Editorische Vorbemerkung

Die Transkription betrifft den Kommentar des Leon Magentinos zu Anal. Pr. I 3 im Vat. gr. 244 (ff. 148v–151v). In der vatikanischen Handschrift gibt es eine Gruppe von Scholien, die mit Hilfe von Verweiszeichen mit dem Primärtext von Aristoteles verbunden sind. Diese Texte wurden vom Kopisten zwischen den Scholien von Leon oder am Rand seines Kommentars hinzugefügt. Die Transkription umfasst nur die dem Magentinos zugeschriebenen Scholien bzw. jene, die im Manuskript eine Nummerierung durch griechischen Zahlen haben. Mit Ausnahme des Zeichens „:–“ am Schluss der Paragraphen wurden die Interpunktion sowie Orthographie und Akzentuierung des Textes normalisiert; das Iota subscriptum wurde ergänzt.

Leon Magentinos, Kommentar zu Anal. Pr. I

Kapitel 3.

λβ΄
Anal. Pr. I 3, 25a 27–36

〈Τὸν αὐτὸν δὲ τρόπον – πρότερον ἔφαμεν〉

|148v, v. 5 Δείξας ἐπὶ τῶν ὑπαρχουσῶν προτάσεων πῶς ἡ καθόλου ἀποφατικὴ ἀντιστρέφει πρὸς ἑαυτὴν καὶ πῶς ἡ καθόλου καταφατικὴ ἀντιστρέφει πρὸς τὴν 'τίς' (ὡσαύτως δὲ καὶ ἡ 'τίς'), πειρᾶται νῦν καὶ ἐπὶ τῶν ἀναγκαίων προτάσεων δεῖξαι πῶς ἡ καθόλου ἀποφατικὴ ἀντιστρέφει πρὸς ἑαυτήν, ἡ δὲ 'πᾶς' καὶ ἡ 'τὶς' πρὸς τὴν τίς. προέταξε δὲ τὰς ὑπαρχούσας προτάσεις τῶν ἀναγκαίων διὰ τὸ ἁπλουστέραν ἔχειν ταύτας τὴν ἀπόδειξιν:–
Ζητεῖται δὲ διατί ἐν τῷ Περὶ ἑρμηνείας οὐκ ἐμνημόνευσε τῶν μετὰ τρόπου προσδιωρισμένων προτάσεων, τῆς 'ἀναγκαῖον μηδενὶ εἶναι' φημὶ καὶ τῆς 'ἀναγκαῖον παντὶ εἶναι', καὶ τῆς 'ἐνδέχεται μηδενὶ εἶναι' καὶ τῆς 'ἐνδέχεται παντὶ εἶναι', ἀλλ’ ἀπροσδιορίστους ταύτας ἐξήνεγκεν εἰπὼν δυνατὸν εἶναι ἐνδεχόμενον εἶναι, οὐκ ἀδύνατον εἶναι οὐκ ἀναγκαῖον εἶναι, ἐνταῦθα δὲ λαμβάνει προσδιωρισμένας τὰς ἀναγκαίας προτάσεις. καὶ λέγομεν ὅτι φιλοσύντομος ὢν ὁ Ἀριστοτέλης περὶ προσδιορισμῶν ἐν τῷ Περὶ ἑρμηνείας προδιδάξας καὶ τὰς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου προτάσεις προσδιωρισμένας λαβὼν