοῦ ἑρμηνεύσεις καὶ τὸ ἐξ ἀρχῆς τῶν τριῶν σχημάτων ῥηθέν, τὸ 'ἀτελῆ δὲ λέγω συλλογισμὸν τὸν προσδεόμενον ἑνὸς ἢ πλειόνων'· οὐ μόνον γὰρ νοεῖται ὡς ἡρμήνευται ἔμπροσθεν τὸ μὲν 'ἑνὸς' ἀντὶ μιᾶς ἀντιστροφῆς νοηθέν, τὸ δὲ 'πλειόνων' ἀντὶ δύο ἀντιστροφῶν, ἀλλὰ νοεῖται καὶ οὕτως· τὸν προσδεόμενον ἑνός, ἤγουν μιᾶς ἀντιστροφῆς, καὶ πλειόνων, ἤγουν δύο ἀντιστροφῶν, καὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τελείωσιν τοῦ συλλογισμοῦ:–
οα΄
Anal. Pr. I 5, 27a 19–25

〈Ὅροι – ἀναγκαῖον〉

|f. 157r a Εἰκότως τὴν οὐσίαν κατηγόρησε τοῦ ἀριθμοῦ ὁ Ἀριστοτέλης πυθαγορικῇ δόξῃ ἑπόμενος· εἰ γὰρ καὶ ὁ ἀριθμὸς οὐσία οὐκ ἔστιν, ἀλλὰ ποσὸν, ἀλλ’ οἵ γε πυθαγόρειοι οὐσίαν ἔλεγον εἶναι τοὺς ἀριθμούς. καὶ τὴν μὲν μονάδα εἰκόνα ἔλεγον ἔχειν τοῦ εἴδους οὐσίας ὄντος· ὡς γὰρ ἡ μονὰς ἀμερής ἐστι καὶ ἀδιαίρετος, οὕτως καὶ τὸ εἶδος αὐτὸ καθ' αὑτὸ ἀμερές ἐστι καὶ ἀδιαίρετον τῇ ἑαυτοῦ φύσει· εἰ δὲ καὶ διαιρετὸν δοκεῖ καὶ μεμερισμένον, ἀλλὰ διὰ τὴν ὕλην ἔχει τὸ διαιρετὸν καὶ τὸ μεριστόν· τῆς γὰρ ὕλης ἐστὶ τὸ διαιρεῖσθαι καὶ τὸ μερίζεσθαι, οὐχὶ τοῦ εἴδους· εἶδος δέ εστιν ὁ ὁρισμὸς ἑκάστου· τοῦ μὲν πυρὸς ὁρισμός ἐστι οὐσία θερμὴ καὶ ξηρά, τοῦ ὕδατος οὐσία ὑγρὰ καὶ ψυχρά, τοῦ ἀέρος οὐσία θερμὴ καὶ ὑγρά, τῆς γῆς οὐσία ξηρὰ καὶ ψυχρά, τοῦ ἀνθρώπου τὸ ζῷον λογικὸν θνητὸν καὶ τὰ λοιπά. τὴν δὲ δυάδα εἰκόνα ἔλεγον ἔχειν τῆς ὕλης· ὡς γὰρ ἡ δυὰς πρώτη τῷ ἀριθμῷ διαιρεῖται εἰς δύο μονάδας καὶ μερίζεται, ἀλλὰ καὶ πᾶσα διαίρεσις κατὰ διχοτομίαν γενομένη ἐπ’ ἄπειρον προβαίνει, οὕτω καὶ ἡ ὕλη οὐσία οὖσα τὸ διαιρετὸν ἔχει καὶ μεριστὸν καὶ ἐπ’ ἄπειρα τέμνεται. τὴν δὲ τριάδα ἔλεγον εἰκόνα ἔχειν τοῦ σώματος οὐσίας ὄντος· διαιρεῖται γὰρ καὶ τοῦτο εἰς τρία, πλάτος, μῆκος καὶ βάθος. φανερὸν οὖν ὅτι ἐν τῷ δευτέρῳ σχήματι, ἐὰν μέλλῃ γενέσθαι συλλογισμὸς καθόλου ὄντων τῶν ὅρων, ἤγουν τοῦ μέσου καθόλου κατηγορουμένου κατὰ τῶν δύο ἄκρων, ἀνάγκη καὶ τοὺς ὅρους ἔχειν ὡς εἴπομεν, ὡς τὸν μέσον τοῦ μὲν ἑνὸς ἄκρου κατὰ παντὸς κατηγορεῖσθαι, τοῦ δὲ ἑτέρου κατὰ μηδενός· ἄλλως δὲ ἐχόντων τῶν ὅρων, ἤγουν ἐὰν ὁ μέσος κατὰ τῶν δύο ἄκρων κατηγορεῖται κατὰ παντὸς ἢ κατὰ μηδενός, οὐ γίνεται τὸ ἀναγκαῖον, ἤγουν συμπέρασμα οὐ συνάγεται, οὐδὲ συλλογισμὸς γίνεται:–
οβ΄
Anal. Pr. I 5, 27a 26–32

