Scholien zu An. III 11
final
final
An. III 11, 434a 8–9
〈ἀνάγκη ἑνὶ μετρεῖν〉
(exeg.)
ἕνί φησι· τοῦτο δ’ἔστι | τὸ ἀγαθὸν, μετρεῖ | τὴν αἴρεσιν τῶν πρακ- | τπῶν· ὡς γὰρ οἱ τὰ ξύλα |
μετροῦντες μέτρουσι | τῶ πήχει, οὕτως καὶ ἡ | φαντασία τῶ ἀγαθῶ
| τὰ πρακτέα μετρεῖ:+
An. III 11, 434a 9
〈τὸ μεῖζον γὰρ διώκει〉
(exeg.)
τὸ μεῖζον διώκει φησὶ, | ἀντὶ τοῦ τὸ μᾶλλον | συμφέρον καὶ ἀγαθόν·
| ἢ τὸ μείζον διώκει, | ἀντὶ τοῦ τὴν καθόλου | καὶ μείζονα
πρότασιν· | ὅταν γὰρ τῆ καθόλου | προτάσει δυνηθῆ ἐνεργεία |
<ἁρ>μόσαι τὴν κατὰ μερος, | τότε τὸ πρακτὸν αἰρεῖται:+
An. III 11, 434a 11
〈αὕτη δὲ ἐκείνην〉
(exeg.)
ἡ ἐνεργεία δηλονότι· ἡ | δυναμένη τὰ πλείω | φαντάσματα εἰς ἓν συ- | ναγαγείν, ἐκείνην | ἤτοι τὴν
δόξαν ἔχει:+
An. III 11, 434a 16–17
〈ἐπεὶ δ’ ἡ μὲν καθόλου ὑπόληψις καὶ λόγος, ἡ δὲ τοῦ καθ' ἕκαστον〉
(exeg.)
Τῶν ἐπὶ τὴν πρᾶξιν φησὶ κινουσῶν βουλευτικῶν φαντασίων. αἵτινες |
γίνονται τοῦ συλλογισμοῦ προτάσεις. ἡ μέν ἐστι τοῦ καθόλου ὑπόληψις |
καὶ λόγος· ἡ δὲ, τοῦ καθέκαστα:+
An. III 11, 434a 17–18
〈ἡ μὲν γὰρ λέγει ὅτι δεὶ τὸν τοιοῦτον τὸ τοιόνδε πράττειν〉
(exeg.)
Καθόλου αὕτη· ἠ | λέγουσα, πάντα ἀρι- | στέα στεφανοῦσθα | δεῖ:+