περιττὸν ἡγήσατο τὰς μετά τρόπου προτάσεις προσδιωρισμένας ἐπενεγκεῖν ἄδειαν διδοὺς τοῖς αὐτοῦ ἀκροαταῖς, προσδιωρισμένας ταύτας προφέρειν∙ ἐνταῦθα δὲ περὶ γενέσεως συλλογισμῶν διαλαμβάνων, ἐπεὶ ἀδύνατόν ἐστι συλλογισμὸν γενέσθαι ἄνευ τοῦ ληφθῆναι προσδιωρισμένην καθόλου πρότασιν, τούτου χάριν καὶ τὰς μετὰ τρόπου προτάσεις προσδιωρισμένας διαλαμβάνει· καὶ ὅτι μερικοῦ προσδιορισμοῦ προσληφθέντος ἐν ταῖς προτάσεσι καὶ τὸ συμπέρασμα μερικὸν συνάγεται:–
Ἔτι καὶ τοῦτο ζητεῖται· πῶς πειρώμενος δεῖξαι ἐπὶ τῶν ἀναγκαίων προτάσεων τὴν καθόλου ἀποφατικὴν πρὸς ἑαυτὴν ἀντιστρέφουσαν ἔλαβεν τὴν 'ἀνάγκη μηδενὶ εἶναι', ἣν ἐν τῷ Περὶ ἑρμηνείας οὐκ ἀπόφασιν εἴρηκεν, ἀλλὰ κατάφασιν ἐκ μεταθέσεως λέγων ἐκεῖσε ταύτην ἀνάγκη μὴ εἶναι (ὡσαύτως καὶ τὴν 'ἐνδέχεται μὴ εἶναι' λέγων κατάφασιν), ἐνταῦθα δὲ τὴν 'ἐνδέχεται μηδενὶ εἶναι' λαμβάνων ὡς ἀπόφασιν. καὶ λέγομεν ὅτι αἱ ἀντικείμεναι προτάσεις ἀντιφατικῶς λαμβάνονται ἢ τὸν τρόπον ἀναιροῦσαι μόνον, ὡς τῇ 'ἀνάγκη παντὶ' ἀντίκειται ἡ 'οὐκ ἀνάγκη παντί', ἥτις ἀναιρήσασα τὸ ἀναγκαῖον ἀόριστος ἔμεινε, καθόσον οὐκ εἰσάγει ἕτερον τρόπον ἢ τὸ δυνατόν, ἢ τὸ ἀδύνατον, ἢ τὸ ἐνδεχόμενον∙ καὶ γὰρ καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἀποφάσεις ἔλεγεν τὰς ἐχούσας ἐν τῷ |f. 149r τρόπῳ τὴν 'οὐ' ἄρνησιν προσκείμενην∙ ἢ τὴν ὅλην πρότασιν ἀναιροῦσιν αἱ ἀντικείμεναι∙ τῇ γὰρ 'ἀνάγκῃ παντὶ' προτάσει ἔστι ποσὸν τὸ καθόλου, ποιὸν δὲ τὸ καταφατικόν, τρόπος δὲ ὁ ἀναγκαῖος∙ ταύτῃ κυρίως κατὰ πάντα ἀντίκειται (καὶ κατὰ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὸν τρόπον) ἡ 'ἐνδέχεται μὴ παντί'∙ καὶ πάλιν τῇ 'ἀνάγκη τινὶ' ἐν μὲν τῷ Περὶ ἑρμηνείας εἶπεν ἀντικειμένην τὴν 'οὐκ ἀνάγκη τινί', ἣν καὶ ἀόριστον λέγομεν, ἐνταῦθα δὲ τὴν 'ἐνδέχεται μηδενί'. καὶ ἐπειδὴ ἀπὸ ἀορίστων προτάσεων συλλογισμὸς οὐ γίνεται (ἀόριστον γὰρ συνάγεται τὸ συμπέρασμα), χρεία δὲ μᾶλλον ἐν τοῖς συλλογισμοῖς τῶν ὡρισμένων προτάσεων ὡς καὶ ὡρισμένον συναγουσῶν συμπέρασμα, διὰ τοῦτο καὶ ἐνταῦθα τὴν 'ἀνάγκη μηδενὶ' καὶ τὴν 'ἀνάγκη παντὶ' ὡς ὡρισμένας παρέλαβεν∙ τὴν δὲ 'οὐκ ἀνάγκη παντὶ' καὶ τὴν 'οὐκ ἀνάγκη τινὶ' ὡς ἀορίστους κατέλειψεν, ὡς ἀχρήστους οὔσας εἰς γένεσιν συλλογισμοῦ:–