〈Ἐὰν δε πρὸς τὸν ἕτερον – κατὰ μέρος〉

Ὅταν δὲ ὁ μέσος, ἤγουν τὸ Μ, κατηγορῆται καθόλου κατὰ τοῦ μείζονος ἄκρου, τοῦ Ν, ἢ κατὰ παντὸς ἢ κατὰ μηδενός, ὁ δὲ μέσος οὕτος κατηγορῆται κατὰ τοῦ ἐλάττονος ἄκρου, τοῦ Ξ, μερικῶς καὶ ἀντικειμένως τῇ καθόλου προτάσει· ἤγουν εἰ μὲν ἡ καθόλου πρότασίς ἐστι στερητική, ληπτέον τὴν ἐλάττονα πρότασιν μερικὴν καταφατικήν, εἰ δὲ κατηγορική ἐστιν ἡ καθόλου πρότασις, ληπτέον τὴν ἐλάττονα πρότασιν μερικὴν στερητικὴν· οὕτως γὰρ ληφθεισῶν τῶν προτάσεων ἀνάγκη γίνεσθαι συλλογισμὸν συνάγοντα συμπέρασμα τὸ κατὰ μέρος στερητικόν, ἤγουν τὸ 'οὐ παντί'.
ογ΄
Anal. Pr. I 5, 27a 36 – b 3

