Editorische Vorbemerkung

Metochites seems to read both Aristotle’s and Michael’s texts carefully, though his main point of reference seems to be the former. Rather than citing phrases/sentences of the Aristotelian text and then commenting on them, as Michael does, Metochites gives a 'flowing', cohesive interpretation of PA.
In some cases he adopts Michael’s vocabulary, while following Aristotle’s (rather than Michael’s) train of thought. He includes fewer digressions in comparison to Michael and makes use of examples that can be found either in Aristotle’s or in Michael’s text. The vocabulary he uses to interpret Aristotle is very accurate and in a few cases his understanding of Aristotle’s text is indeed insightful.
The text of the following specimen is based on Vat. 303 (V), preserving its orthography and indicating its line breaks, while variants of Marc. 239 (M) are recorded in the Apparatus criticus. Parallels in Michael's commentary and corresponding passages of the Aristotelian text are documented in the Apparatus fontium

τὰ ἐκ τοῦ πρώτου τῶν περὶ ζώων μορίων βιβλίων

1
Part. An. I 01, 639a 1–640a 9

Ἰστέον ὅτι σκοπὸν μὲν ὁ ἀριστοτέλης ἐν τοῖς περὶ ζώων μορίων βιβλίοις προ | έθετο, διορίσασθαι περὶ ἑκάστων τῶν μορίων τῶν ζώων τῶν τε ὀλικωτέρων | καὶ τῶν μερικῶν τῶν ὁμοιομερῶν τὲ καὶ τῶν ἀνομοιομερῶν, καὶ τὰς αἰτίας ἀπο | δοῦναι τὰς περὶ αὐτῶν· πῶς τὲ καὶ ἐκ τίνος ὕλης καὶ πρὸς ποῖον σκοπὸν καὶ τέλος | ἕκαστον ἡ φύσις, συνεστήσατο· ἐναρχόμενος δ᾽ εὐθὺς τοῦ πρώτου βιβλίου τῆς | τοιαύτης πραγματείας, προοιμιάζεται, καὶ ὥσπερ προδιατυποῖ ὑποδεικνύων, | πῶς χρὴ τῆς τοιαύτης θεωρίας ἅψασθαι, καὶ ὁποῖον εἶναι δεῖ τὸν περὶ ταύτης | ἀκροασόμενον· καὶ τοίνυν κατ᾽ αὐτὴν τὴν ἀρχὴν αὐτοῦ τοῦ πρώτου βιβλίου φησὶ δι | αιρετικῶς, ὅτι περὶ πᾶσαν κατάληψιν καὶ μέθοδον καὶ θεωρίαν ὑψηλοτέραν | τὲ ἤτοι κρειττόνων τὲ καὶ ὑψηλοτέρων τῶν ὑποκειμένων οὖσαν, ἀλλὰ δὴ καὶ ταπει | νοτέραν, διπλοῦς τρόπος ἐστὶν ἕξεως· ἔστι γὰρ ἕξις τῆς θεωρίας