Ἴσως ἄν τις εἴπῃ, εἰ ἓν ἑνὶ ἀντίκειται πῶς τῇ 'ἀνάγκη παντί', δύο φὴς ἀντικεῖσθαι, τήν τε 'οὐκ ἀνάγκη παντὶ' καὶ τὴν 'ἐνδέχεται μὴ παντί'· ὡσαύτως καὶ τῇ 'ἀνάγκη τινὶ' τὴν 'οὐκ ἀνάγκη τινὶ' καὶ 'τὴν ἐνδέχεται μηδενί'. καὶ λέγομεν ὅτι ἡ 'ἐνδέχεται μηδενὶ' ἰσοδυναμεῖ τῇ 'οὐκ ἀνάγκη τινί', καὶ ἡ 'ἐνδέχεται μὴ παντὶ' ἰσοδυναμεῖ τῇ 'οὐκ ἀνάγκη παντί'∙ εἰ γὰρ τὸ λευκὸν οὐκ ἀνάγκη παντὶ ὑπάρχειν ἀνθρώπῳ, ἐνδέχεται καὶ μὴ παντὶ ἀνθρώπῳ ὑπάρχειν· καὶ εἰ τὸ λούεσθαι οὐκ ἀνάγκη τινὶ ἀνθρώπῳ ὑπάρχειν, ἐνδέχεται καὶ μηδενὶ ἀνθρώπῳ ὑπάρχειν∙ ὡσαύτως καὶ τῇ 'ἐνδέχεται τινὶ' ἀντίκειται ἡ 'οὐκ ἐνδέχεται τινὶ' καὶ ἡ 'ἀνάγκη μηδενί'∙ ἰσοδυναμοῦσι δὲ ἀλλήλαις ἡ τε 'οὐκ ἐνδέχεται τινὶ' καὶ ἡ 'ἀνάγκη μηδενί'∙ εἰ γὰρ τὸ ἵπτασθαι οὐκ ἐνδέχεται τινὶ ἀνθρώπῳ ὑπάρχειν, ἀνάγκη καὶ μηδενὶ ὑπάρχειν ἀνθρώπῳ· καὶ λοιπόν, εἰ καὶ δύο φαίνονται τῇ προφορᾷ, ἀλλ’ οὖν τῷ σημαινομένῳ ἕν εἰσιν∙ ὥστε ἓν ἑνὶ ἀντίκειται∙ καὶ ἐπεὶ τὸ 'ἀνάγκη μηδενὶ' ἰσοδυναμεῖ τῇ ἀποφάσει τῇ 'οὐκ ἐνδέχεται τινί', καλῶς ἄρα τὴν 'ἀνάγκη μηδενὶ' ἀποφατικὴν ἔλαβεν καθόλου ὡς δύναμιν ἔχουσαν ἀποφάσεως, κἂν καὶ τῷ σχήματι καταφατικὴν δοκῇ:–
Ἔτι ζητεῖται, εἰ τὴν 'ἀνάγκη μηδενὶ' φὴς ἀντικεῖσθαι τῇ 'ἐνδέχεται τινὶ' καὶ τῷ τρόπῳ καὶ τῷ ποσῷ καὶ τῷ ποιῷ, πῶς οὐκ ἐμνημόσευσε τῶν τοιούτων ἀντικειμένων ἐν τῷ Περὶ ἑρμηνείας, ἀλλ’ ἐκείνην εἶπεν ἀντικειμένην, ἐν ᾗ ἡ 'οὐ' ἄρνησις τῷ τρόπῳ πρόσκειται. καὶ λέγομεν διὰ τὴν ἐνδεχομένην ὕλην τοῦτο ποιῆσαι· ἐπὶ ταύτης γὰρ ἐὰν οὐ πρόσκειται ἡ 'οὐ' ἄρνησις τῷ τρόπῳ, ἀπόφασις οὐκ ἔσται· |f. 149v ἡ γὰρ 'ἐνδέχεται πάντα ἄνθρωπον λούεσθαι' καὶ ἡ 'ἐνδέχεται μηδένα ἄνθρωπον λούεσθαι' συναληθεύσουσι καὶ οὐκ ἀντιφάσκουσιν:–
λγ΄
Anal. Pr. I 3, 25a 29–34