〈Πάλιν – ἀπόδειξις δ' ἡ αὐτή〉

|f. 157v a Εἰ δὲ τὸ Μ, τὸ λογικόν, παντὶ ὑπάρχει τῷ Ν, ἤγουν τῷ ἀνθρώπῳ, οὐ παντὶ δὲ ὑπάρχει τῷ Ξ, ἤγουν τῷ ἐμψύχῳ, συναχθήσεται συμπέρασμα ὅτι τὸ Ν, ὁ ἄνθρωπος, οὐ παντὶ ὑπάρχει τῷ Ξ, ἤγουν τῷ ἐμψύχω· εἰ γὰρ ψεύδεται τὸ 'οὐ παντί', ἀληθεύσει τὸ 'παντί', ἔκειτο δὲ καὶ τὸ Μ κατὰ παντὸς τοῦ Ν, καὶ συμπερανθήσεται ὅτι τὸ Μ παντὶ ὑπάρχει τῷ Ξ, ὑπέκειτο δὲ τὸ Μ οὐ παντὶ ὑπάρχον τῷ Ξ· καὶ ἐπεὶ ἀδύνατόν τι συνάγεται ἀπὸ τοῦ λέγειν σε τὸν ἄνθρωπον παντὶ ἐμψύχῳ, ἀληθὲς ἄρα τὸ 'οὐ παντί'· καὶ διὰ μὲν τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὕτω δείκνυται, διὰ τῆς ἀντιστροφῆς δὲ οὐ δυνατὸν δειχθῆναι· εἰ γὰρ ἀντιστραφήσεται ἡ 'πᾶς' εἰς τὴν 'τίς', γίνονται καὶ αἱ δύο προτάσεις μερικαί, ἤγουν ἡ 'τὶς' καὶ 'οὐ πᾶς', ἀπὸ δὲ δύο μερικῶν συλλογισμὸς οὐ γίνεται· ἀλλ’ οὐδὲ τὴν 'οὐ πᾶς' δυνατὸν ἀντιστραφῆναι· ἔμαθες γὰρ αὐτὴν μὴ ὡρισμένως ἀντιστρέφειν, ἀλλ’ ἐπὶ μὲν τῆς ἀδυνάτου ὕλης εἰς τὴν 'οὐδεὶς' ἀντιστρέφει, ἐπὶ δὲ τῆς ἀναγκαίας εἰς τὴν 'πᾶς', ἐπὶ δὲ τῆς ἐνδεχομένης καὶ πρὸς τὴν 'τὶς' καὶ πρὸς ἑαυτήν. τὸ δὲ 'εἰ τὸ Μ τῷ μὲν Ν παντὶ ὑπάρχει, τῷ δὲ Ξ μὴ παντί' δοκεῖ μὲν περισσῶς κεῖσθαι διὰ τὸ ἄνωθεν εἰρῆσθαι. εἰ δέ τις πρὸς ἀκρίβειαν ἀπίδῃ, οὐ περιττὸν εὕρῃ τοῦτο κείμενον ἐν τοῖς ἀντιγράφοις, διότι τὸ 'οὐ παντὶ' καὶ τὸ 'οὐ τινί', εἰ καὶ ταὐτὸν σημαίνουσιν, ἀλλὰ τῇ προφορᾷ ἕτερά εἰσι· καὶ διὰ τοῦτο θεὶς ἄνωθεν τὸν συλλογισμὸν ἐκ τοῦ 'παντὶ' καὶ τοῦ 'οὐ τινὶ' παρακατιὼν τίθησι καὶ συλλογισμὸν ἐκ τοῦ 'παντὶ' καὶ τοῦ 'οὐ παντί'· ἀπόδειξις δὲ αὐτῶν ἡ αὐτή, ἤγουν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ληπτέον δὲ ὅρους εἰς τὸ Μ τὸ λογικὸν, εἰς τὸ Ν τὸ ἄνθρωπον καὶ εἰς τὸ Ξ τὸ ἔμψυχον:–
οε΄
Anal. Pr. I 5, 27b 4–5

