Die Erstellung der Daten in "CAGB digital" ist ein fortlaufender Prozess; Umfang und Genauigkeit wachsen mit dem Voranschreiten des Vorhabens. Ergänzungen, Korrekturen und Fehlermeldungen werden dankbar entgegengenommen. Bitte schreiben Sie an koch@bbaw.de.

Zitierhinweis

Paris, Bibliothèque nationale de France, Par. gr. 1917, in: CAGB digital, hg. v. Commentaria in Aristotelem Graeca et Byzantina. Berlin-Brandenburgische Akademie der Wissenschaften. URL: https://cagb-digital.de/id/cagb7205338 (aufgerufen am 29.11.2022).

Permalink

https://cagb-digital.de/id/cagb7205338

Transkriptionen

Par. gr. 1917, f. 160, marg. ext./inf.

διατὶ ἐπέγραψεν | ἀναλυτικῶν προτέρων, | δεύτερον· καὶ λέγομεν | ὅτι ὁ φιλόσοφος | ἀναλυτικὰ ἐπέγραψε πάντα μέχρι τῆς διαλεκτικῆς πρῶτα καὶ ὕστερα· πρῶτα μέν, ἀπὸ τῆς ἀρχῆς τῶν τριῶν σχημάτων, | μέχρι τῆς ἀποδεικτικῆς· ὕστερα δέ, τὸ πρῶτον καὶ τὸ δεύτερον αὐτῆς τῆς ἀποδεικτικῆς· ἔπειτα δὲ ἔτεμε τὰ πρότερα, εἰς | πρότερα, καὶ εἰς δεύτερα· καὶ τὰ μὲν τρία σχήματα· αἱ μίξεις. αἱ εὐπορίαι τῶν προτάσεων· καὶ τὸ περὶ ἀναλύσεως συλλογισμῶν, εἴρηνται πρότερα· | δεύτερα δὲ τῶν προτέρων ἡ παροῦσα ἐπιγέγραπται πραγματεία· ὡς μετ’ ἐκεῖνα τὰ πρότερα, δευτέραν τάξιν ἔχουσα:-

Par. gr. 1917, f. 160, marg. inf.–160v, marg. sup.

σκοπός ἐστι τῶ φιλοσόφω τῆς παρούσης πραγματείας ὡς μέν τινες λέγουσι, τὸ διδάξαι περί τινων ἐλλειπομένων | πρὸς τὴν διδασκαλίαν τῆς ἀποδείξως· ἐν μὲν γὰρ τοῖς τρισὶ σχήμασιν ἐδίδαξε, περὶ ὅρων καὶ προτάσεων· καὶ πῶς ἔχοντος | τοῦ μέσου, συλλογισθήσεταί τι ἀναγκαῖον· ἐν δὲ ταῖς μίξεσι, τὴν μίξιν αὐτῶν τῶν συλλογισμῶν· ἐν δὲ τω περὶ | εὐπορίας προτάσεων, τὴν γένεσιν αὐτῶν τῶν συλλογισμῶν· ὁμοίως δὲ καὶ τὴν ἀνάλυσιν αὐτῶν, ἐν τῶ περὶ ἀναλύσεως | συλλογισμῶν· ἐνταῦθα δέ, περί τινων λυσιτελούντων ἡμῖν εἰς τὸ συλλογίζεσθαι· οὐκ ἐν τῶ χρᾶσθαι τούτοις, ἀλλ’ ἐν τῶ | ἀποφεύγειν αὐτὰ καὶ συλλελογισμένον ποιεῖν τὸν συλλογισμόν· τὸ γὰρ λυσιτελοῦν, διττῶς εἴρηται· τὸ μὲν τὸ τῆ οἰκεία | μετουσία ἐμποιοῦν τὴν ὠφέλειαν· τὸ δέ, τῆ οἰκεία ἀποφυγῆ, μὴ ἐπάγον βλάβην· οἷον τὸ φάρμακον καὶ τὸ δηλητήριον· | εἰδέναι γὰρ ὀφείλει καὶ ἑκατέρων τοὺς λόγους ὁ ἰατρός· καὶ τῶ μὲν φαρμάκω χρᾶσθαι, πρὸς περιποίησιν ὑγείας | τὸ δὲ ἐλέβορον καὶ τὸ δηλητήριον, ἀποτρέπεσθαι πρὸς φυλακὴν τῆς ὑγείας· οὕτως καὶ ὁ φιλόσοφος διδάσκει ἐνταῦθα τινὰ χρησιμεύοντα ἡμῖν, εἰς τὴν ἀπόδειξιν· οὐ τῆ χρήσει τούτων, ἀλλὰ τῆ ἀποφυγῆ:-