〈Εἰ μὲν γὰρ ἀνάγκη – ἐξ ἀνάγκης ὑπάρχει〉

Εἰ τὸ Α οὐδενὶ τῷ Β ὐπάρχει, ἀνάγκη καὶ τὸ Β μηδενὶ ὑπάρχειν τῷ Α. εἰ δέ τις ἀνθίσταται λέγων ψεύδεσθαι τὸ 'τὸ Β μηδενὶ τῷ Α ὑπάρχειν', ἀληθεύσει ἡ ἀντιφατικῶς ταύτῃ ἀντικειμένη, ἡ 'ἐνδέχεται τὸ Β τινὶ τῷ Α ὑπάρχειν'· εἰ δὲ ἡ 'τὶς' ἀντιστρέφῃ πρὸς ἑαυτήν, καὶ τὸ Α ἐνδέχεται τινὶ τῷ Β ὑπάρχειν, ἀλλὰ ἦν τὸ Α καὶ οὐδενὶ τῷ Β ἐξ ἀνάγκης. πόθεν οὖν τὰ ἀντικείμενα συνήχθησαν ἐπὶ τοῦ αὐτοῦ; ἢ πάντως ἐκ τοῦ ὑποθεῖναι τὸ Β ἐνδέχεσθαι τινὶ τῷ Α ὑπάρχειν· ψεῦδος ἄρα τοῦτο καὶ ἀληθὲς τὸ 'τὸ Β οὐδενὶ τῶν Α ἐξ ἀνάγκης ὑπάρχειν'. εἰ δέ τις εἴπῃ πῶς εἰς ἀπόδειξιν τοῦ ἀντιστρέφειν τὴν ἀνάγκη μηδενὶ ἐχρήσατο τῇ ἐνδεχομένῃ μερικῇ καταφατικῇ ὡς ἀντιστρεφούσῃ καὶ ταῦτα μήπω διδάξας, ὅτι τὸ 'τινὶ' ἐνδέχεται ἀντιστρέφει πρὸς ἑαυτό, λέγομεν κυρίως ἐνδεχόμενόν εστι τὸ ἐπὶ τοῦ μέλλοντος χρόνου λαμβανόμενον, ὡς τὸ ἐνδέχεται τὸν Σωκράτην λουθῆναι∙ ὅταν δὲ εἰς ἔκβασιν ἔλθῃ καὶ λουθῇ ὁ Σωκράτης, τότε τὸ λουθῆναι τὸν Σωκράτην οὐκ ἔστιν ἐνδεχόμενον, ἀλλ’ ὑπάρχον· ἐπεὶ δὲ ὁριζόμεθα ἐνδεχόμενον εἶναι, ὃ οὐκ ἔστι μὲν ἀναγκαῖον γενέσθαι, εἰ δ’ ὑποτεθῇ ὡς γενόμενον, οὐδὲν ἀδύνατον ἐπακολουθεῖ∙ οἷον τὸ 'τὸν Σωκράτην μοιχεύειν ἐνδέχεται' οὐκ ἔστι μὲν ἀναγκαῖον γενέσθαι∙ εἰ δέ τις ὑποθήσει τοῦτον μοιχεύοντα, ψευδῶς μὲν ὑπόθεσιν ὑπέθηκεν, οὐκ ἀδύνατον δέ· ἡ μὲν γὰρ ἀδύνατος ὑπόθεσις, οἷον τὸ τὸν ἄνθρωπον ἵπτασθαι, ἐξ ἀνάγκης ἐστὶ καὶ ψευδής· ἡ μέντοι γε ψευδὴς ὑπόθεσις οὐκ ἔστι πάντως καὶ ἀδύνατος· ὥστε τὸ λέγειν 'ἐνδέχεται τὸ Β τινὶ τῷ Α ὑπάρχειν', εἴ τις ὡς ἐκβεβηκὸς καὶ ὑπάρχον λάβοι ἐνταῦθα τὸ ἐνδεχόμενον, οὐκ ἀδύνατόν τι ὑπέθηκεν· εἰ γοῦν τὸ ἐνδεχόμενον ὡς ὑπάρχον λάβῃς, τὴν δὲ 'τινὶ' ὑπάρχουσαν ἔδειξεν ἀντιστρέφουσαν πρὸς ἑαυτήν· ἔχεις λοιπὸν προεγνωσμένον ὅτι ἡ 'τίς' ὑπάρχουσα πρότασις, ἀντιστρέφει πρὸς ἑαυτήν. τὴν δὲ 'πᾶς' καὶ τὴν 'τὶς' ἔμιξε καὶ ἀμφοτέρας ὡς ἀντιστρεφούσας πρὸς τὴν 'τίς'∙ εἰ γὰρ τὸ Α ἐξ ἀνάγκης παντὶ ὑπάρχει τῷ Β ἢ τινί, καὶ τὸ Β τινὶ τῷ Α ἀνάγκῃ ὑπάρχειν∙ εἰ γὰρ μὴ ἀνάγκη, ἤγουν εἰ γὰρ |f. 150r μὴ ἀνάγκη ὑπάρχειν τὸ Β τινὶ τῶν Α (δῆλον ἔξωθεν δὲ τοῦτο ἐκληπτέον, ὅτι τὸ Β ἀνάγκη μηδενὶ ὑπάρχειν τῷ Α), καὶ λοιπὸν καὶ τὸ Α οὐ τινὶ τῷ Β ἐξ ἀνάγκης ἂν ὑπάρχοι∙ τὸ δὲ λέγειν τὸ Α οὐ τινὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν, ταὐτὸν ἐστὶ τῷ λέγειν ὅτι τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχει:–
λδ΄
Anal. Pr. 1 3, 25a 34–36

〈Τὸ δ' ἐν μέρει – ἔφαμεν〉

Τὸ δὲ ἐν μέρει στερητικόν, ἤγουν ἡ 'ἀνάγκη μὴ παντί', οὐκ ἀντιστρέφει διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν καὶ πρότερον εἴπομεν, ἤγουν διὰ τὸ εἶναι ἀόριστον∙ καὶ ἄλλως μὲν ἀντιστρέφειν ἐπὶ τῆς ἐνδεχομένης ὕλης, ἄλλως δὲ ἐπὶ τῆς ἀναγκαίας καὶ ἄλλως ἐπὶ τῆς ὑπαρχούσης:–
λε΄
Anal. Pr. I 3, 25a 37

〈Ἐπὶ δὲ τῶν ἐνδεχομένων〉

Δείξας ἐπὶ τῶν ὑπαρχουσῶν προτάσεων καὶ ἐπὶ τῶν ἀναγκαίων πῶς αἱ ἀποφατικαὶ προτάσεις ἀντιστρέφουσι καὶ πῶς αἱ καταφατικαὶ, νῦν μέλλει διδάξαι καὶ περὶ τῶν ἐνδεχομένων προτάσεων πῶς καὶ ἐπ’ αὐτῶν αἱ ἀντιστροφαὶ γίνονται:–
λστ΄
Anal. Pr. I 3, 25a 37–39