ἑκάστης | ἣν καλοῦμεν ἐπιστημονικὴν ἥτις δι᾽ ἀκριβείας καὶ ἀσφαλῶς, περαίνει καὶ ἀπαρτί | ζεται· ἔστιν αὖθις ἕξις τίς περὶ θεωρίαν καὶ χρῆσιν καταληπτικὴν ἣν καλοῦμεν | παιδείαν, καὶ πεπαιδευμένον τὸν τοιοῦτον φαμὲν· ὅστις δηλαδὴ δύναται καὶ πέ | φυκεν εὐστόχως κρίνειν καὶ ἐποπτεύειν τὰ προσήκοντα, ἑκάστη θεωρία καὶ οὐκ ἀναρ | μόστως πρὸς τοῦτ᾽ ἔχει· ἀλλ᾽ οἶδε μὲν, οἷστισι χρῆται ὅροις καὶ ἀρχαῖς ἑκάστη |V: f. 368r θεωρία εἴτουν φυσικὴ ἢ μαθηματικὴ· καὶ ἐπαίει καὶ συνίησιν ὡς οἵδε | οἱ λόγοι γεωμετρικῶς τυχὸν κινοῦνται καὶ προβάλλονται καὶ κατὰ γεωμε | τρικὰς ἀρχὰς. οἵδε δὲ ἀριθμητικῶς καὶ κατὰ ἀριθμητικὰς ἀρχὰς καὶ ὅρους· | καὶ οἵδε ὡς ἑκάστοις ὑποκειμένοις προσήκει· καὶ πεπαιδευμένως μὲν τῶν τοι | ούτων, ἅπτεται καὶ συνίησιν· εἴτε δὲ, ἀληθῶς τε καὶ ἀσφαλῶς εἴτε καὶ μή, | οὐκέτι· ἀλλὰ τοῦτ᾽ ἐστὶ τῆς ἐπιστήμης καὶ τοῦ ἐπιστήμονος· ὁ μὲν οὖν πεπαι | δευμένος τοιοῦτος καὶ οὕτω χαρακτηρίζεται· ἔστι δέ τις πεπαιδευμένος | καθόλου περὶ πᾶσαν θεωρίαν καὶ πεφυκὼς οὕτω· ἔστι δὲ ἄλλος μερικώτερον | πεφυκὼς οὕτω περί τινα θεωρίαν· καὶ ὥσπερ ἐκεῖνος περὶ πᾶσαν, οὕτω | περὶ ἓν μόριον ὁτιοῦν αὐτὸς, πεπαιδευμένως ἔχων ὡς εἴρηται· τοῦτο δὴ | πάντως καὶ περὶ τὴν φυσικὴν ἱστορίαν καὶ ἐπίσκεψιν, οὕτως ἔχον ἐστὶ· καὶ | ὑποληπτέον κἀνταῦθα κοινοὺς τινὰς ὅρους καὶ ἀρχὰς· ἐν οἷς ὁ πεφυκὼς | κρίνειν καὶ ἐποπτεύειν καὶ ὡς εἴρηται πεπαιδευμένος καταλαμβάνεται· καὶ | πρὸς οὓς ἀναφέρων ἔχει ὑποδέχεσθαι τὰ δεικνύμενα καὶ χρῆσθαι κατὰ λόγον· τοῦτο μέν γε ἐπισκεπτέον φησὶ, πῶς ἄρα ἐστὶ χρῆσθαι κοινὰ τινὰ καὶ καθόλου | λαμβάνοντας, καὶ ἐπὶ πολλῶν διαφερόντων τῶ εἴδει ταυτὰ θεωρούμενα. καὶ ὡ | σαύτως, ἢ καθ᾽ ἑκάστην μίαν οὐσίαν καὶ εἶδος διορίζοντας· οἷον ἐστὶ θεωρεῖν | τὸν τρόπον τοῦτον· περὶ λέοντος ἢ περὶ βοὸς ἢ περὶ ἵππου κατὰ μέρος, καὶ | τῶν ἑκάστω προσηκόντων· ἔστι θεωρεῖν καὶ περὶ τῶν συμβεβηκότων κοινῶς | καὶ οὐσιωδῶς καὶ συνωνύμως πλείστοις καὶ διαφόροις τῶ εἴδει· οἷον, περὶ ὕπνου· | περὶ ἀναπνοῆς· περὶ αὐξήσεως· περὶ φθίσεως· περὶ θανάτου, καὶ ἄλλων | παραπλησίων· ἃ κοινῶς κατ᾽ οὐσίαν συνωνύμως πλείστοις ἐνθεωρεῖται καὶ | ὡσαύτως ἀλλ᾽ οὐ διαφόρως. καὶ δῆτ᾽ ἐνταῦθα ἐπικρίνει μάλιστα σὺν λόγω. | ὅτι τὸ μὲν κατὰ μέρη διεξιέναι περὶ τῶν τοιούτων τῶν κοινῶς συμβεβηκότων | ἐφ᾽ ἑνὸς ἑκάστου χρώμενον τῶ λόγω, ἄκαιρον ἂν εἴη· πολλάκις γὰρ λέγειν ἐστὶ | τὰ αὐτὰ ἐὰν καθ᾽ ἕκαστον τῶν ὑποκειμένων περὶ τῶν κοινῶς συμβεβηκότων | ἐν πολλοῖς οἷον ἵπποις κυσὶν ἀνθρώποις, καὶ ἄλλοις οἷστισιν ἄρα λέγωμεν, ὧν | διαφερόντων τῶ εἴδει, ταῦτα δὴ τὰ διοριζόμενα ὡς ἐμφαινόμενα αὐτοῖς. οὐδὲ | μίαν ἔχει διαφοράν. καὶ μὴν ἐστὶ φησὶν ἔνια τῶν κοινῶς λεγομένων, ἃ τῶ μὲν λόγω |V: f. 368v καὶ τῆ κατηγορία, κοινῶς κατὰ πολλῶν λέγεται· διαφόρως δ᾽ ἔχει τῆ φύσει· καὶ | ὁμωνύμως καὶ οὐ κατ᾽ ἐκεῖνα συνωνύμως τὰ προειρημένα θεωρεῖται ἐν πολ | λοῖς· οἷον ἡ πορεία λέγεται κατὰ τῶν ζώων ὥσπερ καὶ τὰ προειρημένα ἡ ἀνα | πνοὴ καὶ ἡ αὔξησις, καὶ τἄλλα τὰ παραπλήσια κατὰ πολλῶν ὡσαύτως. ἀλλ᾽ οὐ | μία φαίνεται· οὐδ᾽ ἔστι τῶ εἴδει ἡ πορεία· ἀλλὰ διάφορος· ἄλλο γὰρ πτίσις, καὶ | ἄλλο βάδισις· καὶ ἄλλο νεῦσις, καὶ ἄλλο ἔρψις ὥστε δὴ σκεπτέον φησὶ περὶ τούτων, | πῶς ἔσονται οἱ λόγοι τῶν διοριζομένων περὶ ἑκάστων· χρῆναι μέν γε φησὶν ὡς | ἔστι πρόδηλον συνιέναι, πρότερον μὲν περὶ τῶν κοινῶν ποιεῖσθαι τὸν λόγον· εἶθ᾽ οὕτω | καὶ περὶ τῶν ἰδία προσηκόντων· ἀλλ᾽ οὐκ ἀνάπαλιν περὶ τῶν καθ᾽ ἕκαστον εὔ | λογον θεωρεῖν· ἔτι γε μὴν ἐπισκεπτέον καὶ τοῦτο φησὶν, ἀλλ᾽ οὐκ ἀπροόπτως | ἐγχειρητέον· τῆ θεωρία, εἰ χρὴ πρότερον αὐτὰ τὰ φαινόμενα διορίζεσθαι | καὶ λέγειν ὡς ἔχει καὶ τιθέναι· μᾶλλον δὲ καταλαμβάνειν πρῶτον ὅτι ἐστὶν, | εἶτα ἐξετάζειν τὰς αἰτίας καὶ τοὺς λόγους αὐτῶν· καὶ καθάπερ οἱ ἀστρολόγοι | ποιοῦσι πρῶτον αὐτὰ θεωρήσαντες τὰ φαινόμενα ἕκαστα ὅτι εἰσὶν· οἷον | στηριγμοὶ ἀστέρων· φάσεις. ἀνατολαὶ· δύσεις καὶ τἄλλα τῶν ὁρωμένων, ἔπειτα τοὺς | λόγους αὐτῶν ἑκάστων ζητοῦσι καὶ ἀνευρίσκουσιν, οὕτω δὴ καὶ τῶ φυσικῶ ποιη | τέον ἂν εἴη αὐτὰ τὰ ὄντα καὶ φαινόμενα κατὰ μέρος ἕκαστα ἐν τοῖς ζώοις | θεωρητέον ὡς