〈Ἐὰν δὲ τοῦ μὲν Ξ – συλλογισμός〉

|f. 158r Εἰ δὲ τὸ Μ κατὰ παντὸς τοῦ Ν κατηγορεῖται, τινὶ δὲ ὑπάρχει τῷ Ξ, συλλογισμὸς οὐδ’ οὕτως ἔσται· συνάγεται γὰρ καὶ τὸ 'παντὶ' καὶ τὸ 'μηδενί· καὶ τὸ μὲν 'μηδενὶ' συνάξεις λαβὼν ὅρους λευκόν, κύκνον καὶ λίθον, οὐκ ἔστι δὲ εὑρεῖν ὅρους, δι’ ὧν συνάξεις τὸ 'παντὶ' διὰ τὴν αὐτὴν αἰτίαν, ἣν καὶ πρότερον εἴπομεν· ὡς γὰρ ἡ 'οὐ πᾶς' ἰσοδυναμεῖ καὶ τῇ 'τὶς καὶ τῇ 'οὐδείς', οὕτως καὶ ἡ 'τὶς' ἰσοδυναμεῖ ἐπὶ τῆς ἐνδεχομένης ὕλης τῇ 'οὐ πᾶς'· τὸ γὰρ λέγειν τὸ λευκὸν τινὶ ἀνάγκη, ταὐτόν ἐστι τῷ λέγειν οὐ παντὶ ἀνθρώπῳ· ἐπὶ δὲ τῆς ἀναγκαίας ὕλης ἀληθεύει διὰ τὴν 'πᾶς' καὶ ἰσοδυναμεῖ ταύτῃ· ὁ γὰρ λέγων τὸ ἀναπνεῖν ὑπάρχειν τινὶ ἀνθρώπῳ, ἀληθεύει διὰ τὸ ἐξ ἀνάγκης πάντας τοὺς ἀνθρώπους ἀναπνεῖν· εἰ γὰρ πάντες ἀναπνέουσιν, ἀνάγκη καὶ τινά. εἰ δέ τις λέγει ὅτι δυνατόν ἐστι ἀπὸ τῆς 'πᾶς' καὶ 'τὶς' συμπερᾶναι ὅτι τὸ Ν παντὶ τῷ Ξ, ἔστω· καὶ εἰπὲ τὸ Μ παντὶ τῷ Ν, τὸ Ν παντὶ τῷ Ξ κατὰ σέ, καὶ τῷ Μ ἄρα παντὶ τῷ Ξ, ἀλλ' ὑπέκειτο τὸ Μ καὶ οὐ παντὶ τῷ Ξ· ἡ γὰρ 'τὶς' ἰσοδυναμεῖ τῇ 'οὐ πᾶς' ὡς εἴπομεν· οὐκ ἄρα δυνατὸν τὸ παντὶ συναχθῆναι συμπέρασμα, εἴ γε ἀδύνατόν τι ἐξ αὐτοῦ ἕπεται, ἀλλ’ ἐκ τοῦ ἀδιορίστου δειχθήσεται ἀσυλλόγιστον· ἐπεὶ γὰρ ἡ 'τὶς' ἀδιόριστός ἐστι καὶ ποτὲ μὲν ἰσοδυναμεῖ τῇ 'οὐ πᾶς', ποτὲ δὲ τῇ 'πᾶς' ἐπὶ τῆς ἀναγκαίας ὕλης, ἐὰν λάβῃς ὅρους, ἐν οἷς ἡ 'τὶς' ἀντὶ τῆς 'πᾶς' ἔσται, συλλογισμὸς οὐκ ἔσται· δέδεικται γὰρ ὄπισθεν, μὴ γίνεσθαι συλλογισμὸν ἀπὸ τῆς 'πᾶς' καὶ 'πᾶς'. λάβε τὸ Μ οὐσίαν, τὸ Ν ζῷον, τὸ Ξ ἄνθρωπον· ἤγουν λέγων τὴν οὐσίαν τινὶ ἀνθρώπῳ ὑπάρχειν, παντὶ ἀνθρώπῳ λέγει εἶναι τὴν οὐσίαν:–
οδ΄
Anal. Pr. I 5, 27b 5

〈Οὐδ' ὅταν – τινός〉

Εἰ δὲ τὸ Μ ἐστὶν οὐδενὶ τῷ Ν, οὐ παντὶ δὲ τῷ Ξ, συλλογισμὸς οὐκ ἔσται· συνάγεται γὰρ καὶ τὸ 'παντὶ' καὶ τὸ 'μηδενὶ'· καὶ λαβὼν ὅρους ζῷον, χιών, μέλαν συνάξεις τὸ 'μηδενί', οὐχ’ εὑρήσεις δὲ ὅρους, δι’ ὧν συνάξεις τὸ 'παντί', διότι ὁ λέγων τὸ Μ οὐ παντὶ ὑπάρχειν τῷ Ξ συνάγει ὅτι τὸ Μ ὑπάρχει καὶ τινὶ τῷ Ξ· ἡ γὰρ 'οὐ πᾶς' ἰσοδυναμεῖ τῇ 'τὶς' ἐπὶ τῆς ἐνδεχομένης ὕλης. εἰ δὲ λέγει τις δυνατὸν εἶναι ἀπὸ τῆς 'οὐδεὶς' καὶ 'οὐ πᾶς' συναχθῆναι συμπέρασμα ὅτι τὸ Ν παντὶ τῷ Ξ, ἔστω· καὶ ἐπεὶ τὸ Μ οὐδενὶ τῷ Ν, ἐστὶ τὸ δὲ Ν παντὶ τῷ Ξ, κατὰ σὲ ἔσται καὶ τὸ Μ οὐδενὶ τῷ Ξ, ἀλλ’ ὑπέκειτο τὸ Μ τινὶ τῷ Ξ· ἰσοδυναμεῖ γὰρ ἡ 'οὐ πᾶς' τῇ 'τὶς' ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἀλλ’ ἐπεὶ ἀδιόριστός ἐστιν ἡ 'οὐ πᾶς' καὶ ἐπὶ τῆς ἀδυνάτου ὕλης, ἀληθεύει διὰ τὴν 'οὐδείς'· ἰσοδυναμεῖ γὰρ ταύτῃ· ὁ γὰρ λέγων τὸ πτερωτὸν οὐ παντὶ ἀνθρώπῳ, οὐκ ἄλλό τι λέγει, ἀλλ’ ὅτι οὐδενί· καὶ ἐπεί, ὡς εἴπομεν, ἀληθεύει τὸ λέγειν τὸ Μ οὐ παντὶ ὑπάρχειν τῷ Ξ, καὶ εἰ μηδενὶ ὑπάρχει, ἤγουν καὶ αὐτὸ 'τίς', 'οὐδεὶς' λαμβανόμενον, ἐὰν λάβῃς ὅρους ἀπὸ τῆς ἀδυνάτου ὕλης, ἐν οἷς ἡ 'οὐ πᾶς' ἰσοδυναμεῖ τῇ 'οὐδείς', ἔχεις δὲ καὶ τὴν μείζονα πρότασιν 'οὐδεὶς' ἀπὸ τῆς 'οὐδεὶς' καὶ 'οὐδείς', συλλογισμὸς ὄπισθεν οὐκ ἐγένετο καὶ λοιπὸν οὐδὲ νῦν γενήσεται. ληπτέον ὅρους, δι’ ὧν συνάξεις καὶ τὸ παντὶ ζῷον, ἄψυχον, λίθος· τὸ γὰρ λέγειν τὸ ζῷον οὐ παντὶ λίθῳ ταὐτόν ἐστι τῷ οὐδενί:–
οστ΄
Anal. Pr. I 5, 27b 36–38