〈Ἐπειδὴ πολλαχῶς – λέγομεν〉

Τὸ ἐνδεχόμενόν ἐστι πολύσημον· σημαίνει γὰρ καὶ τὸ ἀναγκαῖον, καὶ τὸ ὑπάρχον, καὶ τὸ δυνατόν, ἤγουν τὸ κυρίως ἐνδεχόμενον∙ ὃ γὰρ δυνατόν ἐστι, τοῦτο καὶ ἐνδεχόμενον∙ καὶ ὃ ἐνδεχόμενον, τοῦτο καὶ δυνατόν· εἰ γὰρ ἐνδέχεται τινὰ λουθῆναι, δυνατόν ἐστι καὶ λουθῆναι:–
λζ΄
Anal. Pr. I 3, 25a 39 – b 4

〈Ἐν μὲν τοῖς καταφατικοῖς – πρότερον〉

Ἐν μὲν οὖν τοῖς καταφατικοῖς, ἤγουν ἐν τῇ 'παντὶ' καὶ ἐν τῇ 'τινί', ὁμοίως αἱ ἀντιστροφαὶ γίνονται ἐν πᾶσι τοῖς σημαινομένοις τοῦ ἐνδεχομένου∙ ἡ γὰρ 'πᾶς' καὶ ἡ 'τὶς' πρὸς τὴν μερικὴν ἀντιστρέφουσι. σημείωσαι δὲ ὅτι, κἂν εἶπεν ἐν ἅπασι τοῖς σημαινομένοις τοῦ ἐνδεχομένου τὴν 'πᾶς' καὶ τὴν 'τὶς' ὁμοίως ἀντιστρέφειν πρὸς τὴν μερικὴν καταφατικήν, ἀλλ’ οὖν τὴν ἀπόδειξιν ἐποιήσατο ἐπὶ τῶν δύο σημαινομένων τοῦ ἐνδεχομένου (τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου) μίξας ὡς φιλοσύντομος τὴν 'πᾶς' καὶ τὴν 'τὶς' διὰ τὸ καὶ ἀμφοτέρας τὴν αὐτὴν ἔχειν ἀπόδειξιν· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται ὑπάρχειν ἢ τινὶ τῷ Β (εἴτε τὸ 'ἐνδέχεται' ἐπὶ τοῦ ἀναγκαίου λάβῃς εἴτε ἐπὶ τοῦ ὑπάρχοντος), ἐνδέχεται καὶ τὸ Β τινὶ τῷ Α ὑπάρχειν∙ εἰ γὰρ τὸ Β οὐχ ὑπάρχει τινὶ τῷ Α, ἀλλὰ μηδενί, ἡ δὲ 'οὐδεὶς' ἀντιστρέφει πρὸς ἑαυτήν, ἔσται καὶ τὸ Α οὐδενὶ τῷ Β∙ τοῦτο γὰρ ἐδείχθη πρότερον, ὅτι ἡ 'οὐδεὶς' ἀντιστρέφει πρὸς ἑαυτὴν ἐπὶ τῶν ἀναγκαίων προτάσεων καὶ τῶν ὑπαρχουσῶν:–
λη΄
Anal. Pr. I 3, 25b 3

"|f. 150v Ἐν δὲ τοῖς ἀποφατικοῖς οὐχ’ ὡσαύτως"

Ἐν δὲ ταῖς ἀποφατικαῖς προτάσεσι, τῇ τε καθόλου φημί, τῇ 'οὐδείς', καὶ τῇ μερικῇ, τῇ 'οὐ πᾶς', οὐχ ὁμοίως ἀντιστρέφουσιν ἐπὶ τούτων τῶν σημαινομένων τοῦ ἐνδεχομένου:–
λη΄
Anal. Pr. I 3, 25b 3–7

〈Ἀλλ' ὅσα μὲν ἐνδέχεσθαι – ὑπάρχειν〉

Ἀπὸ τοῦ εἰπεῖν 'ἐξ ἀνάγκης μὴ ὑπάρχειν' ἐδήλωσε τὸ 'ἀνάγκη μηδενί'∙ ἀπὸ δὲ τοῦ εἰπεῖν 'τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν' ἐδήλωσε τὸ 'οὐδενὶ ὑπαρχόντως'· ὅσα μὲν οὖν σημαινόμενα τοῦ ἐνδέχεσθαι λέγεται ἢ ἐπὶ τοῦ 'ἐξ ἀνάγκης μὴ ὑπάρχειν', ἢ ἐπὶ τοῦ 'μὴ ἐξ ἀνάγκης ὑπάρχειν' (τουτέστι τὸ ἐνδεχόμενον, τὸ σημαίνον τὸ ἀναγκαῖον ἢ τὸ ὑπάρχον) ἕξουσι τὴν 'οὐδεὶς' ὁμοίως πρὸς ἑαυτὴν ἀντιστρεφομένην∙ καὶ τοῦ μὲν 'μηδενὶ ἐξ ἀνάγκης' ἔθετο παράδειγμα τὸ 'ἐνδέχεται τὸν ἄνθρωπον μὴ εἶναι ἵππον', ἤγουν μηδενὶ ἵππῳ ὑπάρχειν· ἐνταῦθα γὰρ τὸ 'ἐνδέχεται' τὸ ἀναγκαῖον σημαίνει∙ τοῦ δὲ 'μηδενὶ ὑπαρχόντως' ἔθετο παράδειγμα τὸ 'ἐνδέχεται τὸ λευκὸν μηδενὶ ἱματίῳ ὑπάρχειν'· καὶ ἐνταῦθα γὰρ πάλιν τὸ 'ἐνδέχεται' ἐπὶ τοῦ 'ὑπάρχειν' ἐξελάβετο:–
μ΄
Anal. Pr. I 3, 25b 7–9