ἔστιν· οἷον, ἧπαρ· σπλῆνα· καρδίαν· νεφροὺς· ἔπειτα ἀποδο | τέον, τὸ διατὶ ἕκαστον καὶ τὰς αἰτίας αὐτῶν· καὶ μὴν ἔτι φησὶν ἐπεὶ διάφοροι | αἰτίαι τῶν περὶ τὴν γένεσιν καὶ τὴν φύσιν ὡς παντὶ δῆλον· ἡ ποιητικὴ· ἡ τελικὴ | καὶ αἱ ἄλλαι; ἀνάγκη καὶ περὶ τούτων διορίσασθαι σὺν τάξει· οἷον τήν τε πρώτην | καὶ τὴν δευτέραν ἑξῆς ὡς πεφύκασι· φαίνεται γοῦν εἶναι φησὶ πρώτη αἰτία | ἡ ἕνεκα τινὸς ἤτοι ἡ κατὰ τὸ τέλος θεωρουμένη· λόγος γάρ ἐστι τὸ ἕνεκά | του εἶναί τι ἢ γίνεσθαι, καὶ ἔστιν ὁ λόγος πάντως ἀρχὴ, ἔν τε τοῖς κατὰ τέχνην γινο | μένοις καὶ ἐν τοῖς κατὰ φύσιν· καὶ γὰρ διανοία ὁ ἰατρὸς διορισάμενος τὴν | ὑγείαν καὶ προυποθέμενος καὶ ὁ τέκτων αἰσθήσει προυποτυπώσας ὡσαύτως | καὶ ὑποθέμενος τὴν οἰκίαν, τοὺς λόγους αὐτῶν ἀποδιδόασι καὶ τὰς αἰτίας | δι᾽ ἃς ἕκαστον τῶν γινομένων, ὁ μὲν, φυσικῶν, ὁ δὲ, τεχνητῶν, σπουδάζουσι· | καὶ μᾶλλον γε ἐστὶ φησὶν ἐν τοῖς κατὰ φύσιν τὸ οὗ ἕνεκα καὶ τὸ τέλος καὶ | τὸ ἀγαθὸν καὶ τὸ καλὸν ἑκάστω, ἢ ἐν τοῖς τεχνητοῖς· τὸ δέ γε ὑλικὸν αἴτιον |V: f. 369r εἰς ὃ μάλιστα σπουδάζουσιν οἱ πρότερον φιλοσοφήσαντες ὃ δὴ καὶ εἴωθε καλεῖν | ἀριστοτέλης ἐξανάγκης, οὐχ᾽ ὁμοίως ἐνυπάρχει φησὶ πᾶσι τοῖς φυσικοῖς· | ἀλλὰ διχῶς θεωρεῖται εἰ καὶ μὴ διεῖλον τοῦτο φησὶν οὐ καλῶς τὸν νοῦν. προ | σεσχηκότες οἱ πρὸ αὐτοῦ φιλόσοφοι καὶ ταῦτα τὸν πλεῖστον λόγον ἐν τού | τω κατατρίψαντες· διπλοῦν γὰρ θεωρεῖται τὸ τοιοῦτον ἀναγκαῖον | τὸ κατὰ τὴν ὕλην· τὸ μὲν, ὡς ἁπλῶς ἀναγκαῖον ὥσπερ ἐν τοῖς ἀιδίοις | ἐστὶ καὶ ἀεὶ ὡσαύτως ἔχουσιν οἷα δοκοῦσι τὰ οὐράνια εἶναι τῆς αὐτῆς καὶ ἀ | μεταβλήτου ἀιδίου οὐσίας καὶ ἀγενήτου, ταυτὸν δὲ εἰπεῖν καὶ ἀκινήτου, | τὸ δὲ, ἐξ ὑποθέσεως, οἷον ἐστὶ τὸ κατὰ τὴν ὕλην τῶν γενητῶν τὴν με | ταβλητὴν· ὥσπερ ὁρᾶται τοῦτο ἐν τοῖς τεχνητοῖς· ὅτι εἰ οἰκία ἔσται | ἢ κλίνη ἢ ὁτιοῦν τῶν τεχνητῶν, ἀνάγκη τήνδε τὴν ὕλην εἶναι· καὶ γενέ | σθαι δὴ καὶ κινηθῆναι τόδε πρῶτον θεμέλιον, εἶτα οἰκοδόμησιν· εἶτα | ὄροφον καὶ πάνθ᾽ ἑξῆς μέχρι τοῦ τέλους οὗ ἕνεκα πάνθ᾽ ἕκαστα γίνεται. | καὶ δὴ καὶ ἐν τοῖς φυσικοῖς παραπλησίως· εἰ τόδε ἐστὶν, ἐξανάγκης