〈Ἀλλ' οὐδ' εἰ τινὶ – ἀδιορίστως〉

|f. 159v Ἀλλ’ οὐδὲ εἰ τὸ Μ ὑπάρχει τινὶ τῷ Ν καὶ τινὶ τῷ Ξ, ἔσται συλλογισμός· ἢ μὴ ὑπάρχει, ἤγουν μὴ τινί (οἷον τὸ Μ οὐ τινὶ τῷ Ν, τὸ Μ οὐ τινὶ τῷ Ξ)· ἢ τὸ μὲν Μ ὑπάρχει τινὶ τῷ Ν, τῷ δὲ Ξ μή, ἤγουν οὐ παντὶ ἢ τοὐναντίον· ἢ μηδετέρῳ παντί, ὅταν τὸ Μ οὐ παντὶ ὑπάρχῃ τῷ Ν καὶ οὐ παντὶ τῷ Ξ· ἢ ἀδιορίστως, ὡς εἴ τις εἴπῃ 'τὸ Μ ὑπάρχει τῷ Ν καὶ ὑπάρχει τῷ Ξ' ἢ 'τὸ Μ οὐχ’ ὑπάρχει τῷ Ν καὶ οὐχ’ ὑπάρχει τῷ Ξ':–
οζ΄
Anal. Pr. I 5, 28a 6

"|f. 160r Ἃ ἢ ἐνυπάρχει τοῖς ὅροις ἐξ ἀνάγκης"

ὡς ἐπὶ τῆς ἀντιστροφῆς· οἱ γὰρ ὅροι οἱ ληφθέντες ἐν ταῖς κειμέναις προτάσεσιν, ἐκεῖνοι λαμβάνονται καὶ ἐπὶ τῆς ἀντιστροφῆς μόνοι τῆς προτάσεως ἐναλλαττομένως· ὁ γὰρ ὢν ὑποκείμενος γίνεται κατηγορούμενος καὶ ὁ κατηγορούμενος ὑποκείμενος· ἢ τίθεται τὸ προσλαμβανόμενον ὡς ὑπόθεσις ὡς ἐπὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς· συναχθέντος γὰρ συμπεράσματος τοῦ 'οὐ παντί', εἴ τις ἐνίσταται μὴ καλῶς συναχθῆναι, λαμβάνομεν τὸν λόγον τοῦ ἀνθισταμένου εἰσάγοντα τὸ 'παντί':–