〈Τούτων γὰρ – πρότασις〉

Τούτων γὰρ τῶν δύο μνημονευθεισῶν προτάσεων ἢ μνημονευθέντων παραδειγμάτων τὸ μὲν δηλοῖ τὸ ἐξ ἀνάγκης οὐχ ὑπάρχειν, ἤγουν τὸ 'οὐδενὶ ἀνάγκῃ', τὸ δὲ τὸ οὐκ ἐξ ἀνάγκης δὲ ὑπάρχειν, ἤγουν τὸ 'οὐδενὶ ὑπαρχόντως'. καὶ ἡ πρότασις ἡ καθόλου ἀποφατικὴ ὁμοίως ἀντιστρέψει πρὸς ἑαυτὴν ἐπί τε τοῦ ἐνδεχομένου τοῦ σημαίνοντος τὸ ἀναγκαῖον καὶ ἐπὶ τοῦ ἐνδεχομένου τοῦ σημαίνοντος τὸ ὑπάρχον:–
μα΄
Anal. Pr. I 3, 25b 9–12

〈Ει γὰρ – ἀνάγκης〉

Τὸ 'ἐγχωρεῖ' ἀντὶ τοῦ 'ἐνδέχεται' νόει. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἐν μέρει ἀποφατικῆς, τῆς 'οὐ παντί', τὸ ἀόριστον θεωρηθήσεται καὶ ἐπὶ τοῦ ἐνδεχομένου τοῦ σημαίνοντος τὸ ἀναγκαῖον καὶ ἐπὶ τοῦ ἐνδεχομένου τοῦ σημαίνοντος τὸ ὑπάρχον:–
μβ΄
Anal. Pr. I 3, 25b 14

〈Ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολύ〉

|f. 151r Τὸ κυρίως ἐνδεχόμενον διαιρεῖται εἰς τρία∙ εἰς τὸ ἐπίσης ἐνδεχόμενον∙ οἷον τὸ 'ἐνδέχεται τὸν Σωκράτην λουθῆναι καὶ μὴ λουθῆναι, καὶ περιπατῆσαι καὶ μὴ περιπατῆσαι' ἐπὶ τοῦ ἐπίσης ἐνδεχομένου ληπτέον∙ ἐπίσης δὲ λέγεται ἐνδεχόμενον διὰ τὸ μὴ μᾶλλον δύνασθαι τὴν κατάφασιν ἀληθεύειν, παρὸ τὴν ἀπόφασιν ἢ τοῦ ἐναντίον∙ διαιρεῖται καὶ εἰς τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον∙ οἷον τὸ τὸν Σωκράτην ἐντυχεῖν θησαυρῷ ἀπερχόμενον εἰς τὴν ἀγοράν· ἐπ’ ἔλαττον ἐνδεχόμενον λέγεται, διότι ὡς ἐπὶ τὸ πλεῖστον ἡ ἀπόφασις ἀληθεύει∙ ἐπ’ ἔλαττον δὲ ἀληθεύσει καὶ ἡ κατάφασις∙ διαιρεῖται καὶ εἰς τὸ <del rendition="#s"> ἐπὶ τὸ πολὺ ἐνδεχόμενον, περὶ ὃ καὶ ἡ φύσις καταγίνεται καὶ ἡ τέχνη∙ ἐπὶ πολὺ γὰρ καὶ ἡ φύσις πενταδάκτυλον ποιεῖ τὸν ἄνθρωπον, ἔστι δ’ ὅτε καὶ ἀποτυγχάνει∙ καὶ ὡς ἐπὶ τὸ πολὺ ὁ ἰατρὸς ὑγιάζει, ἔστιν ὅτε δὲ καὶ ἀποτυγχάνει∙ καὶ ὡς ἐπὶ τὸ πλεῖστον ὁ ῥήτωρ πείθει, καὶ ἐν τῷ χειμῶνι ὕει, καὶ ὁ κυβερνήτης ἐν κλύδωνι σῴζει τὴν ναῦν∙ περὶ τοῦτο γοῦν τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ἡ συλλογιστικὴ μέθοδος καταγίνεται∙ τὸ δὲ ὡς ἐπίσης ἐνδεχόμενον ἄχρηστόν ἐστιν εἰς τὴν συλλογιστικὴν μέθοδον∙ ποῖον γὰρ ἂν καὶ ἀποδείξῃ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν· ὡσαύτως καὶ τὸ ὡς ἐπ’ ἔλαττον ἐνδεχόμενον ἄχρηστον εἰς συλλογισμούς∙ τίς γὰρ φρονῶν ἐπιχειρήσει ποτε συλλογίσασθαι καὶ ἀποδεῖξαι τὸ σπανίως γινόμενον καὶ παράδοξον:–
μγ΄
Anal. Pr. I 3, 25b 14