δεῖ πρό | τερον τήνδε κινηθῆναι τὴν ὕλην καὶ οὕτως ἀχθῆναι· ἔστι δὲ φησὶν οὐχ᾽ ὅμοιος | ὁ τρόπος οὐδ᾽ ὡσαύτως καταλαμβάνεται τὸ ἐπὶ τῆ ὕλη τέλος ἔν τε τοῖς | φυσικοῖς καὶ καθόλου γ᾽ ἐρεῖν ἐν τοῖς θεωρητικοῖς καὶ ἐν τοῖς τεχνητοῖς· | ἀλλ᾽ ἐπὶ μὲν τῶν θεωρητικῶν, ἀρχὴ ἐστὶ τῆς ὑλικῆς αἰτίας φησὶ τὸ ὂν· | ἐπὶ δὲ τῶν τεχνικῶν, ὡσαύτως ἀρχὴ τὸ ἐσόμενον· ἔστι γὰρ ὁ ἄνθρωπος ἢ τὸ ζῶον | τόδε· καὶ ζητεῖται τοῦ ὄντος ἡ ὑλικὴ αἰτία καὶ ἀνάγκη· ὡσαύτως καὶ τοῦ τρι | γώνου ὄντος καὶ τοῦ τετραγώνου θεωροῦνται τὰ ἐξ ὧν ὡς ἐξ ὕλης εἰδοποι | οῦνται· κατὰ δὲ τὰ τεχνικὰ προυποτίθεται τὸ τέλος ὡς ἐσόμενον | ἡ οἰκία καὶ ἡ κλίνη καὶ τὰ τοιαῦτα· καὶ λοιπὸν θεωρεῖται τίνων γινομένων | καὶ ἐκ τίνων κινηθέντων ταῦτα ἔσται· ἀλλ᾽ ὅπερ ἐλέγετο ὅτι ἐπὶ τῶν | πλειόνων φυσικῶν ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον ἔσται τῆς ὕλης οὐχ᾽ ἁπλῶς. | οἷον, ὅτι τόδε ἐστὶν ὁ ἄνθρωπος ἢ ὁ ἵππος, ἐκ τῶνδε ἀνάγκη γίνεσθαι· οὐ μὴν δὲ | καὶ ἀντιστρόφως ἔχει οὐδὲ συνήρτηται κατ᾽ ἀμφότερα τὰ τῆς ἀνάγκης. | οἷον ὅτι μὲν τόδε ἐστὶν, ἐξανάγκης τήνδε τὴν ὕλην δεῖ προεῖναι καὶ κινηθῆναι· | ἀλλ᾽ οὐχ᾽ ὡσαύτως ἐστὶν ἀναγκαῖον ἀντιστρόφως λέγειν, ὅτι ταῦτα δὴ τὰ τῆς ὕλης ἐστὶν ἀναγκαῖον τὸ τέλος γίνεσθαι· ἐνδέχεται γὰρ ταῦτα μὲν, | εἶναι τὰ τῆς ὕλης. ἐνίοτε δὲ μὴ ἐπακολουθεῖν τὰ ἐπ᾽ αὐτῆς τέλη, ὥσπερ ἔχει καὶ ἐν |V: f. 369v τοῖς τεχνικοῖς· οἰκία γὰρ εἰ ἔσται ἢ κλίνη, ἀνάγκη τήνδε τὴν ὕλην εἶναι καὶ | κινηθῆναι· οὐ μὴν εἰ ἐστὶν ἥδε ἡ ὕλη, ἐξανάγκης καὶ ἡ οἰκία ἔσται· ἐνδέχεται γὰρ, | τὴν μὲν ὕλην εἶναι καὶ κινηθῆναι μέχρί του· οὐ μὴν δὲ. καὶ τὰ μετ᾽ αὐτὴν γενέσθαι· | ἀλλά γε ἐπὶ τῶν ἀιδίων καὶ ἀεὶ ὡσαύτως ἐχόντων καὶ ἀτρέπτων καὶ ἀλλήλοις | ἀμφότερα συνήρτηται καὶ ἀντιστρέφει, ἐξανάγκης τὰ πρῶτα τοῖς ὑστέροις, | καὶ ἀνάπαλιν, ὡς ἐν ἄλλοις τὰ περὶ τούτων φησὶ διορίσασθαι· οἷον ἐν τοῖς περὶ | γενέσεως καὶ φθορᾶς, καὶ ἐν τοῖς μετὰ τὰ φυσικὰ· οἷον εἰ ἐν ταύρω γέγονεν | ὁ ἥλιος, καὶ ἐν κριῶ γέγονεν ἐξανάγκης· καὶ εἰ ἐν κριῶ γέγονε, καὶ ἐν ταύρω ἐξανάγκης ἔσται:–