〈Καὶ τῷ πεφυκέναι〉

Ἐφερμηνεύων τὸ 'ὡς ἐπὶ τὸ πολὺ' ἐπάγει καὶ τὸ 'πεφυκέναι', τουτέστι περὶ ὃ ἡ φύσις καταγίνεται:–
μδ΄
Anal. Pr. I 3, 25b 15–17

〈Καθ' ὃν τρόπον – οὐκ ἀντιστρέφει〉

Καθ’ ὃν τρόπον, ἤγουν καθ’ ὃ σημαινόμενον διορίζομεν καὶ λέγομεν τὸ κυρίως ἐνδεχόμενον ἐν ταῖς στερητικαῖς ἀντιστροφαῖς, ταῖς καθόλου καὶ ταῖς μερικαῖς, οὐχ’ ὁμοίως τοῖς ἄλλοις σημαινομένοις τοῦ ἐνδεχομένου ἀντιστρέψουσιν∙ ἐπ’ ἐκείνων μὲν γὰρ τῶν σημαινομένων ἡ 'οὐδεὶς' ἀντιστρέφει πρὸς ἑαυτήν, ἐπὶ δὲ τοῦ κυρίως ἐνδεχομένου, τουτέστι τοῦ ὡς ἐπὶ τὸ πολὺ, ἡ μὲν καθόλου πρότασις ἡ στερητικὴ οὐκ ἀντιστρέψει πρὸς ἑαυτήν, ἀλλὰ πρὸς τὴν μερικὴν καταφατικήν· εἰ γὰρ τὸ περιπατεῖν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, καὶ τὸν ἄνθρωπον ἐνδέχεταί τινι περιπατοῦντι ὑπάρχειν· ψεύδεται γὰρ ὁ λέγων τὸν ἄνθρωπον ἐνδέχεσθαι μηδενὶ περιπατοῦντι ὑπάρχειν∙ μὴ περιπατοῦντα γάρ εἰσι λίθοι, φυτά, ἀλλὰ καί τινα τῶν ἀλόγων ζῴων εἰκός ἐστιν ἠρεμεῖν, ἀφ’ ὧν οὐκ ἀποφάσκεται ὁ ἄνθρωπος ἐνδεχομένως, ἀλλ’ ἐξ ἀνάγκης. δεῖ δὲ καὶ τὴν ἀντιστροφὴν ἀληθεύειν, ὡς φθάσαντες εἴπομεν· καὶ εἰ τὸ λούεσθαι ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, ἐνδέχεται καὶ τὸν ἄνθρωπον τινὶ λουομένῳ ὑπάρχειν∙ |f. 151v ὁ γὰρ λέγων τὸν ἄνθρωπον ἐνδέχεσθαι μηδενὶ λουομένῳ ὑπάρχειν ψεύδεται∙ τὰ γὰρ ἄλογα ζῷα οὐ λούονται, ὧν οὐκ ἐνδεχομένως ἀποφάσκεται ὁ ἄνθρωπος, ἀλλ’ ἀναγκαίως∙ δέδεικται γοῦν διὰ τῶν ὅρων ἡ καθόλου στερητικὴ ἀντιστρέφουσα πρὸς τὴν 'τίς', δείξεις δὲ ταύτην πρὸς τὴν 'τὶς' ἀντιστρέφουσαν καὶ οὕτως· εἰ γάρ, ὃ ἐνδέχεται οὐδενί, τοῦτο ἐνδέχεται καὶ παντὶ ὑπάρχειν· εἰ γὰρ ἐνδέχεται τὸ λούεσθαι μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, ἐνδέχεται καὶ παντὶ ἀνθρώπῳ ὑπάρχειν· ἡ δὲ 'πᾶς' ἀντιστρέφει πρὸς τὴν 'τίς', λοιπὸν ἄρα καὶ ἡ 'οὐδεὶς' ἀντιστρέψει πρὸς τὴν 'τίς':–
με΄
Anal. Pr. I 3, 25b17–18

〈Ἡ δὲ ἐν μέρει ἀντιστρέφει〉

Ἡ δὲ ἐν μέρει στερητική, ἡ 'οὐ πᾶς', ἀντιστρέφει καὶ πρὸς ἑαυτὴν καὶ πρὸς τὴν 'τὶς' ἐπὶ τοῦ κυρίως ἐνδεχομένου∙ ἐπὶ τούτου γὰρ ἡ 'τὶς' καὶ ἡ 'οὐ πᾶς ταὐτὸν σημαίνουσιν· εἰ γὰρ τὸ λευκὸν οὐ παντὶ ζῴῳ ὑπάρχει, καὶ τὸ ζῷον ἢ οὐ παντὶ λευκῷ ἔσται ἢ τινί:–
μστ΄
Anal. Pr. I 3, 25b18–21

〈Τοῦτο δὲ ἔσται – τὸ σχῆμα〉

Τοῦτο δὲ τὸ τὴν 'οὐδεὶς' μὴ ἀντιστρέφειν πρὸς ἑαυτήν, ἀλλὰ πρὸς τὴν 'τὶς' ἐπὶ τοῦ κυρίως ἐνδεχομένου ἔσται φανερὸν καὶ ἀποδειχθήσεται, ὅταν περὶ τοῦ ἐνδεχομένου λέγωμεν, τουτέστιν ἐν ταῖς μίξεσι περὶ αὐτοῦ ἐροῦμεν. νῦν δὲ τοῦτο γινώσκεται, ὅτι τὸ 'ἐνδέχεται μηδενὶ ὑπάρχειν ἢ μὴ τινί', ἤγουν οὐ παντὶ, καταφατικὸν ἔχει σχῆμα:–
μζ΄
Anal. Pr. I 3, 25b 21–24

〈Τὸ γὰρ ἐνδέχεται – τοῦτο〉

Tὸ γὰρ 'ἐνδέχεται' ἐπὶ τῶν μετὰ τρόπου προτάσεων κεῖται, ὥσπερ τὸ 'ἐστί'· καὶ ὥσπερ τὸ 'ἐστίν', αἷς ἂν προτάσεσι πρόκειται, ἐὰν οὐκ ἔχῃ τὴν 'οὐ' ἄρνησιν, κατάφασιν ποιεῖ ἀεί, ἤγουν ἐπὶ παντὸς χρόνου καὶ πάντως, ἤγουν ἐπὶ πάσης ὕλης· τὸ γὰρ 'ἔστιν οὐκ ἀγαθόν', καὶ τὸ 'ἔστιν οὐ λευκόν', καὶ τὸ 'ἔστιν οὐ τοῦτο' (ἤγουν οὐ δίκαιος ἢ οὐ σοφός) κατάφασίς ἐστιν∙ ὡσαύτως καὶ τὸ 'ἐνδέχεται οὐδενὶ' καὶ τὸ 'ἐνδέχεται οὐ παντί', ἐπεὶ ἐν τῷ 'ἐνδέχεται' ἡ 'οὐ' ἄρνησις οὐ κεῖται, καταφάσεις εἰσί:–
μη΄
Anal. Pr. I 3, 25b 24

"Δειχθήσεται δὲ καὶ τοῦτο"

Ἤγουν πῶς εἰσι καταφάσεις διὰ τῶν ἑπομένων, ἤγουν τῶν ἐφεξῆς τῶν μελλόντων, ἐν ταῖς μίξεσι ῥηθῆναι· τὸ γοῦν 'ἐνδέχεται οὐδενὶ' καὶ τὸ 'ἐνδέχεται οὐ παντὶ ὑπάρχειν' ἀντιστρέψουσιν ὁμοίως ταῖς ἄλλαις, ἤγουν ταῖς καταφατικαῖς προτάσεσι, τῇ τε 'πᾶς' καὶ τῇ 'τίς'· ὡς γὰρ ἡ 'πᾶς' καὶ ἡ 'τὶς' πρὸς τὴν 'τὶς' ἀντιστρέφουσιν, οὕτως καὶ τὸ 'ἐνδέχεται οὐδενὶ' καὶ 'μὴ παντὶ ὑπάρχειν' πρὸς τὴν 'τίς', ὡς δέδεικται, ἀντιστραφήσονται· εἰ λάβῃς τὴν κυρίως ἀποφατικήν, ἀντιστρέψει πρὸς ἑαυτήν· εἰ γὰρ οὐκ ἐνδέχεται τινὰ ἄνθρωπον ἵπτασθαι, οὐκ ἐνδέχεται ἄρα οὐδὲ ἱπτάμενόν τι ἄνθρωπον εἶναι· ἡ γὰρ 'οὐκ ἐνδέχεται τινὰ ἄνθρωπον ἵπτασθαι' τῇ 'ἀνάγκη μηδένα ἄνθρωπον ἵπτασθαι' ἰσοδυναμεῖ καὶ ἡ 'οὐκ ἐνδέχεται πᾶν ζῷον γελαστικὸν εἶναι' ἰσοδυναμεῖ τῇ 'ἀνάγκη μὴ πᾶν ζῷον γελαστικὸν εἶναι':–